← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§173.6-174.22

局地气候差异的解明与风之质料的补充论证

奥林匹奥多鲁斯通过三个解答(普遍原因、地理位置以及升发物的迁移与反冲)解决了同一纬度城市间气候干旱或降雨差异的疑难,并进而基于风雨的交替生成以及南北强风的成因,论证了风的质料并非空气。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.7.9

" Πολλάκις γὰρ ἡ μὲν κύκλῳ χώρα λαμβάνει τοὺς ὡραίους ὄμβρους." Ἐνταῦθα ἡ ἀπορία, τί δήποτε μὴ πᾶσαι αἱ ὑπὸ τὸν αὐτὸν παράλληλον πόλεις ὁμοίως ἀπολαύουσι τοῦ αὐχμοῦ ἢ τοῦ ὑετοῦ, ἀλλ’ ἀνομοίως.

“因为周围的土地往往能得到适时的降雨。” 这里提出了疑难:究竟为什么位于同一纬线下的所有城市不能同样地享有干旱或降雨,而是不均等地享有?

§2.7.10

"Αἴτιον δ’ ὡς μὲν τὰ πολλὰ αὐτὸ πάθος." Ἡ πρώτη ἐπίλυσις, ὅτι ὡς ἐπὶ τὸ πλεῖστον οἶδε τὰς αἰτίας ὁ φυσικός.

“其原因在多数情况下就在于这种状态本身。” 第一个解答是:自然哲学家所认识的是多数情况下的原因。

§2.7.11

"Ἐὰν μή τι διάφορον ἔχωσιν ἴδιον." Ἡ δευτέρα ἐπίλυσις, ὅτι συμβαίνει διὰ τὴν θέσιν τῆς πόλεως τοῦτο γίνεσθαι.

“除非它们具有某种特有的差异。” 第二个解答是:这种情况的产生是由于城市的地理位置。

§2.7.12

"Οὐ μὴν ἀλλὰ ἐνίοτε κατὰ μὲν τόδε τὸ μέρος ἡ ξηρὰ ἀναθυμίασις ἐγένετο." Ἡ τρίτη ἐπίλυσις, ὅτι συμβαίνει κατά μέν τινας πόλεις τὰς ὑπὸ τὸν αὐτὸν παράλληλον πολλὴν γίνεσθαι καπνώδη ἀναθυμίασιν ἢ ἀτμιδώδη, εἶτα ταύτας ἐλαύνεσθαι εἰς ἄλλον τόπον, τὴν μὲν ὧδε, τὴν δ’ ἐκεῖσε· καὶ ὅπου δἂν πλεονάσῃ ἡ καπνώδης, ἐκεῖσε αὐχμὸν γίνεσθαι, ὅπου δ’ ἡ ἀτμιδώδης, ὑετόν, κατὰ ἀντιπερίστασιν ἀλλήλων,1 ὥσπερ καὶ ἐν τοῖς ἐναντίως ἔχουσιν αἱ κοιλίαι αἵ τε ἄνω καὶ κάτω.

“不过有时在这一区域产生了干燥的升发物。” 第三个解答是:在位于同一纬线下的一些城市中,会产生大量的烟状或蒸气状升发物,随后它们被驱赶到另一个地方,一种被赶到这里,另一种被赶到那里;凡是烟状升发物过量的地方,那里就发生干旱,而凡是蒸气状升发物过量的地方,那里就降雨,这是按照彼此的相互反冲,正如上下腹部处于相反状态时那样。

§2.7.13

"Ἔτι δὲ μετὰ τοὺς ὄμβρους ἄνεμοι ὡς τὰ πολλὰ γίνονται." Ἐνταῦθα τὸ τέταρτον ἐπιχείρημα τὸ λέγον, ὅτι ἐξ ἀλλήλων γίνονται οἱ ἄνεμοι καὶ οἱ ὑετοί. πῶς οὖν ἐκ τῆς αὐτῆς ὕλης εἰκὸς αὐτὰ γίνεσθαι ἐναντία; ταῦτα γὰρ ἄλληλα γεννῶντα καὶ φθείροντα ἐναντία εἰσίν.

“此外,降雨之后多半会起风。” 这里是第四条论证,即风与雨是由彼此生成的。那么,作为相反者的它们,怎么可能是从同一质料中生成的呢?因为它们相互生成并相互消灭,因而是相反者。

§2.7.14

"Ἔτι δὲ τοῦ γίγνεσθαι μάλιστα πνεύματα." Τὸ πέμπτον ἐπιχείρημα τὸ λέγον, ὅτι οἱ σφοδροὶ ἄνεμοι ἀπὸ τῶν νοτίων καὶ τῶν ἀρκτῴων μερῶν, ὡς ἂν ἐκεῖ γινομένης πολλῆς καπνώδους ἀναθυμιάσεως.2 ἐν δὲ τῇ ἀνατολῇ καὶ τῇ δύσει οὐ γίνονται σφοδροί, ἅτε τοῦ ἡλίου ἐκδαπανῶντος τὴν ἐκεῖσε γινομένην ἀναθυμίασιν καὶ μὴ ἐῶντος ὑποστῆναι. οὐκ ἄρα οἱ ἄνεμοι ὕλην ἔχουσι τὸν ἀέρα.

“此外,风最主要产生[的原因]。” 第五条论证是说:强风来自南部和北部地区,如同在那里产生许多烟状升发物一样。但在东方和西方则不会产生强风,因为太阳耗尽了那里产生的升发物,不让它存留。因此风并不以空气为质料。

§2.7.15

"Ἐπειδὴ πλεῖστον μὲν καταβαίνει ὕδωρ ἐν τούτοις τοῖς τόποις." Τὴν αἰτίαν λέγει νῦν, δι’ ἣν ἐν τοῖς ἀρκτῴοις καὶ τοῖς νοτίοις σφοδροὶ γίνονται ἄνεμοι. ἐπειδὴ γὰρ οἱ τόποι οὗτοι ψυχροί εἰσιν, ἡ ἀτμὶς ἐν αὐτοῖς πηγνυμένη μεταβάλλεται εἰς ὕδωρ· ἔνθεν τοῦ ὑετοῦ γινομένου ὑγραίνεται ἡ γῆ καὶ πολλὴν ἀναδίδωσι τὴν καπνώδη ἀναθυμίασιν.

“由于在这些地方降水最多。” 他现在说明了在北部和南部地区产生强风的原因。因为既然这些地方是寒冷的,其中凝结的蒸气就转变为水;由此产生降雨,大地被润湿并释放出大量的烟状升发物。

§2.7.16

"Καλοῦνται δὲ οἱ ἀπὸ τῆς ἄρκτου βορέαι, οἱ δὲ ἀπὸ τῆς μεσημβρίας νότοι." Ἐζήτησεν ὁ μέγας φιλόσοφος, τί δήποτε τοῦ μεσημβρινοῦ ὁμοίως ὄντος καὶ ἐπὶ τοῦ νοτίου καὶ ἐπὶ τοῦ ἀρκτικοῦ μόνον τὰ νότια μεσημβρινὰ λέγεται· ἐχρῆν γὰρ καὶ τὰ βόρεια λέγεσθαι μεσημβρινὰ ὡς ὄντος κἀκεῖ τοῦ μεσημβρινοῦ. καὶ ἐπελύσατο λέγων, ὅτι διὰ τὸν ἥλιον ἐπὶ τοῦ μεσημβρινοῦ γινόμενον ποιεῖν ἅπερ ἐν τοῖς νοτίοις γινόμενος ποιεῖ.3 ὥσπερ γὰρ ἐν τοῖς νοτίοις μέρεσιν ὢν τὴν σκιὰν ἡμῶν ποιεῖ ἐπὶ βορρᾶν πίπτειν διὰ τὸ ἀφίστασθαι κατὰ κορυφήν, οὕτω καὶ ἐν τῷ μεσημβρινῷ ὢν τὸ αὐτὸ ποιεῖ· καὶ οὕτω γὰρ ἡ σκιὰ ἡμῶν ἐπὶ βορρᾶν πίπτει.

“来自北方的被称为北风,来自南方的被称为南风。” 伟大的哲学家曾探究:既然子午线对于南方和北方同样存在,究竟为什么唯独南方的事物被称为子午线的(正午的);因为北方的事物也本应当被称为子午线的,既然子午线在那里同样存在。他通过说明这一点作了解答:因为太阳在到达子午线时,所做的事与它到达南部地区时所做的一样。因为正如它在南部地区时由于离开天顶而使我们的影子投向北方,当它在子午线上时同样如此行事;因为以这种方式,我们的影子确实投向了北方。

语法注3 条
  1. 2.7.12κατὰ ἀντιπερίστασιν ἀλλήλων

    介词短语 κατὰ ἀντιπερίστασιν 修饰整个从句,指明了升发物相互反冲、相互推移的运作方式。属格 ἀλλήλων 作为与名词 ἀντιπερίστασις 相关的相互性属格,意为“彼此相互之间的反冲”。

  2. 2.7.14ὡς ἂν ἐκεῖ γινομένης πολλῆς καπνώδους ἀναθυμιάσεως

    连词 ὡς ἄν 引导一个属格独立结构(ἐκεῖ γινομένης πολλῆς καπνώδους ἀναθυμιάσεως)。这并非单纯陈述客观事实,而是基于推论或假设性的缘由(“如同假定/料想那里产生许多烟状升发物一般”)。

  3. 2.7.16διὰ τὸν ἥλιον ἐπὶ τοῦ μεσημβρινοῦ γινόμενον ποιεῖν ἅπερ ἐν τοῖς νοτίοις γινόμενος ποιεῖ

    这是由 διά 引导的对格不定式结构(省略了修饰不定式的中性冠词 τό,τόν 为修饰阳性名词 ἥλιον 的冠词),表示原因。对格 ἥλιον 是不定式 ποιεῖν 的逻辑主语,分词 γινόμενον 与之同格修饰。关系代词 ἅπερ 分别作两个 ποιεῖν/ποιεῖ 的宾语,从属从句中的分词 γινόμενος 为主格,修饰省略的主语太阳(表示“当处于南部地区时”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:173.6-174.22