- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:171.24-173.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多鲁注解亚里士多德《气象学》360a17–360a33,阐明风与雨(及空气)之质料各异的三条论证,并解释了蒸气在本质与偶性上的冷热性质之难疑。
" Ἐπειδὴ δ’ ἕτερον ἑκατέρας τὸ εἶδος, φανερὸν ὅτι διαφέρει. " Τὸ πρῶτον ἐπιχείρημα τὸ λέγον· εἰ τῶν διαφόρων εἰδῶν διάφορός ἐστιν ἡ ὕλη, δῆλον ὅτι ὑετοῦ καὶ ἀνέμου διάφορός ἐστιν ἡ ὕλη.
“而由于两者的形式各不相同,显而易见[其质料也]有所不同。” 第一条论证是说:如果不同形式的质料是不同的,那么显而易见,雨与风的质料是不同的。
"Τὸν γὰρ αὐτὸν κινούμενον μὲν ἄνεμον εἶναι, συνιστάμενον δὲ πάλιν ὕδωρ." Ὁ μὲν Ἱπποκράτης τὸν ἄνεμον ἔλεγεν ‘ἠέρος ῥεῦμα καὶ χεῦμα’, τουτέστιν ἀέρα κινούμενον· ἄλλοι δέ τινες φυσικοὶ τὸν ἀέρα ἱστάμενον ὕδωρ γίνεσθαι,1 ὡς εἶναι δῆλον, ὅτι ὕλην ὑετοῦ καὶ ἀνέμου μίαν εἶναι ταύτην ἔφασκον τὸν ἀέρα, ὅπερ ἄτοπον· τῶν γὰρ διαφόρων εἰδῶν διάφοροι καὶ αἱ προσεχεῖς ὗλαι.
“因为同一个东西运动时是风,而再次凝结时则是水。” 希波克拉底曾说风是“空气的流动与倾注”,即运动着的空气;而另一些自然哲学家[则说]空气静止时成为水,以至于显而易见,他们声称雨与风的质料就是这同一种东西即空气——这是荒谬的;因为不同形式的近质料也是不同的。
"Ὅπερ ἐν τοῖς πρὸ τούτου λόγοις εἰρήκαμεν ὕδωρ γίνεσθαι ἐκ τούτων." Καίτοι τὸν ὑετὸν ἐλέγομεν ἐκ τῆς ἀτμίδος γίνεσθαι· οὐκ ἐκ τούτων γάρ, φησί, γίνεται, τουτέστι τῶν δύο ἀναθυμιάσεων.
“正如我们在先前的讨论中所说的,水由这些生成。” 然而我们曾说雨是由蒸气生成的;因为他说,并非由这些、即由两种升发物[共同]生成。
"Ἡ μὲν γὰρ ἀτμὶς καὶ ὑγρὸν καὶ ψυχρόν." Αὐτή, φησίν, ἡ ἀτμίς, ἐξ ἧς γίνεται τὸ ὕδωρ, ὑγρά ἐστι καὶ ψυχρά· ὑγρὰ μὲν διὰ τὸ ἀόριστον, ψυχρὰ δὲ διὰ τὸ μεταβάλλειν εἰς ὕδωρ. ἀλλ’ ἄπορόν ἐστι· πῶς γὰρ ἀνωτέρω ἔλεγεν αὐτὴν ὑγρὰν καὶ θερμήν, νῦν δὲ ὑγρὰν καὶ ψυχράν; ἢ λέγομεν· ὑγρὰ μὲν καὶ ψυχρά ἐστι κατὰ φύσιν (τοιοῦτον γὰρ καὶ τὸ ὕδωρ), ὑγρὰ δὲ καὶ θερμή ἐστι κατὰ συμβεβηκός, ἐπειδὴ ἐπίκτητον ἔχει τὴν θερμασίαν.
“因为蒸气既是湿的又是冷的。” 水所由生成的蒸气本身,他说,是湿且冷的:因其无定限而是湿的,因其转变为水而是冷的。但产生了一个疑难:为什么他在前面说它是湿且热的,而现在却说它是湿且冷的?或者我们说:它在本性上是湿且冷的(因为水也是如此),但在偶性上是湿且热的,因为它具有后天获得的温度。
"Ὥσπερ ὕδωρ θερμανθέν." Τινὰ τῶν ἀντιγράφων ἔχει τὴν ἀτμίδα ὡς ὕδωρ μὴ θερμανθέν, τινὰ δ’ ὡς ὕδωρ θερμανθέν.
“正如被加热的水。” 一些抄本将蒸气作“正如未被加热的水”,另一些抄本则作“正如被加热的水”。
"Ὥστε καθάπερ ἐκ συμβόλων συνίσταται ὁ ἄνω ἀὴρ ὑγρὸς καὶ θερμός." Ἐντεῦθεν τὸ δεύτερον ἐπιχείρημα. τί γάρ φησιν; ὅτι οὐκ ἔχει ἰδίαν κίνησιν ἄνεμος, ἀλλὰ πρὸς τὸ φερόμενον σῶμα. οὕτω καὶ ἡ κίνησις τοῦ ἀέρος γίνεται σύμβολον οἷον ὑπάρχον τοῦ γινομένου σώματος. εἰ μὲν γὰρ ἐπὶ τὰ δεξιὰ φέροιτο τὸ φερόμενον, ῥιπὶς ἢ ἄλλο τι, ἐπὶ τὰ δεξιὰ καὶ ὁ ἐκ τοῦ ἀέρος ἄνεμος γινόμενος,2 ἢ ἐπὶ τὰ ἀριστερὰ ἢ ἄνω ἢ κάτω. τοῦτο δὲ πάσχει διὰ τὸ εἶναι αὐτὸν ὑγρὸν καὶ θερμόν· ὑγρὸς γὰρ ὢν καὶ θερμὸς ἔκλυτός ἐστιν. ὁ μέντοι ἄνεμος ἐπειδὴ ἀπὸ τῆς καπνώδους ἀναθυμιάσεώς ἐστιν, αὕτη δὲ θερμή ἐστι καὶ ξηρά, οὐχ ὡς ἔτυχε μένει πρὸς τὸ φερόμενον σῶμα, ἀλλ’ ὡρισμένην ἔχει τὴν κίνησιν, ὥσπερ καὶ οἱ ποταμοί· οὗτοι γὰρ τὴν αὐτὴν ὁδὸν ἀεὶ κινοῦνται τὴν ἀπὸ τῶν πηγῶν ἐπὶ τὴν θάλασσαν. οὕτως οὖν καὶ οἱ ἄνεμοι, ὅθεν ἂν ᾖ καπνώδης ἀναθυμίασις, ἐκεῖθεν πνέουσιν, οὐχ ὡς ἀὴρ ποιεῖ ἄνεμον, ὁπόθεν ἂν τύχῃ. διάφορος ἄρα ἡ ὕλη τοῦ ἀνέμου καὶ ὁ ἀήρ.
“因此,犹如由符合之物,上方的空气构成为湿且热的。” 从这里开始是第二条论证。他说了什么呢?即风没有其特有的运动,而是顺应被带动之物。空气的运动也同样如此,成为所产生物体的犹如符合之物。因为如果被带动之物——无论是扇子还是别的什么——向右移动,由空气产生的风也向右[移动],或者向左、向上、向下。它之所以承受这种情况,是因为它是湿且热的;因为处于湿且热的状态,它是松散的。然而,风既然源于烟状升发物,而后者是热且干的,它就不是盲目地顺应被带动之物而停留,而是具有确定的运动,就像河流一样;因为河流总是沿着从源头流向大海的同一条道路运动。因此风也是如此,何处有烟状升发物,它们就从何处吹拂,而不像空气产生风那样,随意从何处吹出。因此风的质料与空气是不同的。
"Μαρτυρεῖ δὲ τὰ γινόμενα τοῖς εἰρημένοις." Ἐντεῦθεν τὸ τρίτον ἐπιχείρημα. ὅτι γάρ, φησί, διάφορος ὕλη τοῦ ἀνέμου καὶ ὕλη τοῦ ἀέρος, δῆλον· ἐν γὰρ τοῖς αὐχμηροῖς ἔτεσι πολλὰ πνεύματα γίνονται, ἐν δὲ τοῖς ἐπόμβροις ἧττον. ᾧ δῆλον, ὅτι ἐκεῖ μὲν πολλὴ ἡ καπνώδης ἀναθυμίασις, ἐνταῦθα δὲ πολλὴ ἡ ἀτμιδώδης.
“所发生的事象证实了所说的话。” 从这里开始是第三条论证。因为他说,风的质料与空气的质料不同,这是显而易见的;因为在干旱的年份产生许多风,而在多雨的年份则较少。由此显而易见,在前一种情况下烟状升发物很多,而在后一种情况下蒸气状升发物很多。
- 2.7.3ἄλλοι δέ τινες φυσικοὶ τὸν ἀέρα ἱστάμενον ὕδωρ γίνεσθαι
带不定式的宾格句式(以 τὸν ἀέρα ἱστάμενον 为逻辑主语,γίνεσθαι 为不定式),语法上承前省略了支配动词,承接前文的 ἔλεγεν 或后文的 ἔφασκον。
- 2.7.7ἐπὶ τὰ δεξιὰ καὶ ὁ ἐκ τοῦ ἀέρος ἄνεμος γινόμενος
条件句的归结部省略了谓语动词(φέρεται 或 φέροιτο)。方向副词短语 ἐπὶ τὰ δεξιὰ 直接呼应了前文条件从句中的 εἰ μὲν γὰρ ἐπὶ τὰ δεξιὰ φέροιτο τὸ φερόμενον。
