- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:176.12-177.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多罗阐明了为何猎户座的升降会带来不规则的天气,随后探讨了为何季风(迎风)不在夏至本身而是在夏至约二十天后产生,并解释了南方季风(如鸟风)的存在。
καί φησιν, ὅτι ἄκριτός ἐστι καὶ χαλεπὸς ὁ Ὠρίων, τουτέστιν ἄτακτος καὶ ἀνώμαλός ἐστιν ἡ τούτου ἐπιτολὴ καὶ δύσις, ἐπειδὴ ποτὲ μὲν ἀνέμους ποιεῖ, ποτὲ δὲ νηνεμίας. ἀνώμαλος δ’ ἐστίν, ἐπειδὴ καὶ ἀνωμάλοις ὥραις ποιεῖ τὰς φάσεις· ἡ μὲν γὰρ ἐπιτολὴ αὐτοῦ ἐν τῷ ἔαρι γίνεται, ὅταν ὁ ἥλιος ἐν Ταύρῳ γένηται, ὅθεν καὶ οἱ ναυτικοὶ παραφυλάττονται τὴν ἡμέραν κδ τοῦ Παχών, ὅτε γίνεται ἡ ἐπιτολὴ τοῦ Ὠρίωνος, Παχίτην αὐτὸν ἀποκαλοῦντες διὰ τὸ ἐν τῷ Παχὼν αὐτὸν γίνεσθαι. ἡ δὲ κρύψις αὐτοῦ πάλιν ἐν τῷ φθινοπώρῳ γίνεται, ὅταν ὁ ἥλιος ἐν τῷ Σκορπίῳ. ἐπειδὴ οὖν ἐν ἀνωμάλοις ὥραις ἔχει τὰς φάσεις, ἀνώμαλον ποιεῖ καὶ τὸν ἀέρα κατὰ τοὺς ἀνέμους. ἀλλ’ εἰ καὶ λέγω, ὅτι ἀνώμαλον τὸ ἔαρ καὶ τὸ φθινόπωρον, ἀλλ’ οὐχ ὁμοίως. μᾶλλον γὰρ ἀνώμαλον τὸ φθινόπωρον ἤπερ τὸ ἔαρ, ἐπειδὴ ἐν μὲν τῷ ἔαρι ἄρχεται τὸ θερμὸν ἐπικρατεῖν καὶ ὁμαλῶς ἐπικρατεῖ, μὴ ποτὲ μὲν νικῶν, ποτὲ δὲ ἡττώμενον διὰ τὸ δραστικώτατον εἶναι, ἐν δὲ τῷ φθινοπώρῳ ἄρχεται τὸ ψυχρὸν ἐπικρατεῖν ἀνωμάλως, ποτὲ μὲν ἡττώμενον, ποτὲ δὲ περιγινόμενον. καὶ διὰ τοῦτο μᾶλλον ἀνώμαλον τὸ φθινόπωρον. ἐφ’ οἷς ὁ φιλόσοφος καὶ περὶ ἐτησίων διαλέγεται. φησὶ γάρ, ὅτι γίνονται οὗτοι βόρειοι μετὰ εἴκοσιν ἡμέρας τῆς θερινῆς τροπῆς, τουτέστι περὶ τὴν τοῦ Κυνὸς ἐπιτολήν· τηνικαῦτα γὰρ τῆς χιόνος λυομένης γίνονται αὖραι ψυχραὶ βόρειοι, αἵτινες ἐτησίαι λέγονται. ἀλλ’ ἄξιόν ἐστιν ἀπορίας, τί δήποτε μὴ ἐν αὐτῇ τῇ θερινῇ τροπῇ γίνονται οἱ ἐτησίαι, ὅτε ὁ ἥλιός ἐστι κατὰ κορυφὴν ἐν Καρκίνῳ. τηνικαῦτα γὰρ θερμότατός ἐστιν· εἰ δὲ θερμότατος, λύεται μᾶλλον τότε ἡ χιών· ὡς οὖν τότε λυομένης μᾶλλον τότε ἔδει γίνεσθαι τοὺς ἐτησίους. μετὰ δὲ τὴν θερινὴν τροπήν, ἐπειδὴ ἀπέστη τοῦ κατὰ κορυφὴν γινόμενος ἐν Λέοντι, ἀμυδροτέραν ἔχει τὴν θερμασίαν· πῶς οὖν τότε γίνονται οἱ ἐτησίαι; ἢ λέγομεν, ὅτι γινόμενος κατὰ κορυφὴν ὁ ἥλιος θερμότατος μέν ἐστιν, ἀλλ’ οὐχ ἅμα τῷ γενέσθαι θερμότατος λύει καὶ τὴν χιόνα, ἀλλὰ δεῖται καὶ χρόνου πρὸς τὸ ποιῶσαι τὸν ἀέρα καὶ θερμᾶναι· εἶθ’ οὕτως θερμανθέντος τοῦ ἀέρος λύεται ἡ χιών. ἐπειδὴ οὖν ὄντος τοῦ ἡλίου ἐν τῇ θερινῇ τροπῇ θερμοτάτου οὐκ εὐθέως ἐποιώθη ὁ ἀὴρ ὅλος τῇ θερμότητι, τούτου χάριν οὐκ ἐλύθη πᾶσα ἡ χιών, ἀλλ’ εἴ που εὑρέθη μέρος τι ἐξ αὐτῆς λεπτομερὲς καὶ εὔτηκτον, ἐκεῖνο ἐλύθη μόνον· οὗ ἡ ἀναδιδομένη ἀτμὶς βραχυτάτη οὖσα εὐθέως ἀνεπόθη ὑπὸ τῆς τοῦ ἡλίου θερμότητος καὶ οὐκ ἐποίησεν αὔραν, ἵνα γένωνται ἐτησίαι. ὅτε δὲ λοιπὸν μετέλθῃ ὁ ἥλιος ἐν Λέοντι καὶ γένηται λοιπὸν ἡ τοῦ Κυνὸς ἐπιτολὴ μετὰ κ̄ ἢ κε̄ ἡμέρας τῆς θερινῆς τροπῆς, φθάνει ἐκείνη ἡ θερμότης, ἣν ἀπέθετο ὁ ἥλιος ἐν τῷ ἀέρι, ὅτε ἦν ἐν θεριναῖς τροπαῖς, ἐκθερμᾶναι τὸν ἀέρα.1 τότε οὖν ἐκθερμανθεὶς ὁ ἀὴρ λύει τὴν χιόνα, καὶ τηνικαῦτα γίνονται ἐτησίαι. αὕτη μὲν οὖν ἡ αἰτία τοῦ γίνεσθαι τοὺς ἐτησίας μετὰ τὰς θερινὰς τροπὰς καὶ οὐκ ἐν αὐταῖς ταῖς τροπαῖς. ἐκεῖνο δὲ πάλιν ἀπορητέον· τίς ἡ ἀποκλήρωσις,2 ὥστε βορείους μὲν ἐτησίας εἶναι, μηκέτι δὲ καὶ νοτίους; ἢ λέγομεν, ὅτι εἰσὶ καὶ νότιοι ἐτησίαι ὡς ἀπὸ τοῦ πρὸς τὸ πᾶν νότου, ἀλλ’ ἡμῖν ἀνεπαίσθητοί εἰσι διὰ τὸ πλεῖστον ἡμῶν ἀφίστασθαι. τάχα δὲ καὶ οἱ ἐκεῖσε οἰκοῦντες τὸ αὐτὸ ἂν ἀπορῶσι, τί δήποτε μόνον πρὸς αὐτοὺς νότιοί εἰσιν, οὐκέτι δὲ καὶ βόρειοι ἐτησίαι. ἢ ῥητέον, ὅτι οὐ μόνον ἀπὸ τοῦ πρὸς τὸ πᾶν νότου εἰσὶν ἐτησίαι, ἀλλὰ καὶ ἀπὸ τοῦ καθ’ ἡμᾶς νότου. οὗτοι δὲ μετὰ ἑβδομήκοντα ἡμέρας τῆς χειμερινῆς τροπῆς ἄρχονται πνεῖν τοῦ ἡλίου ὄντος ἐν Ἰχθύσι, οὕστινας οἱ μὲν Ἀλεξανδρεῖς ῥόδωνας καλοῦσι διὰ τὸ περὶ τὸν καιρὸν τῶν ῥόδων ἄρχεσθαι πνεῖν, ὁ δὲ Ἀριστοτέλης λευκονότους τε καὶ ὀρνιθίας· λευκονότους μὲν διὰ τὸ ἀτάραχον καὶ γαλήνιον τῆς πνοῆς, ὀρνιθίας δὲ διὰ τὸ ἐπιτηδείους αὐτοὺς εἶναι πρὸς τὴν τῶν ὀρνίθων γένεσιν· τηνικαῦτα γὰρ πνεόντων αὐτῶν ᾠοτοκοῦσιν οἱ ὄρνιθες ὡς καὶ χωρὶς τῆς τοῦ ἄρρενος μίξεως. καὶ ὅτι τοῦτο ἀληθές, δῆλον ἐκ τῶν γινομένων ᾠῶν ὑπηνεμίων. οὕτω ζωογόνον ἐστὶ τοῦτο τὸ πνεῦμα. ταῦτα παραδίδωσιν ἡ μετὰ χεῖρα λέξις.
他说,猎户座是难以判定且险恶的,即它的升起和落下是无序且不规则的,因为有时它引起风,有时引起无风。而它之所以不规则,是因为它也在不规则的季节显示其象;因为它的升起发生在春季,当太阳处于金牛座时,水手们也由此警惕帕琼月的第二十四天,即猎户座升起之时,因其发生在帕琼月而称之为帕琼之星。反之,它的隐没发生在秋季,当太阳处于天蝎座时。因此,既然它在不规则的季节显其象,它在风方面也使空气变得不规则。但即使我说春季和秋季是不规则的,却也并非以同样的方式。因为秋季比春季更加不规则,因为在春季,热开始占据优势并均匀地占据优势,由于其极其主动有力,并不时胜时败;而在秋季,冷开始不规则地占据优势,时而落败,时而压倒。正因如此,秋季更加不规则。在此之后,哲学家也讨论了季风。因为他说,这些北方的季风产生于夏至后二十天,即天狼星升起的前后;因为彼时随着积雪消融,产生出寒冷的北方微风,这些微风便被称为季风。但这值得提出疑难:究竟为何季风不恰恰产生于夏至本身之时,即当太阳在巨蟹座处于天顶之时?因为彼时太阳最热;而若是处于最热,彼时积雪更会消融;既然彼时更易消融,季风理应更在彼时产生。然而在夏至之后,由于太阳进入狮子座而脱离了天顶,其热量便更为微弱;那么彼时又怎会产生季风?抑或我们应当说,处于天顶的太阳固然最热,但并非在变得最热的同时便融化积雪,而是还需要时间来使空气定性并受热;随后空气如此受热之后,积雪才消融。因此,既然在夏至太阳最热时,整个空气并未立即被热完全定性,所以并非全部积雪都融化了,而是若在何处发现其有微细且易融的部分,仅有那部分融化了;其升起的微弱蒸气立即被太阳之热吸干,未能产生微风以致形成季风。但当太阳最终移入狮子座,且在夏至后二十或二十五天最终发生天狼星升起之时,太阳在夏至时留存于空气中的那份热量,便足以将空气彻底加热。于是彼时空气彻底受热而融化积雪,彼时季风便产生了。这就是季风产生于夏至之后而非夏至本身之时产生的原因。然而另一方面,那个问题也必须予以探究:凭什么武断地划分,以致只有北方的季风,而不再也有南方的季风?抑或我们应当说,就相对于整个宇宙的南方而言,也是存在南方季风的,但由于距我们极远,对我们而言是不可感知的?或许居住在那里的人也会提出同样的疑难:究竟为何对他们而言只有南方的季风,而不再有北方的季风。抑或必须说,不仅有从相对于整个宇宙的南方而来的季风,也有从相对于我们自身的南方而来的季风。这些风在冬至后七十天太阳处于双鱼座时开始吹拂,亚历山大人因其在玫瑰盛开的季节开始吹拂而称之为“玫瑰风”,亚里士多德则称之为“白南风”与“鸟风”——称其为“白南风”是由于其吹拂的平静安宁,称其为“鸟风”是由于它们适宜于鸟类的繁殖;因为彼时在它们吹拂时,鸟类甚至无须与雄性交配便下蛋。这确实属实,从所产生的风卵中便可显然看出。这种风就是如此具有生机。这就是当下的文句所传达的内容。
- 2.8.1φθάνει ἐκείνη ἡ θερμότης, ἣν ἀπέθετο ὁ ἥλιος ἐν τῷ ἀέρι, ὅτε ἦν ἐν θεριναῖς τροπαῖς, ἐκθερμᾶναι τὸν ἀέρα
动词 φθάνω 与不定式 ἐκθερμᾶναι 搭配的句式,意为“(热量)足以将空气彻底加热 / 达到彻底加热空气的地步”。通常 φθάνω 伴随分词表示“先于……做”,但在晚期希腊语中常接不定式,表示在时间或程度上达到某种结果或足以达成某事。
- 2.8.1τίς ἡ ἀποκλήρωσις
名词 ἀποκλήρωσις 是哲学辩论中的术语,指“无根据的武断分配”或“无理由的任意区分”。此处系词 ἐστί 被省略,构成名词性谓语疑问句,意为“……是何种武断的划分(即凭何种毫无根据的理由来判定……)”。
