- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:177.29-179.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《气象论》361a23–361b5,借由随天球旋转之空气的作用因,解释由垂直上升的散发物产生的风为何作斜向运动,并讨论风在推进中不断增强的机制以及北方冬季的无风现象。
" Περὶ γὰρ τὴν γῆν πνέουσιν ἄνεμοι εἰς ὀρθὸν γινομένης τῆς ἀναθυμιάσεως." Ἄπορόν ἐστι, φησί, πῶς λοξή ἐστιν ἡ κίνησις τῶν ἀνέμων, καίτοι τῆς ὕλης αὐτῶν, τουτέστι τῆς ἀναθυμιάσεως, εἰς ὀρθὸν κινουμένης, τουτέστιν ἐπὶ τὰ ἄνω.
“因为尽管散发物是笔直产生的,风却环绕大地吹拂。” 他说,这是一个疑难:风的运动何以是斜向的,尽管它们的质料,即散发物,是笔直运动的,即朝向上方。
"Ὅτι πᾶς ὁ κύκλῳ ἀὴρ συνέπεται τῇ φορᾷ." Ἐνταῦθα τὴν αἰτίαν λέγει τῆς λοξῆς κινήσεως τῶν ἀνέμων. ἐπειδὴ γάρ, φησίν, ὁ ὑπὲρ τὰς ἀκρωρείας ἀὴρ συνέπεται τῇ φορᾷ τοῦ παντός, ἀνιοῦσα ἡ καπνώδης ἀναθυμίασις μέχρι τοῦ ἀέρος καὶ μὴ δυναμένη ὑπερβῆναι αὐτὸν διὰ τὸ ἐκεῖνον ὀξέως κινεῖσθαι καὶ μὴ φθάνειν διαιρεθῆναι (χρεία γὰρ πρὸς τοῦτο καὶ χρόνου) ἀποπάλλεται ἐπὶ τὰ κάτω καὶ τὸ λοιπὸν πεπλανημένως κινεῖται, καὶ γίνεται λοξὴ κίνησις τῶν ἀνέμων. ὁ μέντοι Ἀφροδισιεὺς τοῦτο μὴ νοήσας, ἀλλ’ οἰηθεὶς τὸν Ἀριστοτέλην τοὺς ἀνέμους λέγειν συνέπεσθαι τῇ φορᾷ τοῦ παντὸς ηὐτομόλησε πρὸς Θεόφραστον καὶ τὴν ἐκείνου μᾶλλον ἀποδέχεται δόξαν περὶ τῆς λοξῆς κινήσεως.
“因为沿圆周的所有空气都顺从其运行。” 在此他说明了风的斜向运动的原因。因为他说,由于山脊上方的空气顺从整个宇宙的运行,烟状散发物上升至空气处,由于那里的空气迅疾运动且不及被分开(因为对此也需要时间),因而无法越过它,便被向下弹回,此后便迷乱地运动,从而形成了风的斜向运动。然而阿佛洛狄西亚的亚历山大未能理解这一点,反而以为亚里士多德说的是风顺从整个宇宙的运行,于是倒向了泰奥弗拉斯托斯,宁可采纳后者关于斜向运动的观点。
"Διὸ καὶ ἀπορήσειεν ἄν τις, ὁποτέρωθεν ἡ ἀρχὴ τοῦ πνεύματος." Ὁποτέρωθεν ‘ἄνωθεν ἢ κάτωθεν’ σὺ ὑπάκουσον,1 ὅτι ἄνωθεν καὶ κάτωθέν ἐστιν ἡ ἀρχὴ τῶν ἀνέμων. κάτωθεν μὲν γὰρ τὸ ὑλικὸν αὐτῶν αἴτιον, τουτέστιν ἡ ἀναθυμίασις, ἄνωθεν δὲ τὸ ποιητικόν, τουτέστιν ὁ κυκλοφορούμενος ἀήρ, καθὸ ἀντωθεῖ ἐπὶ τὸ κάτω τὴν ἀναθυμίασιν· καὶ λοιπὸν ἄρχεται ἡ λοξὴ αὐτῶν κίνησις γίνεσθαι. ὅτι γὰρ ἄνωθεν ἄρχονται λοξῶς κινεῖσθαι οἱ ἄνεμοι, δῆλον ἐκ τοῦ τὰ νέφη πρώτως αἰσθάνεσθαι τούτων τῶν κινήσεων· ἄρχονται γὰρ πλαγίως κινεῖσθαι, εἶτα ἀπὸ τῶν νεφῶν αἰσθάνονται οἱ ναυτικοὶ τὸν μέλλοντα πνεῖν ἄνεμον.
“因此人们也会疑难,风的本原来自两方之中的哪一方。” 关于“来自两方之中的哪一方”,你应当补充理解为“来自上方还是下方”,因为风的本原既来自上方也来自下方。因为来自下方的是它们的质料因,即散发物;来自上方的则是作用因,即循环旋转的空气,由于它将散发物向下反推;此后它们的斜向运动便开始产生。风从上方开始斜向运动,这从云最先感知到这些运动中是显然的;因为云开始横向运动,随后水手们从云中感知到将要吹拂的风。
"Ἧι μὲν γὰρ ῥευσεῖται τὸ ἀνιόν, ἐκεῖθεν τὸ αἴτιον·2 ἡ γὰρ φορὰ τῶν πόρρω κυρία τῆς γῆς." Ὅπου γὰρ ἀπέρχεται ἡ καπνώδης ἀναθυμίασις ῥεύσασα ἀπὸ τῆς γῆς καὶ τῇ οἰκείᾳ φορᾷ ἐπὶ τὰ ἄνω φερομένη, ἐκεῖνό ἐστι τὸ ποιητικὸν αἴτιον τοῦ ἀνέμου· ποῦ δὲ ἀπέρχεται; ἐπὶ τὸν κυκλοφορούμενον ἀέρα· οὐκοῦν ἐξ αὐτοῦ ἐστι τὸ αἴτιον τῆς λοξῆς αὐτῶν κινήσεως. καὶ διὰ τί ποιητικὸν λέγεται αἴτιον τῶν ἀνέμων αὐτὸς ὁ ἀήρ; ἐπειδὴ ἡ φορὰ τῶν πόρρω τῆς γῆς ὄντων, τουτέστι τοῦ οὐρανίου σώματος, αὕτη κυρία ἐστί, τουτέστι τὸ κῦρος ἔχουσα ἐν τοῖς γινομένοις· ποιητικὴ γὰρ αἰτία ἐστὶ τῶν γινομένων, οὐχὶ ὑλική. ἀλλὰ μὴν συμπεριφέρεται τούτοις ὁ ἀὴρ ὁ ὑπὲρ τὰς ἀκρωρείας· καὶ οὗτος ἄρα τὸ κῦρος ἔχει τῆς τῶν ἀνέμων γενέσεως.
“因为上升之物将流向何处,原因便来自何处;因为远方之物的运行支配着大地。” 因为烟状散发物从大地流散并借其固有的运行向上运送所到达之处,那便是风的作用因;那么它到达何处?到达循环旋转的空气处;因此,它们斜向运动的原因便出自它。那么为何空气本身被称为风的作用因?因为远离大地之物(即天体)的运行是主导的,即在生成之物中拥有决定权;因为它是生成之物的作用因,而非质料因。而山脊上方的空气确实与这些天体一同旋转;因此它对风的生成也拥有决定权。
"Ὅτι δ’ ἐκ πολλῶν ἀναθυμιάσεων συνιουσῶν κατὰ μικρόν." Τί φησιν; ὅτι ἀρχόμενος μὲν ὁ ἄνεμος πνεῖν ἀμυδρὸς πνεῖ, προκόπτων δ’ ὡς ἐπὶ ἄλλην γῆν φερόμενος γίνεται σφοδρότερος διὰ τὸ συγκαταμίγνυσθαι αὐτῷ ἄλλας ἀναθυμιάσεις ἐκ τῶν κατὰ μέρος, ἐφ’ ἃς ἐπέρχεται.
“还因为许多散发物逐渐汇聚。” 他说的是什么?是说风开始吹拂时吹得微弱,但向前推进并被带往另一片土地时,由于它所经过的各个局部的其他散发物掺入其中,便变得更加猛烈。
"Ἔτι δὲ τὰ περὶ τὴν ἄρκτον ἐν τῷ χειμῶνι νηνεμία." Ἐπειδὴ εἶπε περὶ τῆς κινήσεως αὐτῶν, λοιπὸν καὶ περὶ τῆς στάσεως αὐτῶν διαλέγεται. καί φησιν, ὅτι γίνονται νηνεμίαι δι’ ἄκρον καῦμα, ὡς ἐν θέρει καὶ τὰ λοιπά. ἀλλ’ ἴσως ἄν τις εἴποι· ὅτι εἰ ἐν τοῖς ἀρκτικοῖς χωρίοις διὰ τὴν ψῦξιν ἡ νηνεμία ἐστί, πῶς οἱ ἐκεῖθεν ἄνεμοι ἀρχόμενοι σφοδρότατοί εἰσιν;3 ἢ ῥητέον, ὅτι ἐστὶ πνευμάτιον λεληθότως ἐξιὸν ἀπὸ τῶν ἀρκτῴων μερῶν. οὔτε γὰρ τοιαύτη γίνεται νηνεμία, ὥστε καθόλου μὴ εἶναι πνεῦμα, ἀλλὰ τοῦτο τὸ πνευμάτιον ἀσθενὲς ὂν πρόεισιν· εἶτα συμμίγνυται αὐτῷ ἄλλη ἀναθυμίασις ἀπὸ τῆς ἐγχωρίου γῆς καὶ γίνεται σφοδρότερον· καὶ πάλιν πρόσω προβαίνει ἕτερον, καὶ οὕτως ἀθροισθὲν κατὰ μέρος σφοδρότατον γίνεται.
“此外,北极周围的区域在冬季是无风的。” 既然他谈过了风的运动,此后便也讨论它们的停息。他说,无风是由于极度的炎热而产生的,正如在夏季等等。但或许有人会说:如果北极区域的无风是由于寒冷,那么从那里开始的风又怎会是最猛烈的?抑或必须说,有一股微风暗中从北方区域散出。因为并不产生完全没有风的那种无风,而是这股微风微弱地向前行进;随后来自当地大地的另一种散发物与之混杂,它便变得更加猛烈;又有另一物向前推进,如此按部分汇集起来,它便变得极其猛烈。
- 2.8.4Ὁποτέρωθεν ‘ἄνωθεν ἢ κάτωθεν’ σὺ ὑπάκουσον
动词 ὑπακούω 在此作为注疏术语,意为“从语境中补充理解”,直接引用的词句 ἄνωθεν ἢ κάτωθεν(来自上方还是下方)即为其补充理解的内容。
- 2.8.5Ἧι μὲν γὰρ ῥευσεῖται τὸ ἀνιόν, ἐκεῖθεν τὸ αἴτιον
在引文句中,ᾗ 本是表示“向何方向/如何”的关系副词,但注解者在随后的解释中将其意译为 Ὅπου γὰρ ἀπέρχεται(到达之处),将其视作引入目的地或位置的关系副词短语。
- 2.8.7ἀλλ’ ἴσως ἄν τις εἴποι· ὅτι εἰ ἐν τοῖς ἀρκτικοῖς χωρίοις διὰ τὴν ψῦξιν ἡ νηνεμία ἐστί, πῶς οἱ ἐκεῖθεν ἄνεμοι ἀρχόμενοι σφοδρότατοί εἰσιν;
小词 ὅτι 在此作为引语标记(recitativum),引出由 ἴσως ἄν τις εἴποι 所支配的间接引语,其内部包含了条件从句 εἰ ... ἐστί 以及主句疑问句 πῶς ... εἰσιν。
