- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:174.24-176.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多罗探讨了亚里士多德《气象学》361a22中关于风的倾斜运动的疑难,借助阿摩尼奥斯的解释反驳了亚历山大关于宇宙周转会使所有风都成为东风的误解,阐明了升发物撞击并反弹自旋转上层空气而产生倾斜运动的机制,进而论述了四季及猎户座升落时无风产生的原因。
" Ἡ δὲ φορὰ αὐτῶν λοξή ἐστι." Δείξας ὁ φιλόσοφος, τίς ἡ ὕλη τῶν ἀνέμων, ὅτι οὐχ ὡς Ἱπποκράτης ἔφησεν, ἀὴρ κινούμενός ἐστιν ὁ ἄνεμος, ἀλλ’ ἐκ τῆς καπνώδους ἀναθυμιάσεως γίνονται, εἰκότως μετὰ τὴν ὕλην αὐτῶν περὶ τῆς λοξῆς κινήσεως διαλέγεται, ἐπειδὴ ἔχει ἀπορίαν, πῶς ὑπὸ τῆς καπνώδους ἀναθυμιάσεως γινόμενοι λοξὴν ἔχουσι τὴν κίνησιν τῆς καπνώδους ἀναθυμιάσεως ἀνωφεροῦς οὔσης καὶ κούφης, εἴπερ ἐξ αὐτῆς γίνονται. καί φησιν, ὅτι αἰτία ἐστὶ τῆς λοξῆς τοῦ ἀνέμου κινήσεως ἡ τοῦ παντὸς κυκλοφορία. ἔνθεν ἀπατηθεὶς ὁ Ἀφροδισιεὺς καὶ νομίσας λέγειν τὸν Ἀριστοτέλην πρὸς τὴν φορὰν τοῦ παντὸς κινεῖσθαι τοὺς ἀνέμους, τουτέστιν ἀπὸ ἀνατολῶν εἰς δυσμάς, (ἄτοπον γὰρ ἕπεται· ἔδει γὰρ ὅσον ἐπὶ τούτῳ πάντας ἀπηλιώτας εἶναι)1 ηὐτομόλησε πρὸς Θεόφραστον καὶ μᾶλλον ἐκεῖνον ἀποδέχεται λέγοντα τὴν αἰτίαν τῆς λοξῆς αὐτῶν κινήσεως. ἔλεγε γὰρ ὁ Θεόφραστος, ὅτι λοξῶς κινοῦνται οἱ ἄνεμοι διὰ τὸ ἀνομοιομερῆ αὐτῶν εἶναι τὴν ὕλην, τουτέστι τὴν καπνώδη ἀναθυμίασιν· τὸ μὲν γὰρ αὐτῆς ἐστι γεῶδες, τὸ δὲ κοῦφον, καὶ τοῦ μὲν ἐπὶ τὰ κάτω βρίθοντος, τοῦ δ’ ἐπὶ τὰ ἄνω ἕλκοντος γίνεται μέση τις κίνησις λοξή· καὶ διὰ τοῦτο λοξῶς οἱ ἄνεμοι κινοῦνται, ὥσπερ καὶ ἐπὶ τοῦ κατ’ ἐκπυρηνισμὸν γινομένου διάττοντος ἐλέγομεν. ἀλλ’ αὕτη μὲν ἡ ὑπόθεσις ἐλήλεγκται ἐν τῷ πρώτῳ βιβλίῳ· ὁ μέντοι Ἀφροδισιεὺς ταύτην μᾶλλον ἀποδέχεται ἤπερ τὴν Ἀριστοτέλους ἄτοπον οὖσαν, ὡς οἴεται. ὁ μέντοι μέγας φιλόσοφος ὁ ἡμέτερος πρόγονος οἷον τροφεῖα ἀπονέμων Ἀριστοτέλει ἐλευθεροῖ αὐτὸν τῆς τοιαύτης ἀτοπίας. δείκνυσι γάρ, ὅτι οὐχ ὡς ὁ Ἀφροδισιεὺς ᾠήθη, τοῦτο λέγει Ἀριστοτέλης, ὅτι πρὸς τὴν φορὰν τοῦ παντὸς κύκλῳ κινοῦνται οἱ ἄνεμοι (οὐδαμοῦ γὰρ τοῦτο ἐλέγχεται λέγων ὁ Ἀριστοτέλης), ἀλλ’ ὅτι τῆς λοξῆς αὐτῶν κινήσεως αἰτία ἐστὶν ἡ κυκλοφορία. ἀνιούσης γάρ, φησὶν ὁ μέγας φιλόσοφος, τῆς καπνώδους ἀναθυμιάσεως μέχρι τοῦ κυκλοφορουμένου ἀέρος, τουτέστιν ὑπὲρ τὰς ἀκρωρείας, κἀκείνῳ προσπταιούσης καὶ διελθεῖν αὐτὸν μὴ δυναμένης — τοῦτο μὲν διὰ τὸ ὀξέως κινεῖσθαι ἐκεῖνον τὸν ἀέρα καὶ τῇ ὀξείᾳ κινήσει λανθάνοντα τὴν καπνώδη ἀναθυμίασιν καὶ μὴ διαιρούμενον δι’ αὐτῆς δίκην τῶν ὀξέως περιστρεφομένων βαυκαλίων (καὶ ταῦτα γὰρ ἐν αὐτοῖς ὕδωρ οὐ μεθίησι διὰ τὴν ὀξύτητα τῆς κινήσεως), τοῦτο δὲ διὰ τὸ παχυτέραν εἶναι ἐκείνην τὴν καπνώδη ἀναθυμίασιν καὶ μὴ εὐθέως διεισδύνειν εἰς τὸν κυκλοφορούμενον ἀέρα — προσπταίουσα τοίνυν αὕτη2 τούτῳ τῷ ἀέρι καὶ πάλιν ἀποπαλλομένη ὡς ἐπὶ τὰ κάτω πεπλανημένην ποιεῖται τὴν κίνησιν, τουτέστι λοξήν· καὶ γίνεται τηνικαῦτα ὁ ἄνεμος. αὕτη μὲν οὖν ἡ αἰτία τῆς λοξῆς αὐτοῦ κινήσεως. ἀλλ’ ἐπειδὴ μία τῶν ἀντικειμένων ἡ ἐπιστήμη, ἀντίκειται δὲ τῇ κινήσει ἡ στάσις, εἰκότως μετὰ τὴν κίνησιν τῶν ἀνέμων περὶ στάσεως αὐτῶν διαλέγεται, ὅθεν περὶ νηνεμίας διαλαμβάνει. καί φησιν, ὅτι γίνεται νηνεμία ἐν ταῖς τέσσαρσι ὥραις τοῦ ἔτους, ἀλλ’ οὐ διὰ τὴν αὐτὴν αἰτίαν τοῦ ἔτους. ἐν μὲν γὰρ τῷ θέρει γίνεται νηνεμία διὰ δύο αἰτίας· πρῶτον μὲν, ὅτι πολλὴ οὖσα θερμότης ἀναλίσκει τὴν ἀναθυμίασιν, ἥτις ἐστὶν ὕλη τοῦ ἀνέμου, καὶ οὐ γίνεται ἄνεμος. ὅθεν ἐν τοῖς πάνυ αὐχμωδεστάτοις καταστήμασι τοῦ θέρους ἄπνοια ὑπάρχει παντελὴς καὶ πνιγηρὸς ὁ ἀὴρ γίνεται. ἔπειτα δὲ καὶ εἰ ἔστι τις ἰκμὰς ἐν τῇ γῇ, εἴη δὲ πολὺ θερμότατον τὸ κατάστημα, ὅλως οὐ ποιεῖ ἀτμόν, ἀλλ’ ἐξαναλίσκεται ἀθρόον δίκην ἀχύρου ἐμβληθέντος ἐν μεγάλῃ πυρκαϊᾷ καὶ μηδὲ καπνὸν ποιήσαντος, ἀλλ’ ἀθρόον καταφλεχθέντος. ἐν δὲ τῷ χειμῶνι γίνεται νηνεμία, ὅταν γένηται πολλὴ ἡ ψύξις· αὕτη γὰρ κατασβέννυσι τὴν καπνώδη ἀναθυμίασιν καὶ ἐνεργεῖν οὐκ ἐᾷ· ἐν τοῖς μεγάλοις παγετοῖς, ἄπνοια δ’ ἐστὶ διὰ τὸ μὴ εἶναι ὕλην ἀνέμου. ἐν δὲ τῷ ἔαρι γίνεται ἡ νηνεμία διὰ τὸ ἤδη ἐκδαπανᾶσθαι τὴν καπνώδη ἀναθυμίασιν ἀπὸ τοῦ χειμῶνος καὶ τέως μὴ εἶναι, ἕως πάλιν βραχεῖσα ἡ γῆ ἀναδίδωσι τὸν ἀτμόν. ἐν δὲ τῷ φθινοπώρῳ γίνεται νηνεμία διὰ τὸ καταξηρανθῆναι τὴν γῆν καὶ μὴ ἀναδίδοσθαι ἀτμόν, ὅς ἐστιν ὕλη τῶν ἀνέμων, ἕως οὗ βραχεῖσα γίνεται ἔνικμος. οὕτω μὲν οὖν νηνεμίαι γίνονται. ἀλλ’ ἐπειδὴ τῇ ἐπιτολῇ καὶ τῇ δύσει τοῦ Ὠρίωνος ποτὲ μὲν γίνονται νηνεμίαι, ποτὲ δ’ ἄνεμοι, εἰκότως ὁ φιλόσοφος καὶ περὶ τοῦ Ὠρίωνος διαλέγεται.
“而它们的运动是倾斜的。” 哲学家既已指明了风的质料是什么,即风并不是如希波克拉底所说的那样是处于运动中的空气,而是由烟状升发物生成的,那么在论述了它们的质料之后进而讨论倾斜运动便是理所当然的;因为这里存在一个疑难:既然烟状升发物是向上运动且轻的,如果风确实由它生成,那么由烟状升发物生成的风怎会具有倾斜的运动?他说,风的倾斜运动的原因是宇宙的周转运行。阿弗洛狄西亚的亚历山大由此受到误导,以为亚里士多德是说风顺着宇宙的运行而运动,即从东向西运动(因为由此会得出荒谬的推论:按此而言,所有的风都应当是东风了),于是他转向忒奥弗拉斯托斯,宁愿采纳后者关于风的倾斜运动原因的说法。因为忒奥弗拉斯托斯曾说,风之所以倾斜运动,是因为它们的质料,即烟状升发物,是非同质的;因为其中一部分是土性的,另一部分是轻的,在前者向下沉重压落、后者向上牵引之下,便产生了一种折中的倾斜运动;正因如此风才倾斜运动,正如我们在讨论因受挤压而迸发出的流星时所说的那样。但这一假说在第一卷中已被驳斥;然而阿弗洛狄西亚的亚历山大宁愿采纳这一假说,也不愿接受他所认为荒谬的亚里士多德之说。然而,我们的先达、伟大的哲学家,仿佛为了报答亚里士多德的培育之恩,将他从这种荒谬中解脱出来。因为他表明,亚里士多德并不是像阿弗洛狄西亚的亚历山大所认为的那样,说风顺着宇宙的运行作圆周运动(因为绝找不出亚里士多德在何处这样说过),而是说周转运行是风倾斜运动的原因。伟大的哲学家说,因为当烟状升发物上升到周转运动的空气处,即山脊之上,撞击到它并且无法穿透它时——一方面是因为那空气迅捷运动,以其迅捷的运动避开了烟状升发物而不被其分割,宛如快速旋转的水瓶(这些水瓶因运动的迅捷甚至不会让其中的水洒出),另一方面是因为那烟状升发物更为浓厚,不能立刻渗入周转运动的空气中——因此,这升发物撞击到这空气并再次反弹,便产生了如同向下的偏向运动,即倾斜运动;彼时风便形成了。这就是其倾斜运动的原因。但由于相反者的知识是同一种,而静止与运动相对立,故在风的运动之后讨论风的静止是顺理成章的,由此他讨论了无风(平静)。他说,在一年四季中都会出现无风,但在一年中并非由于相同的原因。在夏季,由于两个原因而出现无风:首先,因为过多的热消耗了作为风之质料的升发物,风便不产生。因此在夏季最为干旱的气候状态下,出现完全的无风,空气变得闷热窒息。其次,即使大地中有某种湿气,若气候状态极其炎热,也根本不会产生蒸气,而是如投入巨大火堆中的碎秸一样被立刻消耗殆尽,甚至不产生烟,便全被瞬间烧尽。在冬季,当寒冷极盛时出现无风;因为这会熄灭烟状升发物而不让其发挥作用;在严寒冰冻中,由于没有风的质料而出现无风。在春季,由于烟状升发物自冬季以来已被耗尽且暂时不存在,直到大地再次被润湿而释放出蒸气,在此之前便出现无风。在秋季,由于大地已被完全晒干,作为风之质料的蒸气不再释放,直到被润湿而变潮湿,在此之前便出现无风。无风就是这样产生的。但由于猎户座的升起和落下时,有时出现无风,有时起风,哲学家顺理成章地也讨论了关于猎户座的问题。
- 2.8.1ἔδει γὰρ ὅσον ἐπὶ τούτῳ πάντας ἀπηλιώτας εἶναι
非人称未完成过去时 ἔδει 与不定式 εἶναι 连用,在归谬法中表示与事实相反的推论后果(“按理本应当是……”)。习语 ὅσον ἐπὶ τούτῳ 作为限制性副词短语,意为“就此而言”或“仅就这条道理来说”。
- 2.8.1ἀνιούσης γάρ ... προσπταίουσα τοίνυν αὕτη
此处为一个破格复起结构(anacoluthon):开头的属格绝对结构(ἀνιούσης ... τῆς καπνώδους ἀναθυμιάσεως ... κἀκείνῳ προσπταιούσης καὶ διελθεῖν αὐτὸν μὴ δυναμένης)之后插入了由两重原因句(τοῦτο μὲν διὰ ... τοῦτο δὲ διὰ ...)及比喻构成的长句,随后以主格指示代词及分词(προσπταίουσα τοίνυν αὕτη ... καὶ πάλιν ἀποπαλλομένη)复起,作为主句动词 ποιεῖται 的主语。
