← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§16.24-17.30

关于天体构成元素的柏拉图学说与反驳思路

奥林匹奥多罗针对339b2的疑难展开讨论,论及天体是由第五元素还是由四元素构成的柏拉图学说争议,概括了依据运动差异确立天体独立本质的论证,并梳理了关于天界及中间充填状态的诸替代假说(纯火、纯气或混合)以待反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.3.1#1

" Πρῶτον μὲν οὖν ἀπορήσειεν ἄν τις." Ἆρα δικαίως τῇ προτεραίᾳ συνεχρησάμεθα λέγοντες πέντε εἶναι ἁπλᾶ σώματα, καὶ τούτων τὸ μὲν ἓν ποιητικόν, ἴδια δὲ ὑπόλοιπα τέσσαρα ὑλικά, τοῦ Πλάτωνος τὰ οὐράνια σώματα οὐκ ἐκ πέμπτου τινὸς σώματος λέγοντος εἶναι,1 ἀλλ’ ἐκ τῶν τεσσάρων στοιχείων ἐπικρατοῦντος μᾶλλον ἐν αὐτοῖς τοῦ πυρείου. καὶ ἤδη μὲν τούτου δέδωκεν εὐθύνας ἐν τῇ Περὶ οὐρανοῦ πραγματείᾳ· ἐκεῖσε γὰρ ἀποδέδωκεν ὁ φιλόσοφος, ὅτι ἐκ πέμπτου τινὸς σώματος, οὐκ ἐκ τῶν τεσσάρων στοιχείων γεγόνασι τὰ οὐράνια σώματα, καὶ τοῦτο δέδειχεν ἐκ τῆς διαφόρου κινήσεως· εἰ γὰρ διάφορος ἡ κίνησις τούτων, διάφορος καὶ ἡ οὐσία. ἀλλὰ μὴν τὰ μὲν οὐράνια κύκλῳ κινοῦνται, τὰ δὲ τέσσαρα στοιχεῖα ἐπ’ εὐθείας· πρόδηλον ἄρα, ὅτι ἑτέρας εἰσὶν οὐσίας. καὶ νῦν δὲ πάλιν ὁ Ἀριστοτέλης ὡς ἐν παρεκβάσει τοῦτο αὐτό·2 ‘οὐκ ἐκ τῶν τεσσάρων στοιχείων τὰ οὐράνια σώματα’. πέντε γὰρ ὄντων ἁπλῶν σωμάτων κατὰ τὸν Ἀριστοτέλη τὰ ἀσαφῆ ἐκ τῶν σαφῶν διδάσκει. ἐν γὰρ τούτοις τοῖς πέντε ὕδωρ μόνον καὶ γῆν ὁρῶμεν, τῶν δ’ ἄλλων οὐδὲν ὁρῶμεν, οὐκ ἄρα οὐδὲ τὸ πέμπτον σῶμα οὐδὲ τὸ ὑπέκκαυμα. τούτων οὕτως ἐχόντων † μάτην γὰρ καὶ τὸ ὕδωρ καὶ τὸ ὑπόλοιπον ὅλον τὸ ἀπὸ τούτων μέχρι τῶν ἐσχάτων ἄστρων τί ἂν εἴη. ἢ γὰρ πῦρ μόνον ἐστὶν ἢ ἀὴρ μόνον ἢ καὶ ἀὴρ καὶ πῦρ. καὶ τοῦτο διχῶς· ἢ γὰρ τὰ ἄστρα καὶ αἱ σφαῖραι πύρεια, μόνον δὲ τὰ μεταξὺ ἀέρια, ἢ τὰ μὲν ἄστρα μόνον πύρεια, αἱ δὲ σφαῖραι καὶ τὸ μεταξὺ ὅλον ἀέριον. αὗται γὰρ αἱ δόξαι δοκοῦσί πως εἶναι πιθαναί. καὶ γὰρ δοκεῖ πᾶν ἀὴρ εἶναι διὰ τὸ ἀόρατον ἀλλὰ μὴν † τῶν μὲν ἄστρων πύρειον, τὸ δὲ λοιπὸν ἅπαν ἀέριον διὰ τὸ καὶ τὸν ἀέρα καὶ τὸ ὑπέκκαυμα καὶ τὰς σφαίρας ἀοράτους εἶναι. μόνα δὲ τὰ ἄστρα πυρώδη εἰσίν, ὡς καὶ τὸν Ἀναξαγόραν μύδρον καλέσαι τὸν ἥλιον διὰ τὸ ἄμετρον τῆς πυρώσεως· μύδρος γάρ ἐστιν ὁ πεπυρακτωμένος σίδηρος. διὸ καὶ ὁ Ἀναξαγόρας ἐξωστρακίσθη ἐκ τῶν Ἀθηναίων ὡς τοιοῦτόν τι τολμήσας εἰπεῖν. ὕστερον δὲ ἀνεκλήθη διὰ τῆς Περικλέους ῥητορείας· ἀκροατὴς γὰρ ὢν ἔτυχεν ὁ Περικλῆς Ἀναξαγόρου. τριῶν οὖν οὐσῶν τούτων ὑποθέσεων ἐὰν δείξωμεν, ὅτι οὐδεμία τούτων ἀληθής, λείπεται δῆλον τὸ ὑπόλοιπον πρὸς τῇ γῇ καὶ τοῦ ὕδατος παντὸς ἀέρα εἶναι καὶ ὑπέκκαυμα καὶ τὸ πέμπτον σῶμα. πῦρ μὲν οὖν οὐ δυνατὸν εἶναι τὰς σφαίρας καὶ τὰ ἄστρα, τὸ δὲ μεταξὺ μόνον ἀέρα. ἦ γὰρ ἂν ἐκ πολλοῦ τὸ ὅλον διέφθαρτο καὶ πῦρ μόνον ἦν,3 ἐπειδὴ γὰρ δείκνυται ἐν ἀστρονομικοῖς λόγοις ἡ γῆ κέντρου λόγον ἐπέχουσα πρὸς τὸ πᾶν.

“首先,有人可能会提出一个疑难。” 尽管柏拉图说天体并非由某种第五种物体构成,而是由四种元素构成,且火性在其中占优势,我们在昨天说有五种单纯物体、其中一种是动力性的、其余四种是质料性的,究竟是否正当合理地使用了[这一前提]呢?关于这一点,他[亚里士多德]已经在《论天》著作中作了说明;因为哲学家在那部著作中已经阐明天体是由某种第五种物体生成的,而不是由四元素生成的,并且他从它们的不同运动证明了这一点。因为如果它们的运动不同,它们的本质也不同。然而,天体作圆周运动,而四种元素作直线运动;因此显然,它们属于不同的本质。而如今亚里士多德又仿佛在题外话中提起这完全相同的一点,即“天体并非由四元素构成”。因为按照亚里士多德的观点,在存在五种单纯物体的情况下,他是从明显的事物出发来教授不明显的事物的。因为在这五种物体中,我们只看到水和土,而其余的我们什么也看不到,因此既看不到第五种物体,也看不到引火物。既然情况如此,† 那么徒然地水以及整个其余部分,从这些到最遥远的星辰究竟会是什么呢?因为它要么唯独是火,要么唯独是空气,要么既是空气又是火。而这[最后一种]又有两种情况:要么星辰和天球是火性的,唯独其间的是气性的;要么唯独星辰是火性的,而诸天球与中间的全部都是气性的。因为这些看法似乎在某种程度上是有说服力的。因为的确由于不可见而似乎全部都是空气;另一方面 † 星辰是火性的,其余全部则是气性的,这是由于空气、引火物和诸天球都是不可见的。唯独星辰是火状的,以至于阿那克萨戈拉由于其火热的炽烈甚至把太阳称为“炽热块”;因为炽热块就是烧红的铁。因此阿那克萨戈拉因为胆敢说出这样的话而被雅典人放逐。但后来由于伯里克利的雄辩他被召回;因为伯里克利碰巧是阿那克萨戈拉的听众。因此,在这三个假说存在的情况下,如果我们证明其中没有一个是真实的,那么显然剩下的结论就是:在土和所有的水之外,其余部分是空气、引火物和第五种物体。天球和星辰是火、中间唯独是空气,这是不可能的。因为如果是这样,整个宇宙早就被毁灭而唯独剩下火了;因为在天文学论述中已经证明,地球相对于全宇宙占有中心的比例。

语法注3 条
  1. 1.3.1τοῦ Πλάτωνος τὰ οὐράνια σώματα οὐκ ἐκ πέμπτου τινὸς σώματος λέγοντος εἶναι

    属格独立结构,相对于主句“我们……是否正当合理地使用了[这一前提](Ἆρα δικαίως ... συνεχρησάμεθα)”带有让步意味(“尽管柏拉图说……”)。

  2. 1.3.1ὡς ἐν παρεκβάσει τοῦτο αὐτό

    省略主动词的句式。根据上下文可补出 λέγει 或 παραδίδωσι(“提起/论述这完全相同的一点”)。随后的引述(“οὐκ ἐκ τῶν τεσσάρων...”)作为同位语解释 τοῦτο αὐτό 的具体内容。

  3. 1.3.1ἦ γὰρ ἂν ἐκ πολλοῦ τὸ ὅλον διέφθαρτο καὶ πῦρ μόνον ἦν

    与事实相反的虚拟条件句(反事实条件句)的归结从句。ἦ 是强调语气词(“的确、实在”),后接 γάρ 与 ἄν;过去完成时 διέφθαρτο 和未完成过去时 ἦν 与 ἄν 连用,表达与事实相反的结果(“整个宇宙早就被毁灭而唯独剩下火了”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:16.24-17.30