← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§166.3-168.12

咸水诸论证的辨析与向风论的过渡

奥林匹奥多罗针对亚里士多德《气象论》359a16–359b34,逐条解释关于咸水与水之滋味的诸项论据引文,总结关于水的论述,并借助两类升发物(蒸气与烟状气)相互促进生成的三个前提,过渡到关于风的讨论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.6.2

" Εἰ δὲ ἔστιν, ὥσπερ μυθολογοῦσί τινες." Τὸ πρῶτον ἐπιχείρημα τὸ ἀπὸ τῆς Νεκρᾶς θαλάσσης, ἧς τὸ ὕδωρ τοσοῦτόν ἐστιν ἁλμυρώτατον. καὶ ὅρα, πῶς μῦθον τὸ τοιοῦτον προφέρει καίτοι ἀληθὲς ὄν, ἡμεῖς δὲ τὴν αἰτίαν εἴπομεν.

“但是如果真有,正如某些人所传说的。” 这是源自死海的第一条论据,死海的水是如此极其咸涩。请看,尽管这件事是真实的,他是如何将其作为传说提出来的;而我们已经说明了其原因。

§2.6.3

"Ἔν τε γὰρ τῇ Χαονίᾳ κρήνη τίς ἐστιν ὕδατος." Τὸ δεύτερον ἐπιχείρημα τὸ ἀπὸ τῆς ἐν Δωδώνῃ κρήνης.

“因为在卡奥尼亚也有一处泉水。” 这是源自多多纳之泉的第二条论据。

§2.6.4

"Εἵλοντο γάρ, ὡς ἐκεῖ μυθολογοῦσι." Τὴν μυθικὴν αἰτιολογίαν λέγει, τὸ γλυκὺν ὄντα τὸν ἐν Δωδώνῃ ποταμὸν μὴ ποιεῖν ἰχθῦς,1 ᾧ μίσγεται ἡ κρήνη.

“因为正如当地人所传说的,他们做出了选择。” 他陈述了神话性的原因论,即该泉水所混入的多多纳河流虽是甜水,却不出产鱼。

§2.6.5

"Τοιοῦτον δὲ γίνεται καὶ ἐν Ὀμβρικοῖς." Τὸ τρίτον ἐπιχείρημα τὸ λέγον, ὅτι ἀπὸ τέφρας ἑψομένης γίνονται ἅλες.

“在翁布里亚人的地方也发生同样的事。” 这是第三条论据,它指出盐是由煎煮的灰烬生成的。

§2.6.6

"Ὅσα δ’ ἐστὶν ἁλμυρὰ ῥεύματα ποταμῶν ἢ κρηνῶν, τὰ πλεῖστα θερμὰ εἶναι δεῖ νομίζειν." Τὸ τέταρτον ἐπιχείρημα τὸ λέγον, ὅτι πᾶν ἁλμυρὸν θερμόν ἐστιν ἢ δυνάμει ἢ ἐνεργείᾳ.

“凡是河流或泉水的咸水流,绝大多数应当被认为是热的。” 这是第四条论据,它指出凡咸的事物无论在潜能上还是在现实上都是热的。

§2.6.7

"Δι’ ἧς διηθοῦνται γῆς, ἔτι μένειν οὖσαν κονίαν καὶ τέφραν." Τὸ πέμπτον ἐπιχείρημα τὸ λέγον, ὅτι πᾶν ὕδωρ καθὸ γευστὸν ἐπιμιξίαν ἔχει γεώδους οὐσίας, ἐπεὶ καθ’ αὑτὸ ἄχυμόν ἐστι.

“它们渗滤穿过的土地,仍然存留为草木灰与灰烬。” 这是第五条论据,它指出凡水就其可尝而言,都具有土质实体的杂质,因为水就其自身而言是无味的。

§2.6.8

"Περὶ μὲν οὖν ὕδατος καὶ θαλάττης, δι’ ἃς αἰτίας ἀεί τε συνεχῶς εἰσι." Τουτέστι διὰ ποίαν αἰτίαν συνεχῶς ἡ θάλασσα μένει ἁλμυρά; ὅτι μίγνυται ἡ καπνώδης ἀναθυμίασις τῷ ὑομένῳ.

“关于水与海,它们出于何种原因始终不断地存在。” 也就是说,海出于何种原因持续保持为咸的?因为烟状升发物与雨水混合在一起。

§2.6.9

"Πῶς μεταβάλλουσιν." Ὑπάκουσον2 ἡ καπνώδης καὶ ἀτμιδώδης ἀναθυμίασις· συμβάλλονται γὰρ ἀλλήλαις.

“它们如何转变。” 请补充理解主语为:烟状与蒸气状升发物;因为它们彼此促进。

§2.6.10

"Ἔτι δὲ ὅσα πάθη κατὰ φύσιν αὐτοῖς συμβαίνει." Πῶς γίνεται γλυκὺ τὸ ὕδωρ ἢ ἁλμυρὸν ἢ πικρόν; ὅτι πρὸς τὴν ἐπιμιξίαν τῆς γεώδους οὐσίας.

“以及依照本性发生在它们之上的各种属性。” 水是如何变成甜的、咸的或苦的?乃是由于土质实体的杂质。

§2.6.11

"Εἴρηται σχεδὸν ἡμῖν περὶ τῶν πλείστων." Οὐχ ὅτι ἐλλιπὴς ἔτι ἐστὶν ὁ περὶ ὕδατος λόγος εἶπεν, ὅτι εἴρηται ἡμῖν περὶ τῶν πλείστων, ἀλλὰ περὶ τῶν πλείστων ἀκουστέον πρὸς τὸ παθῶν.3 περὶ γὰρ τοῦ πλείστου πάθους εἴρηται ἡμῖν τοῦ ὕδατος, τουτέστι χυμῶν· οὔτε γὰρ περὶ πάντων χυμῶν τοῦ ὕδατος εἴρηται, ἀλλὰ περὶ τινῶν· περὶ γὰρ πάντων ἐν τῷ Περὶ χυμῶν αὐτοῦ μονοβίβλῳ εἴρηται.

“关于绝大多数,几乎已被我们论述过了。” 他说“关于绝大多数已被我们论述过”,并不是因为关于水的论述仍有残缺,而是应当把“关于绝大多数”理解为针对“属性”而言。因为关于水的最大的属性、即诸滋味,已被我们论述过了;因为并没有论述水的一切滋味,而是论述了其中一部分;关于全部滋味,已在他那部题为《论滋味》的专著中讨论过了。

§2.6.12

"Περὶ δὲ πνευμάτων λέγωμεν λαβόντες τὴν ἀρχὴν τὴν εἰρημένην ἡμῖν πρότερον." Συμπεράνας τὸν περὶ ὕδατος λόγον πάλιν ἀνακεφαλαιοῦται τὸν περὶ ἀνέμων λόγον. καί φησιν, ὅτι δεῖ ἀναλαβεῖν τὴν εἰρημένην ἡμῖν πρότερον ἀρχὴν περὶ ἀνέμων, τουτέστιν, ὅτι διττή ἐστιν ἀναθυμίασις, ἡ μὲν ἀτμιδώδης, ἡ δὲ καπνώδης. καὶ ἐκ μὲν τῆς ἀτμιδώδους γίνεται ὑετός, ἐκ δὲ τῆς καπνώδους ἄνεμος, ἅπερ ἐναντία εἰσί. καὶ ἔχεις τὸ πρῶτον λημμάτιον.

“我们且以先前由我们陈述过的本原为出发点来讨论风。” 在结束了关于水的论述之后,他重新概括关于风的论述。他说必须重新拾取先前由我们陈述过的关于风的本原,即升发物有双重,一种是蒸气状的,另一种是烟状的。由蒸气状升发物生成降雨,而由烟状升发物生成风,这两者是对立的。这样你就得到了第一个小前提。

§2.6.13

"Ἔστι δὲ οὔτε τὸ ὑγρὸν ἄνευ τοῦ ξηροῦ, οὔτε τὸ ξηρὸν ἄνευ ὑγροῦ." Τὸ δεύτερον λῆμμα τὸ λέγον, ὅτι συμμεμιγμέναι εἰσὶν ἑαυταῖς αἱ δύο ἀναθυμιάσεις, ἐπειδὴ καὶ τὰ ἐξ αὐτῶν.

“湿者不能无干,干者亦不能无湿。” 这是第二个前提,它指出两种升发物彼此混合,因为由它们生成的事物也是如此。

§2.6.14

"Φερομένου δὴ τοῦ ἡλίου κύκλῳ." Τὸ τρίτον λῆμμα τὸ λέγον, ὅτι συμβάλλονται ἑαυταῖς πρὸς γένεσιν αὐτῶν αἱ ἀναθυμιάσεις. τί γάρ φησιν; ὅτι τοῦ ἡλίου κύκλῳ κινουμένου καὶ ποτὲ βορείου γενομένου καὶ ὡς πρὸς ἡμᾶς ἀνιόντος, ποτὲ δὲ νοτίου καὶ ὡς ἀφ’ ἡμῶν κατιόντος συμβαίνει ἐν μὲν τῷ γίνεσθαι αὐτὸν πρὸς ἡμᾶς ἀνάγειν4 τὸ ἀπὸ τῆς γῆς ὑγρὸν καὶ ἐξατμίζειν αὐτὸ διὰ τὸ πολλὴν εἶναι τὴν θερμότητα αὐτοῦ (τηνικαῦτα καὶ ἡ καπνώδης ἀναθυμίασις γίνεται), ἀποστάντος δ’ ἀφ’ ἡμῶν καὶ νοτίου γινομένου ἡ ἀνενεχθεῖσα ἀτμὶς ἐν τῷ θέρει μηκέτι θερμαινομένη ἀλλὰ ψυχομένη παχύνεται καὶ εἰς ὕδωρ μεταβάλλεται· μεταβαλλόμενον δ’ εἰς ὕδωρ καὶ φερόμενον ἐπὶ τὴν γῆν ὑγραίνει αὐτήν, ὑγραινομένη δ’ ἡ γῆ μᾶλλον ἀναδίδωσι τὴν καπνώδη ἀναθυμίασιν, δίκην ὑγροῦ ξύλου. τὰ γὰρ ὑγρὰ ξύλα μᾶλλον εἰσιν ἐπιτήδεια πρὸς καπνοῦ γένεσιν, τὰ δὲ ξηρὰ καὶ σχεδὸν ἄνικμα ἄκαπνά εἰσιν. ὅθεν καὶ ἡ ξηροτάτη γῆ καὶ ἄνικμος οὐ θυμιᾶται, οἷον ψάμμος, διὰ τὸ μὴ ἔχειν ἰκμάδα. ὅρα οὖν, πῶς ἑαυταῖς συμβάλλονται πρὸς γένεσιν αἱ δύο ἀναθυμιάσεις.

“当太阳沿圆周运行时。” 这是第三个前提,它指出升发物对它们自身的生成互相促进。因为他说了什么?当太阳沿圆周运动,有时处于偏北位置而朝我们升起,有时处于偏南位置而离我们落下时,在它朝向我们时,由于其热力巨大,便抽取引拔大地的湿气并使其蒸发(此时烟状升发物也随之生成);而在它离开我们偏向南方时,夏季被引拔上升的蒸气不再受热反而受冷,便凝结稠化转变为水;而转变为水并落到大地上时,便湿润大地,受湿润的大地就像湿木头一样更多地散发出烟状升发物。因为湿木头更适宜生成烟,而干燥几乎无湿气的木头则是无烟的。因此,最干燥且缺乏湿气的土壤,例如沙子,因不含湿分便不产生升发物。由此可见,两种升发物是如何在生成上彼此促进的。

语法注4 条
  1. 2.6.4τὸ γλυκὺν ὄντα τὸν ἐν Δωδώνῃ ποταμὸν μὴ ποιεῖν ἰχθῦς

    带中性单数宾格定冠词的不定式短语 τὸ ... μὴ ποιεῖν 作为同位语,具体解释前文的宾格短语 τὴν μυθικὴν αἰτιολογίαν。宾格 τὸν ... ποταμόν 是不定式 ποιεῖν 的逻辑主语,分词 ὄντα 则带有让步意味(“尽管是甜水”)。

  2. 2.6.9Ὑπάκουσον

    命令法现在时 ὑπάκουσον 是注疏作品中的专门惯用法,意为“请补充理解[省略的成分]”。其后紧跟的主格短语 ἡ καπνώδης καὶ ἀτμιδώδης ἀναθυμίασις 即作为引文中动词 μεταβάλλουσιν 所需补足的主语。

  3. 2.6.11ἀκουστέον πρὸς τὸ παθῶν

    动形容词 ἀκουστέον 用于无人称结构,表示必然性(“应当理解为”)。介词短语 πρὸς τὸ παθῶν 表示关联(“联系‘诸受动/性质’这一词”),其中中性定冠词 τὸ 用于指代前文出现的名词 παθῶν。

  4. 2.6.14συμβαίνει ἐν μὲν τῷ γίνεσθαι αὐτὸν πρὸς ἡμᾶς ἀνάγειν

    不定式 ἀνάγειν(以及 ἐξατμίζειν)充当无人称动词 συμβαίνει 的主语从属结构。在由 μέν ... δέ 相对比的后半句(ἀποστάντος δ’ ...)中,句法结构发生了破格转变(anacoluthon),并未继续使用不定式,而是直接转为直陈式限定动词(παχύνεται καὶ ... μεταβάλλεται)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:166.3-168.12