- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:17.30-18.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多鲁斯依据元素转变的比例以及火的能动力,反驳了天体或中间空间仅由火或空气构成的荒谬观点,并通过将火区分为“产生生命的火”与“工具性的火”来解答疑难。
καὶ τοῦτο δῆλον ἐκ τῶν * * * καὶ ἐκ τῶν ἀκροτάτων ὀρέων διὰ τὸ ὑψηλὸν μείζων ἂν ὁ ἥλιος ἐφαίνετο. εἰ οὖν γῆ κέντρου λόγον ἐπέχει, ἔμελλεν ἂν τὰ οὐράνια σώματα, εἰ πύρεια, καὶ διὰ τὸ μέγεθος καὶ διὰ τὴν δύναμιν τοῦ πυρὸς δραστικὴν οὖσαν ἐκ πολλοῦ καταφλεχθέντα φροῦδα γεγενῆσθαι·1 ἀλλὰ μὴν κἂν πάντα ἀέρια ὑποθώμεθα, ἄτοπός ἐστιν ὁ λόγος, ὥσπερ οὖν κἂν εἰ μόνα τὰ ἄστρα πύρεια, τὰς δὲ σφαίρας καὶ τὰ μεταξὺ ἀέρια· ἑκατέρᾳ γὰρ ὑποθέσει συνάγεται τὸ ἀφάτως πολὺ εἶναι τὸ ἀέριον στοιχεῖον, εἴ γε καὶ ὀλίγον ὕδωρ εἰς ἄφατον ἀέρα ἀναλύεται. δόγμα γάρ ἐστι φυσικὸν τὸ λέγον, ὅτι ὡς ἔχει τὸ μερικὸν πρὸς τὸ μερικόν, οὕτω καὶ ἡ ὅλη ὁλότης πρὸς τὴν ὅλην ὁλότητα. ἀλλὰ μὴν ὁρῶμεν, ὅτι πηχυαῖον ὕδωρ εἰς δεκάπηχυν τυχὸν ἀέρα μεταβάλλεται καὶ οὐκ εἰς ἄφατον· οὐκ ἄρα οὐδ’ ἡ τοῦ ἀέρος ὁλότης ἄφατός ἐστιν. εἰ οὖν μηδεμία τούτων τῶν δοξῶν ἀληθής, ὑπολείπεται τὸ μεταξὺ πᾶν ἀέρα εἶναι καὶ ὑπέκκαυμα καὶ τὸ πέμπτον στοιχεῖον. οὕτως ὁ Ἀριστοτέλης. ἔστι δὲ ἀπορῆσαι πρὸς μὲν τὸ πρῶτον ἐπιχείρημα οὕτως· οὐκ ἀνάγκη, εἰ τὰ οὐράνια σώματα πύρεια εἶναι ὑποθώμεθα, καταπεφλέχθαι τὸ πᾶν· ἰδοὺ γὰρ ἄφατος ἀὴρ περικεχυμένος λυχνιαίᾳ φλογὶ οὐ κατασβέννυσιν αὐτήν. τί οὖν φαμεν; ὅτι ἡ ἐπιχείρησις αὕτη τῷ Ἀριστοτέλει εἴρηται ἐπὶ μόνου τοῦ πυρὸς διὰ τὴν δραστικὴν αὐτοῦ δύναμιν· μόνον γὰρ τοῦτο τῶν ἄλλων στοιχείων, ὥς φησι καὶ Θεόφραστος, τὰ παρακείμενα αὐτῷ ἐξισχύει ὅμοια ποιῆσαι. ληπτέον οὖν τὸ ἐπιχείρημα οὐκ ἐκ μόνου τοῦ μεγέθους τοῦ πυρός, ὅπερ ἔχει ὁ ἀήρ, ἀλλὰ καὶ ἐκ τῆς δραστικῆς δυνάμεως, ἥτις οὐ πρόσεστιν ἀέρι. δευτέρα ἀπορία· καὶ κατ’ αὐτὸν τὸν ἀέρα ἕπεται τὸ καταπεφλέχθαι ἐκ πολλοῦ τὸ πᾶν, εἴ γε τὸ ὑπέκκαυμα ἀφάτως πλέον τῶν ὑπολοίπων ἐστί. μεταβάλλων οὖν ὁ ἀὴρ εἰς πῦρ εἰς ἀφάτως πολὺ μεταβάλλει· πάλιν γὰρ κἀνταῦθα φυλαχθήσεται ὁ κανών, ὅτι ὡς ἔχει ὁ μερικὸς ἀὴρ πρὸς τὸ μερικὸν πῦρ, οὕτω καὶ ἡ ὁλότης τοῦ ἀέρος πρὸς τὴν ὁλότητα τοῦ πυρός. τί οὖν ῥητέον; ὅτι εἰ καὶ μεταβάλλει ὁ ἀὴρ εἰς πῦρ, εἰς ποῖον πῦρ; ἔστι γὰρ διακονικόν, ἔστι δὲ καὶ ζωογόνον. εἰ μὲν οὖν εἰς τὸ ζωογόνον, ὁμολογοῦμεν, ὅτι εἰς ἀφάτως πολλαπλάσιον μεταβάλλει, ἀλλὰ τοῦτο τὸ ζωογόνον οὐ καταφλέξει τὸ πᾶν· εἰ δὲ εἰς διακονικόν, οὐκέτι παρέχομεν, ὅτι2 εἰς πολλαπλάσιον μεταβάλλει· παχυμερέστερον γὰρ τὸ διακονικὸν πῦρ τοῦ ἀέρος, ὡς δηλοῖ τὸ μὴ διαφαίνεσθαι τὴν περίσχισιν τοῦ ἀέρος ἐν τῷ διαβαίνειν σῶμα, τὴν δὲ τοῦ πυρὸς φαίνεσθαι διὰ τὸ παχυμερὲς καὶ ἀντιβατικόν. ταῦτα ἔχει ἡ θεωρία.
而这一点从……也是显然的,[否则]在最高的山脉上,由于其海拔高,太阳也会显得更大。因此,如果地球占据中心的比例,那么天体若是火性的,由于其巨大以及火的能动力,早就把[一切]烧毁殆尽而[它们]化为乌有了;然而,即使我们假定一切都是气性的,这个说法也是荒谬的,正如即使唯独星辰是火性的,而诸天球与其间部分是气性的,也是同样荒谬。因为根据这两个假说中的任何一个,都可以得出气性元素不可估量之多这一推论,如果就连少量的水也能分解为不可估量的空气的话。因为有一条物理学原理说:“局部对局部的关系如何,整个整体对整个整体的关系也是如何。”然而我们看到,一肘量的水大概只转变为十肘量的空气,而不是不可估量的[量];因此空气的整体也不是不可估量的。因此,如果这些看法中没有一个是真实的,剩下的结论就是中部的全体是空气、引火物和第五元素。亚里士多德就是这样[论述的]。然而对于第一个论证,人们可以提出如下疑难:即使我们假定天体是火性的,全宇宙也没有必然性已经被烧毁;因为看哪,环绕着油灯火焰的不可估量的空气并没有把它熄灭。那么我们该说什么呢?亚里士多德提出这个论证,是仅仅针对火而言的,因其具有能动的力量;因为正如泰奥弗拉斯托斯也指出的,在其他元素中唯有这一个能够使临近的事物变得与自身相似。因此这个论证不仅要从火的巨大来看——这种巨大空气也具有——而且还要从空气所不具备的能动力来看。第二个疑难:按照空气本身,如果引火物比其余部分不可估量地更多,也会得出全宇宙早就被烧毁的推论。因此空气转化为火时,就转化为不可估量之多的火;因为在这里也将再次保持这一规则:“局部的空气对局部的火的关系如何,空气的整体对火的整体的关系也是如何。”那么应当说什么呢?即使空气转化为火,是转化为哪种火呢?因为有工具性的火,也有产生生命的火。因此,如果是转化为产生生命的火,我们承认它转化为不可估量的倍数,但这种产生生命的火不会烧毁全宇宙;然而若是转化为工具性的火,我们就不再承认它是转化为成倍的量;因为工具性的火比空气更具粗大微粒,这正如当物体穿过时空气的被剖开并不显现,而火的被剖开却因其粗大微粒和阻抗性而显现所表明的那样。理论考察就是这些内容。
- 1.3.1ἔμελλεν ἂν τὰ οὐράνια σώματα, εἰ πύρεια, καὶ διὰ τὸ μέγεθος καὶ διὰ τὴν δύναμιν τοῦ πυρὸς δραστικὴν οὖσαν ἐκ πολλοῦ καταφλεχθέντα φροῦδα γεγενῆσθαι
这是由 ἔμελλεν ἄν 接完成时不定词短语 καταφλεχθέντα φροῦδα γεγενῆσθαι 构成的与过去事实相反的虚拟句。语法上的主语是中性复数名词 τὰ οὐράνια σώματα,分词 καταφλεχθέντα 在性数格上与之呼应;但从逻辑上看,并非天体自身被烧毁,而是“天体若为火性,借由其力量早就把下界万物(或前一节提到的 τὸ ὅλον)烧毁消灭了”,此处存在按意义构句(constructio ad sensum)或受事主语省略的修辞扭结。
- 1.3.1οὐκέτι παρέχομεν, ὅτι
动词 παρέχομεν 后接 ὅτι 从句,是辩论中的惯用表达,意为“我们不再承认/让步……”。它与前面的 ὁμολογοῦμεν, ὅτι(“我们承认……”)形成明确的对照。
