← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§168.14-170.1

论风由烟状升发物构成及其论证

奥林匹奥多罗探讨了亚里士多德关于风不是运动的空气而是源自烟状升发物的论点,注释了前三个论据(近质料的差异、暴烈运动的性质、干旱年份风多的事实),并针对同一纬度下气候差异的疑难提出了三个解答。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.7.1#1

" Ἐπεὶ δ’ ἕτερον ἑκατέρας τὸ εἶδος, φανερὸν ὅτι διαφέρει. " Ἡ παροῦσα λέξις πέντε τινὰ περὶ ἀνέμων παραδίδωσι· πρῶτον μέν, ὅτι οὐ, καθώς φησιν ὁ Ἱπποκράτης, ὁ ἄνεμος ἀήρ ἐστι κινούμενος· δεύτερον, ὅτι οὐχ ὡς φασί τινες, ἀθρόα ὕλη τῶν ἀνέμων ἐστὶν ὑπὸ γῆν, ὥσπερ καὶ τοῦ ὕδατος· τρίτον, τίς ἡ αἰτία τῆς λοξῆς κινήσεως τῶν ἀνέμων· τέταρτον, τίνες καὶ πόσοι οἱ ἄνεμοι· πέμπτον, τίνα τὰ ἴδια ἑκάστου ἀνέμου. ταῦτα μὲν τὰ πέντε παραδιδόασι κατὰ μέρος αἱ ἐφεξῆς πᾶσαι λέξεις· ἡ δὲ παροῦσα νῦν θεωρία τὸ πρῶτον μόνον τῶν πέντε ζητήσει, τοῦτο δ’ ἐστίν, ὅτι οὐκ ἔστιν ὁ ἄνεμος ἀὴρ κινούμενος, ἀλλ’ ἐστὶν ἐκ τῆς καπνώδους ἀναθυμιάσεως. καὶ τοῦτο κατασκευάζει διὰ πέντε ἐπιχειρημάτων, καὶ ἡμεῖς δ’ ἔξωθεν προσευπορήσαντες δείξομεν τὸ αὐτὸ διὰ δύο ἐπιχειρημάτων, ὡς εἶναι τὴν παροῦσαν θεωρίαν ἑπτὰ ἐπιχειρήματα δεικνύντα,1 ὅτι οὐκ ἔστιν ὁ ἄνεμος ἀὴρ κινούμενος. ὧν τὸ πρῶτόν ἐστιν τοιοῦτον· νόμος ἐστὶ φυσικός, ὥστε τῶν διαφόρων εἰδῶν διαφόρους εἶναι καὶ τὰς προσεχεῖς ὕλας, οἷον ἵππου καὶ θρόνου· ταῦτα γὰρ διάφορα ὄντα εἴδη καὶ διάφορον ἔχουσι τὴν προσεχῆ ὕλην, τὸ μὲν ἔμψυχον, τὸ δ’ ἄψυχον, τὴν μέντοι πόρρω τὴν αὐτήν· ἄμφω γὰρ ὕλη ἐστὶ τὰ τέσσαρα στοιχεῖα. τούτου οὕτως ἔχοντος εἰ, ὡς σὺ φῄς, Ἱππόκρατες, ὅτι πυκνούμενος ἀὴρ εἰς ὕδωρ μεταβάλλεται,2 εὑρεθήσεται τῶν διαφόρων εἰδῶν, φημὶ δὴ ὑετοῦ καὶ ἀνέμου, ἡ αὐτὴ προσεχὴς ὕλη, τουτέστι ἀήρ, ὅπερ ἄτοπον· δεῖ γὰρ διάφορον εἶναι καὶ τὴν προσεχῆ ὕλην. οὐκ ἄρα ὁ ἄνεμος ἐξ ἀέρος γίνεται, ἀλλ’ ἐκ τῆς καπνώδους ἀναθυμιάσεως. τοῦτο πρῶτον. δεύτερον ἐπιχείρημα· οὐ καλῶς λέγεις, Ἱππόκρατες, τὸν ἄνεμον ἀέρα εἶναι κινούμενον· πολὺ γὰρ διαφέρει ἡ τοῦ ἀνέμου κίνησις τῆς τοῦ ἀέρος κινήσεως. ἡ μὲν γὰρ τοῦ ἀέρος ἔκλυτός τε ὑπάρχει καὶ χαλαρά (εἰ γὰρ ἐν ταῖς καταπόσεσι τῶν οἴκων3 διὰ τὴν βίαν τὴν κάτω φερομένην συντεταμένη καὶ σφοδρὰ γίνεται, ἀλλ’ οὖν οὐκ ἐπιμένει, ἀλλὰ πάλιν καθίσταται παραχρῆμα), ἡ δὲ τοῦ ἀνέμου κίνησις τυραννική ἐστι καὶ βιαιοτάτη, ὡς δηλοῦσι καὶ οἱ σεισμοὶ τὰ μέγιστα βάρη σαλεύοντες, φημὶ δὴ τὴν γῆν· οὐδὲν γὰρ ἕτερόν ἐστι σεισμὸς ἢ ὑπόγειος ἄνεμος. ἄλλως τε κἀκ τοῦ εἰρημένου ἐν τῷ πρώτῳ βιβλίῳ δῆλον, ὡς τυραννικὴν εἶναι τὴν τῶν ἀνέμων κίνησιν. ὅταν γὰρ εἴπωμεν τὸν μέγαν κομήτην φανῆναι, τότε γέγονε σφοδρότατος ἄνεμος, ὥστ’ ἐν τῷ ἀέρι λίθον μέγαν μετεωρισθέντα ῥιφῆναι ἐν Αἰγὸς ποταμοῖς. ᾧ δῆλον, ὅτι ἄλλη κίνησις ἀέρος καὶ ἄλλη ἀνέμου· οὐκ ἄρα ἀήρ ἐστιν ἄνεμος. τρίτον ἐπιχείρημα· τί δήποτε, Ἱππόκρατες, ἐν μὲν τοῖς ἐπόμβροις ἔτεσιν οὐ γίνονται πολλὰ πνεύματα, ἐν δὲ τοῖς αὐχμώδεσι πολλὰ γίνονται; εἰ γὰρ ἐκ τοῦ ἀέρος γίνεται ὁ ἄνεμος, ἐχρῆν ὁμοίως καὶ ἐν τοῖς ἐπόμβροις ἔτεσιν καὶ ἐν τοῖς αὐχμώδεσι καιροῖς γίνεσθαι ἀνέμους, εἴπερ, ὡς λέγεις, ἐκ τοῦ ἀέρος γίνεται. ἀλλὰ μὴν ὁρῶμεν, ὅτι ὅταν ἐπικρατήσῃ ἡ ξηρὰ ἀναθυμίασις, τουτέστιν ἡ καπνώδης, τηνικαῦτα καὶ τὸ ἔτος αὐχμηρὸν γίνεται καὶ ἄνεμοι γίνονται πολλοί. δῆλον ἄρα, ὅτι ἐκ τῆς καπνώδους ἀναθυμιάσεως γίνονται οἱ ἄνεμοι, οὐκ ἐξ ἀέρος κινουμένου. εἶτ’ ἐν μέσῳ ἀπορεῖ ὁ φιλόσοφος, ὅτι τί δήποτε ἐν τοῖς αὐχμώδεσι καὶ τοῖς ἐπόμβροις ἔτεσιν οὐχ ὁμοίως πᾶσαι αἱ πόλεις καὶ αἱ χῶραι αἱ ὑπὸ τὸν αὐτὸν παράλληλον οὖσαι ἀπολαύουσι τῶν ὑετῶν ἢ τῶν αὐχμῶν, ἀλλ’ αἱ μὲν μᾶλλον, αἱ δὲ ἧττον; ἐχρῆν γάρ, φησί, πάσας τὰς ὑπὸ τὸν αὐτὸν παράλληλον οὔσας πόλεις ὁμοίως διακεῖσθαι κατὰ τὸ ὑγρὸν καὶ αὐχμηρόν. καὶ δίδωσι πάλιν τρεῖς ἐπιλύσεις. πρῶτον μέν, ὅτι ὡς ἐπὶ τὸ πλεῖστον πᾶσαι αἱ ὑπὸ τὸν αὐτὸν οὖσαι παράλληλον τῶν ὁμοίων ἀπολαύουσι, σπανίως δὲ οὐ τῶν ὁμοίων· φυσικοῦ δὲ φιλοσόφου ἐστὶ περὶ τὰ ὡς ἐπὶ τὸ πολὺ γινόμενα καταγίνεσθαι. ἔπειτα δ’ ὅτι συμβαίνει ἐν ταῖς ὑπὸ τὸν αὐτὸν παράλληλον οὔσαις χώραις ποῦ μὲν πλείονα ἀναδίδοσθαι τὴν καπνώδη ἀναθυμίασιν, ποῦ δὲ τὴν ἀτμιδώδη, καὶ τούτου χάριν παραλλάσσειν κατὰ τὰς κράσεις. εἰπὲ δὲ καὶ ἄλλως, ὅτι συμβαίνει τοῦτο διὰ τὴν θέσιν τῆς πόλεως ἢ τῆς χώρας, εἰ γὰρ καὶ αὐχμηρὸν εἴη τὸ ἔτος, εἴη δὲ ἡ μὲν πόλις παραθαλασσία ἢ παρὰ ποταμοὺς ἢ παρὰ λίμνας, ὥσπερ ἡ ἡμετέρα πόλις, ἡ Ἀλεξάνδρεια λέγω, κεκόσμηται· ὅθεν θέρος ἔχει ψυχρόν, καίτοι καὶ τῆς Αἰγύπτου καὶ τῆς Λιβύης θερμοτάτης οὔσης. εἰ δ’ εἴη ἐν κοίλῳ τόπῳ καὶ πνιγηρῷ, ἔνθα μή ἐστι παραρρέον ὕδωρ, δῆλον ὅτι οὐχ ὁμοίως ἀπολαύουσιν αὗται αἱ πόλεις τοῦ αὐχμοῦ, εἰ καὶ ὑπὸ τὸν αὐτὸν παράλληλόν εἰσιν, ἀλλ’ αἱ μὲν μᾶλλον, αἱ δ’ ἧττον διὰ τὴν θέσιν.

“既然两者的形式彼此不同,显而易见它们是不同的。” 当前的文句传授了关于风的五件事:第一,并非如希波克拉底所说,风是运动着的空气;第二,并非如某些人所说,地下有着风的聚集质料,犹如水那样;第三,风作斜向运动的原因是什么;第四,风有哪些,共有多少种;第五,每种风的固有特征是什么。接下来的所有文句依次传授这五件事;而当前的这一理论考察将仅探讨这五件事中的第一件,即:风不是运动着的空气,而是源自烟状升发物。[亚里士多德]通过五个论证确立了这一点,而我们也从外部补充论据,通过两个论证来证明同一件事,从而使当前的考察成为证明风不是运动着的空气的七个论据。其中第一个如下:按照自然法则,对于不同的种而言,其近质料也是不同的,例如马与座椅;因为它们作为不同的种,也有着不同的近质料,一者是有生命的,另一者是无生命的,不过它们远质料是相同的;因为四元素是两者的质料。既然如此,希波克拉底啊,如果正如你所说,凝聚的空气转变为水,那么对于不同的种——我说的是降雨和风——就会发现有相同的近质料,即空气,而这是荒谬的;因为近质料也必须是不同的。因此,风不是由空气生成的,而是由烟状升发物生成的。这是第一条。第二条论证:希波克拉底,你说风是运动着的空气,这是不对的;因为风的运动与空气的运动大相径庭。空气的运动是弛缓松散的(因为即使在房屋的下行通风道中,由于向下运行的力量它变得紧张而剧烈,但它无论如何不能持久,而是立刻又平息下来),而风的运动则是专横且极暴烈的,正如地震所显明的那样,它震动着最庞大的质量,我说的是大地;因为地震无非就是地下的风。此外,从第一卷所说的内容也可以清楚地看出,风的运动是专横的。因为当我们说那颗大彗星显现时,那时发生了一场极其强烈的暴风,以至于一块巨石在空中被卷起并抛落在羊河。由此显而易见,空气的运动是一回事,风的运动是另一回事;因此风不是空气。第三条论证:希波克拉底啊,究竟为什么在多雨的年份不产生很多风,而在干旱的年份却产生很多风?因为如果风由空气生成,那么只要真如你所说由空气生成,就应当在多雨之年与干旱时期同样产生风。但我们分明看到,每当干燥的升发物、亦即烟状升发物占优势时,那时这一年既变得干旱,风也变得很多。因此显而易见,风是由烟状升发物生成的,而不是由运动着的空气生成的。随后,哲学家在中间提出了一个疑难:究竟为什么在干旱和多雨的年份,处于同一纬度线下的所有城市和地区并非同样地承受降雨或干旱,而是有些承受得多,有些承受得少?因为他说,处于同一纬度线下的所有城市,本应当在湿润与干旱方面处于相似的状态。他又给出了三个解答。首先,处于同一纬度线下的所有地方绝大多数都承受相似的状况,只有极少数情况下不相似;而自然哲学家的职责是探讨那些在绝大多数情况下发生的事情。其次,在处于同一纬度线下的地区中,有时在某些地方散发更多的烟状升发物,在另一些地方散发更多的蒸气状升发物,因此在混合状态方面产生差异。此外还可以换一种方式说:这种情况的发生是由于城市或地区的位置;因为即使这一年是干旱的,如果该城市位于海滨、河畔或湖畔,正如同我们的城市——我说的是亚历山大里亚——所处的位置那样;因此它享有凉爽的夏天,尽管埃及和利比亚都极其炎热。但如果它位于洼地和闷热之处,那里没有流水流经,显而易见这些城市即使处于同一纬度线下,也不会同样地承受干旱,而是由于地理位置的缘故,有的承受得多,有的承受得少。

语法注3 条
  1. 2.7.1ὡς εἶναι τὴν παροῦσαν θεωρίαν ἑπτὰ ἐπιχειρήματα δεικνύντα

    由 ὡς 加不定词(ὡς εἶναι)构成的结果从句,宾格 τὴν παροῦσαν θεωρίαν 作其主语。中性复数分词 δεικνύντα 修饰表语宾格 ἑπτὰ ἐπιχειρήματα,表达“从而使当前的考察成为证明……的七个论据”这一结果含义。

  2. 2.7.1εἰ, ὡς σὺ φῄς, Ἱππόκρατες, ὅτι πυκνούμενος ἀὴρ εἰς ὕδωρ μεταβάλλεται

    一个略带冗余与破格性质的句式:表示条件的连词 εἰ 之后紧跟插入语 ὡς σὺ φῄς 与呼格 Ἱππόκρατες,随后又由 ὅτι 引出内容从句。在逻辑结构上它等同于一个条件从句:“如果(正如你所说)凝聚的空气转变为水”,对应主句的归结部 εὑρεθήσεται。

  3. 2.7.1ἐν ταῖς καταπόσεσι τῶν οἴκων

    κατάποσις 字面意义为“吞咽”或“食道”,但在建筑与气象语境中,它指房屋中狭窄的通风口、风道或下冲气流道。紧随其后的 διὰ τὴν βίαν τὴν κάτω φερομένην(“由于向下运行的力量”)证实了其指狭窄的下行气流通路。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:168.14-170.1