← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§170.2-171.23

关于风之成因的补充论证与南方冷却

奥林匹奥多罗阐述了证明风源自烟状升发物而非空气的后续论证,包括风雨的相互生成与毁灭(第四)以及盛行风的成因(第五),在解答了有关南方寒冷的疑难之后,又补充了关于洋面与山峰之风的两个自身论证(第六与第七)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.7.1#2

τοῦτο τὸ τρίτον. τέταρτον ἐπιχείρημα· εἰ γὰρ ὁρῶμεν, ὦ Ἱππόκρατες, ὅτι ἄνεμος καὶ ὑετὸς φθείρουσιν ἄλληλα καὶ ὅτι γεννῶσιν ἄλληλα, τὰ δὲ φθείροντα καὶ γεννῶντα ἑαυτῶν ἐναντία εἰσί,1 τὰ δ’ ἐναντία οὐκ ἐκ τῆς αὐτῆς προσεχοῦς ὕλης εἰσί, δῆλον ὅτι οὐκ ἐξ ἀέρος ἐστὶν ὁ ἄνεμος, ἀλλ’ ἐκ τῆς καπνώδους ἀναθυμιάσεως. ὅτι γὰρ ὁ ὑετὸς καὶ ποιεῖ ἄνεμον καὶ φθείρει τὸν ἄνεμον, δῆλον. ἡνίκα μὲν γὰρ ἄνεμος γίνεται καὶ ἐπικαταλάβῃ λάβρος ὑετός, παύει τὸν ἄνεμον, ἅτε δὴ τῆς καπνώδους ἀναθυμιάσεως τῆς ποιούσης αὐτὸν κατασβεσθείσης ὑπὸ τοῦ ὑετοῦ· ἡνίκα δὲ καταβῇ ὁ ὑετὸς ἐπὶ τὴν γῆν καὶ ταύτην καταβρέξῃ, τηνικαῦτα ἐξοιδίσκεται ἡ γῆ καὶ ἐξατμίζεται καὶ ὕλη γίνεται τῆς καπνώδους ἀναθυμιάσεως, ὥσπερ ἐπὶ τῶν ὑγρῶν ξύλων ὁρῶμεν· τὸ γὰρ ἄνικμον οὐδ’ ὅλως ἔχει καπνώδη ἀναθυμίασιν. ὁρᾷς, ὅτι ὁ ὑετὸς καὶ ποιεῖ ἄνεμον καὶ φθείρει τὸν αὐτόν. ὅτε μὲν γὰρ ἦν σφοδρὸς ὁ ἄνεμος, ὀλίγη 〈δ’〉 ὑπάρχει ἡ ἀτμίς, τηνικαῦτα διασκεδαννύει αὐτὴν καὶ οὐκ ἐᾷ παχυνθῆναι καὶ εἰς ὕδωρ μεταβληθῆναι. ὅταν δ’ ᾖ σύμμετρος ἄνεμος, πολλὴ δὲ ἀτμίς, τότε δ’ οὗτος ὁ ἄνεμος διασαλεύων καὶ ἀραιῶν τὴν ἀτμίδα διαφθείρει τὴν συγκαταμεμιγμένην αὐτῇ καπνώδη ἀναθυμίασιν. εἶτ’ ἐκείνης χωρισθείσης ψύχεται ἡ ἀτμὶς καὶ ψυχθεῖσα παχύνεται καὶ παχυνθεῖσα εἰς ὕδωρ μεταβάλλεται. καὶ ἰδοὺ μεμάθηκας, πῶς καὶ ὁ ἄνεμος ποιεῖ καὶ φθείρει τὸν ὑετόν. πέμπτον ἐπιχείρημα· ὅτι γὰρ ἀληθές ἐστιν, ὦ Ἱππόκρατες, ὅτι οἱ ἄνεμοι ἐκ τῆς καπνώδους ἀναθυμιάσεως γίνονται, οὐκ ἐκ τοῦ ἀέρος, ὡς σὺ φῄς, δῆλον. ὁρῶμεν γάρ, ὅτι τεσσάρων ὄντων ἀνέμων καθολικῶν οἱ μὲν δύο, ἀπηλιώτης φημὶ καὶ ζέφυρος, οὐκ εἰσι σφοδρότατοι, βορρᾶς δὲ καὶ νότος τυραννικώτατοί εἰσιν. αἴτιον δέ, ὅτι ἐν μὲν τῷ βορείῳ καὶ νοτίῳ πόλῳ μὴ γινόμενος ὁ ἥλιος οὐ θερμαίνει τὰ ἐκεῖσε χωρία, ἀλλὰ μένει ψυχρά· ψυχρὰ δὲ μένοντα ἀεὶ ἔνικμά εἰσιν, ὥστε ὄμβρων πολλῶν γινομένων διὰ τὴν ψύξιν, εἶτα τῆς γῆς διαβρόχου γινομένης πολλὴ καπνώδης ἀναθυμίασις ἐκδίδοται, ὡς ἤδη εἴρηται· καὶ τούτου χάριν σφοδροὶ ἄνεμοι γίνονται ὁ βορρᾶς καὶ ὁ νότος. ἐν δὲ τοῖς ἀνατολικοῖς καὶ τοῖς δυτικοῖς χωρίοις κινούμενος ὁ ἥλιος οὐκ ἐᾷ ψύξιν γενέσθαι πολλήν, ἔνθεν οὔτε πολὺς ὑετός, ἔνθεν οὔτε πολλὴ καπνώδης ἀναθυμίασις ἅτε τῆς γῆς μὴ διαβρόχου γινομένης. οὐ γίνονται διὰ τοῦτο ἄνεμοι σφοδροὶ ἐντεῦθεν. ἀλλ’ ἄξιόν ἐστιν ἀπορῆσαι, πῶς δυνατὸν πάλιν τὰ νότια μέρη γίνεσθαι ψυχρά, εἴ γε ἀλεεινότατος καὶ ἀληθινώτατος ἄνεμός ἐστιν ὁ νότος διὰ τὸ ἔκθερμον καὶ ξηρόν. ἢ λέγομεν, ὅτι λέγει εἶναι ψυχρὰ νῦν οὐ τὰ πρὸς ἡμᾶς, ἀλλὰ τὰ ὡς πρὸς τὸ πᾶν, ἢ καπνώδη ἀναθυμίασιν λέγει ἐκ τῶν νοτίων μερῶν γίνεσθαι πολλήν, οὐ λόγῳ ψύξεως καὶ ὄμβρων, ὥσπερ ἐν τῷ ἀρκτικῷ μέρει γίνεται, ἀλλὰ τῷ πολλὴν εἶναι γῆν ἐν τοῖς νοτίοις μέρεσιν ἤπερ ἐν τοῖς βορείοις. τὸ γὰρ πλέον τῆς γῆς ἐν τῷ νοτίῳ μέρει ἐστίν, ὡς πρὸς ἡμᾶς δίκην τυμπάνου ἀναπεπταμένου, ἐν δὲ τοῖς βορείοις δίκην ὀμφαλοῦ. διὰ γοῦν τὸ πολλὴν εἶναι γῆν ἐν τοῖς νοτίοις πολλὴ γίνεται ἡ καπνώδης ἀναθυμίασις. τὸ γὰρ ἐν ἑκάστῳ μορίῳ τῆς γῆς ἐκείνης ἀναδιδόμενον ὀλίγον εἰς ἓν συναθροιζόμενον ποιεῖ πολλὴν τὴν ἀναθυμίασιν καὶ σφοδρότατον ἄνεμον. ἐν δὲ τοῖς βορείοις ὀλίγη μέν ἐστιν ἡ γῆ, ἀλλ’ ἔνικμος· διὰ γὰρ τὴν ψῦξιν ὄμβροι γίνονται, καὶ διὰ τὸ ἔνικμον τῆς γῆς πολλὴ γίνεται ἡ καπνώδης ἀναθυμίασις, οὐ διὰ τὸ πλῆθος τῆς γῆς. οὕτω μὲν οὖν παραμυθητέον τὸν λόγον. ᾧ δῆλον, ὅτι ὁ ἄνεμος ἀπὸ καπνώδους γίνεται ἀναθυμιάσεως, οὐκ ἀπὸ ἀέρος. καὶ ταῦτα μὲν ἡ λέξις. φέρε δὲ καὶ ἡμεῖς προσευπορήσωμεν. ἕκτον ἐπιχείρημα· ὅτι γὰρ ὁ ἄνεμος ἐκ τῆς καπνώδους ἀναθυμιάσεως, οὐκ ἐκ τοῦ ἀέρος, δῆλον, ἐπειδὴ ἐν μέσῳ πελάγει οὐχ οὕτως ἐστὶ σφοδρὸς ὁ ἄνεμος ὥσπερ ἐν τοῖς περὶ τὸν αἰγιαλὸν τόποις καὶ κόλποις. τούτου δ’ αἴτιον, ὅτι ἐν τοῖς κόλποις πλησίον ἐστὶ τὸ ποιητικὸν αἴτιον τοῦ ἀνέμου, λέγω δὴ ἡ καπνώδης ἀναθυμίασις, ἥτις ἀνιοῦσα ἐκ τῆς γῆς ποιεῖ τὸν ἄνεμον· εἰ δ’ ἦν ἀὴρ κινούμενος ὁ ἄνεμος, ἐχρῆν καὶ ἐν μέσῳ.2 ἕβδομον δὲ καὶ τελευταῖον ἐπιχείρημα τοῦτο· εἰ, ὡς Ἱπποκράτης λέγει, ἀὴρ κινούμενός ἐστιν ὁ ἄνεμος, ἐπειδὰν ὁ ὑπὲρ τὰς ἀκρωρείας ἀὴρ μᾶλλον κινεῖται,3 λέγω δὴ ὁ κυκλοφορούμενος, ἐχρῆν μᾶλλον ἐκεῖ σφοδρότατον εἶναι τὸν ἄνεμον, σφοδροτέρως ἐκεῖσε τοῦ ἀέρος κινουμένου. ἀλλὰ μὴν ὁρῶμεν, ὅτι νηνεμία ἐστὶν ἐν ταῖς κορυφαῖς τῶν ὑψηλοτάτων ὀρῶν, ὡς μήτε γράμματα ἐπὶ σποδιᾶς γραφέντα σκεδάννυσθαι· δῆλον ὅτι οὐκ ἔστιν ἀὴρ κινούμενος ὁ ἄνεμος. ταῦτα ἔχει ἡ θεωρία.

这是第三条。第四条论证:希波克拉底啊,如果我们看到风与雨相互毁灭,并且它们相互产生,而相互毁灭与产生者是彼此对立的,对立者并非源自相同的近质料,那么显而易见,风不是由空气生成的,而是由烟状升发物生成的。因为雨既产生风又毁灭风,这是显而易见的。当风发生而暴雨突袭时,它就平息了风,因为产生风的烟状升发物被雨熄灭了;而当雨降落到大地上并湿透大地时,那时大地膨胀并蒸发,成为烟状升发物的质料,正如我们在湿木材上所看到的那样;因为不含水分之物根本没有任何烟状升发物。你看到,雨既产生风又毁灭这同一个风。因为当风猛烈而蒸气稀少时,那时它吹散蒸气,不容许它变稠并转变为水。但当风适度而蒸气众多时,这风便通过摇动和稀疏蒸气,毁灭了混杂在其中的烟状升发物。随后,在那升发物被分离出去之后,蒸气便冷却下来,冷却后变稠,变稠后转变为水。看哪,你已经明白了风如何既产生雨又毁灭雨。第五条论证:希波克拉底啊,风确实是由烟状升发物生成,而非如你所说是由于空气生成,这是显而易见的。因为我们看到,在四种普遍的风中,其中两种——我说的是东风与西风——并不极其猛烈,而北风与南风则是最专横的。原因在于,太阳不在北极与南极,因而没有加热那里的地方,而是使它们保持寒冷;由于保持寒冷,它们总是湿润的,以至于由于冷却而产生许多降雨,随后大地被彻底湿透,散发出大量的烟状升发物,正如已经说过的;因此之故,北风与南风成为强烈的风。而在东部与西部地区,太阳在运行中不容许产生大量的冷却,因此既没有多量的雨,也没有大量的烟状升发物,因为大地没有被湿透。因此之故,那里不产生强烈的风。但值得提出疑难的是,如果南风由于过度的炎热与干燥而确实是最温暖、最纯正的风,那么南部地区又如何可能变冷呢?对此我们要么说,他现在所说的寒冷不是指相对于我们而言的区域,而是相对于宇宙整体而言的区域;要么说,他认为南部地区产生大量的烟状升发物,并非由于冷却与降雨——正如北极区域发生的那样——而是由于南部地区的大地多于北部地区。因为大地的较大部分在南部,相对于我们而言犹如一张张开的鼓,而在北部地区则犹如肚脐。总之,由于南部有广袤的大地,烟状升发物变得很多。因为在那片大地的各个部分散发的少量升发物汇聚为一,造成了大量的升发物与最猛烈的风。而在北部地区,大地虽小却很湿润;因为由于冷却而产生降雨,并且由于大地的湿润而产生大量的烟状升发物,而非由于大地的面积广大。应当这样来为这一论说辩护。由此显而易见,风是由烟状升发物生成的,而不是由空气生成的。文句所含的内容就是这些。来吧,我们也进一步补充论据。第六条论证:风是由烟状升发物生成而非由空气生成,这是显而易见的,因为在大海的中央,风不如在海岸与海湾周围的地方那样猛烈。其原因在于,在海湾处,风的动力因——我说的是烟状升发物,它从大地升起并产生风——就在近旁;而如果风是运动着的空气,它本应在大海中央也[同样猛烈]。第七条也是最后一条论证如下:如果如希波克拉底所说风是运动着的空气,那么由于山峰上空的空气运动得更多——我说的是作圆周运动的空气——风本应在那里更为极其猛烈,因为空气在那里的运动更为剧烈。但我们分明看到,在最高山脉的顶峰上是一片平静,以至于写在灰烬上的字迹都不会被吹散;显而易见,风不是运动着的空气。当前的理论考察便包含这些内容。

语法注3 条
  1. 2.7.1τὰ δὲ φθείροντα καὶ γεννῶντα ἑαυτῶν ἐναντία εἰσί

    ἑαυτῶν 作为形容词 ἐναντία 的补足成分(“彼此相对立”),此处反身代词 ἑαυτῶν 被用来替代相互代名词 ἀλλήλων。

  2. 2.7.1εἰ δ’ ἦν ἀὴρ κινούμενος ὁ ἄνεμος, ἐχρῆν καὶ ἐν μέσῳ.

    非真实条件句(未完成过去直陈式 ἦν 搭配非人称动词 ἐχρῆν 的未完成过去式)。在结论部分,紧接着上文省略了不定式短语 σφοδρὸν εἶναι τὸν ἄνεμον 以及名词 πελάγει,须补足理解为“在海原中央[风也本应同样猛烈]”。

  3. 2.7.1ἐπειδὰν ὁ ὑπὲρ τὰς ἀκρωρείας ἀὴρ μᾶλλον κινεῖται

    连词 ἐπειδάν 之后未接虚拟式,而是接了现在直陈式 κινεῖται。这反映了晚期希腊语的用法,即 ἐπειδάν 用作表事实的原因连词(相当于 ἐπειδή),因而使用直陈式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:170.2-171.23