← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§164.24-166.2

盐分的补充论证与关于风的双重升发物

奥林匹奥多罗从神话和自然学两方面解释了多多纳河流不产鱼的原因,继而通过草木灰制盐(第三个论据)以及温泉之热与滋味的产生(第四个论据)论证了海水发咸的原因,并阐述了亚里士多德在重返关于风的论题时如何重温《气象论》第一卷中关于双重升发物的三个前提。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.6.1#2

καὶ ἔστι τούτου ἀποδοῦναι αἰτίαν μυθικῶς τε καὶ φυσικῶς· μυθικῶς μέν, ὅτι λέγεται τὸν Ἡρακλέα τὰς ἐξ Εὐρυσθέως ἄγοντα βοῦς1 ἐκεῖθεν παρεληλυθέναι, εἶτα ἐρωτήσαντα τοὺς περὶ Δωδώνην, ὅ τι θέλοιεν, πότερον τὴν κρήνην ἅλας αὐτοῖς ποιεῖν ἢ τὸν ποταμὸν ἰχθύας, αὐτοὶ μᾶλλον εἵλοντο τὴν κρήνην ἅλας ποιεῖν. οὕτω μυθικῶς. φυσικῶς δέ, ὅτι τὸ τοῦ ποταμοῦ ὕδωρ ψυχρότατον φέρεται κατὰ πετρωδῶν χωρίων, ἅτινα μᾶλλον ἐπιτείνουσιν αὐτοῦ τὴν ψυχρότητα, καὶ διὰ τοῦτο οὐκ ἔστι ζωογόνον· τὸ γὰρ γόνιμον πρὸς τὸ θερμόν ἐστι μᾶλλον. τοῦτο καὶ τὸ δεύτερον. τρίτον ἐπιχείρημα· ὅτι γὰρ πᾶσα ἁλμυρότης ἐξ ἐπιμιξίας γεώδους οὐσίας γίνεται, δῆλον. ἰδοὺ γὰρ ἐν Ὀμβρικοῖς χώρα [δέ] ἐστιν ἑλώδης ἡ τοιαύτη, ἐν ᾗ κάλαμοι καὶ σχοῖνοι γίνονται πλεῖστοι· τούτους καίοντες οἱ τῆς χώρας καὶ ἀποτεφροῦντες καὶ τὴν τέφραν εἰς ὕδωρ ἀφεψῶντες καὶ ψύχοντες τὸν ἐπίπαγον ἅλας εὑρίσκουσιν. ὁρᾷς, πῶς γεώδους οὐσίας ἐστὶν ἡ ἁλμυρότης· οὐκοῦν καὶ ἡ θάλασσα ἁλμυρὰ οὖσα ὑπὸ γεώδους οὐσίας ἁλμυρὰ γίνεται, τουτέστι καπνώδους ἀναθυμιάσεως. τοῦτο καὶ τὸ τρίτον. τέταρτον ἐπιχείρημα· εἰ γὰρ ὁρῶμεν, ὅτι πᾶν ὕδωρ ἁλμυρὸν θερμόν ἐστιν ἢ δυνάμει ἢ ἐνεργείᾳ (δυνάμει μὲν ὡς τὰ ἐν Τύρῳ, ἅτινα καὶ παιωνίαν ἔχει θέρμην, ἐνεργείᾳ δὲ ὡς τὰ ἐν Γαδάροις· ταῦτα γὰρ καὶ ἁλμυρά ἐστιν αἰσθητῶς παιωνίαν ἔχοντα [κατὰ] τὴν δύναμιν), ἡ δὲ καπνώδης ἀναθυμίασις θερμοτάτη, δῆλον ὅτι πᾶν ἁλμυρὸν ὕδωρ τὴν καπνώδη ἀναθυμίασιν ἔχει συμμεμιγμένην· οὐκοῦν καὶ ἡ θάλασσα. ταῦτα γὰρ τὰ αὐτοφυῆ θερμὰ ὕδατα, εἰ μὲν ἐπιτεταμένην ἔχει τὴν θερμασίαν, ἁλυκὰ γίνονται, εἰ δὲ ἀνειμένην, ὑφαλυκά, ὡς δοκεῖν γλυκέα εἶναι. τοῦτο τὸ τέταρτον ἐπιχείρημα, ὅτι γὰρ πᾶν ἁλμυρὸν ἐπιμιξίαν ἔχει γεώδους οὐσίας.2 τὸ γὰρ ὕδωρ καθὸ ὕδωρ ἄποιόν ἐστι γευστικῆς ποιότητος· μόνον γὰρ ἁπτικὴν ἔχει ποιότητα τὸ ὕδωρ ὡς ὕδωρ, χυμῶν δέ τινων ἐπιμιγνυμένων γίνεται γευστόν. λοιπὸν δὲ πρὸς τὴν διαφορὰν τῶν χυμῶν γίνεται τὸ ὕδωρ ἢ ἁλμυρὸν ἢ πικρὸν ἢ ὀξύ· ἱστορεῖ γὰρ αὐτὸς Ἀριστοτέλης πικρὰ καὶ ὀξέα ὕδατα κατὰ τὴν γεῦσιν. πᾶς δὲ χυμὸς ἐκ γεώδους οὐσίας συνίσταται. ταῦτα περὶ θαλάσσης φυσιολογήσας καὶ ποταμῶν ὁ φιλόσοφος ἄνεισι πάλιν, ὅθεν καὶ ἀπέστη, καὶ ἀνακεφαλαιοῦται πάλιν τὸν περὶ ἀνέμων λόγον. ἐλέγομεν γάρ, εἰ μέμνησθε, ἐν τῷ πρώτῳ βιβλίῳ, ὅτι προθέμενος εἰπεῖν περὶ ἀνέμων, ἐπειδὴ συγγενῶς εἶχεν ὁ περὶ τούτων λόγος τῷ περὶ ποταμῶν, μετῆλθεν εἰς τὸν περὶ ποταμῶν λόγον ἐάσας τὸν περὶ ἀνέμων ἐκκρεμῆ, εἶτα μετὰ τὸν περὶ ποταμῶν λόγον διελέχθη καὶ περὶ θαλάσσης. ἐπειδὴ οὖν συνεπέρανε τὸν περὶ ποταμῶν καὶ θαλάττης λόγον, πάλιν ἀνακεφαλαιοῦται τὸν περὶ ἀνέμων λόγον. ἀλλὰ πρότερον ἐπαναμιμνῄσκει ἡμᾶς τῶν τριῶν λημμάτων ἐκείνων τῶν ἐν τῷ πρώτῳ βιβλίῳ εἰρημένων· ὧν τὸ πρῶτον ἦν, ὅτι διττή ἐστιν ἀναθυμίασις ἀπὸ τῆς γῆς, ἡ μὲν ἀτμίς, ἡ δὲ ἀτμός. καὶ ἡ μὲν ἀτμὶς θερμὴ καὶ ὑγρά ἐστιν, ὁ δὲ ἀτμὸς θερμὸς καὶ ξηρός. καπνώδης δὲ ἀναθυμίασις λέγεται οὗτος ὁ ἀτμὸς ἀπὸ μέρους,3 ἐπειδή τι μέρος αὐτοῦ καπνός ἐστιν οἷον σβεννυμένου πυρός· οὐ γὰρ πᾶς ἀτμὸς καπνώδης ἐστὶν ἀναθυμίασις. ἰδοὺ γοῦν τὸ ὑπέκκαυμα ἀτμὸς μέν ἐστι, καπνώδης δ’ ἀναθυμίασις οὐκ ἔστι. δεύτερον δὲ λῆμμα, ὅτι συμμίγνυνται αὗται αἱ δύο ἀναθυμιάσεις, ἐπειδὴ καὶ τὰ ἐξ αὐτῶν γινόμενα, τουτέστι ἡ γῆ καὶ τὸ ὕδωρ, συμμεμιγμένα εἰσὶν ἑαυτοῖς· ὅθεν καὶ μία σφαῖρα λέγεται τῆς γῆς καὶ ὕδατος. τρίτον λῆμμα, ὅτι συμβάλλονται ἑαυταῖς πρὸς γένεσιν αὗται αἱ δύο ἀναθυμιάσεις. ἰδοὺ γοῦν ὑγραινομένης τῆς γῆς μᾶλλον γίνεται ὕλη καπνώδους ἀναθυμιάσεως· εὑρίσκει γὰρ ὁ ἥλιος ὕλην τοῦ ἀνιμήσασθαι, ὅθεν καὶ τὰ ὑγρὰ ξύλα πλείονα ἔχουσι τὸν καπνὸν ἤπερ τὰ ξηρά. ᾧ δῆλον, ὅτι συμβάλλεται ἡ ἀτμιδώδης ἀναθυμίασις πρὸς τὴν γένεσιν τῆς καπνώδους. ἀλλὰ μὴν καὶ ἡ καπνώδης πρὸς γένεσιν τῆς ἀτμιδώδους· ἐν γὰρ τῷ θέρει, ὅτε πολλὴ ἡ καπνώδης ἐστίν, ἀνέλκεται τὸ λεπτομερὲς τοῦ ὕδατος, τουτέστιν ἡ ἀτμίς, καὶ ἄνω συνιστάμενον καὶ τῷ χειμῶνι παχυνόμενον καταφέρεται ὕδωρ. ταῦτα παραδίδωσιν ἡ μετὰ χεῖρα λέξις.

对此不仅可以给出神话性的原因,也可以给出自然学的原因:神话性的是指,据说赫拉克勒斯带着奉欧律斯透斯之命得来的牛群经过该地,随后询问多多纳周围的居民想要什么,究竟是希望泉水为他们出产盐,还是河流出产鱼,他们自己宁可选择泉水出产盐。神话性的原因便是如此。自然学的原因是指,河流的水极其寒冷,流经岩石地带,而这些岩石地带使它的寒冷更加剧烈,因此它不适宜孕育生命;因为具有生育能力者更偏向于热。这也就是第二个论据。 第三个论据:凡咸味皆源于土质实体的混入,这是显而易见的。看哪,在翁布里亚人的土地上就有这样一种沼泽之地,那里生长着极多的芦苇和灯心草;当地的人们焚烧这些植物,使其化为灰烬,将灰烬放入水中煎煮并冷却,便发现凝结于表面的薄层乃是盐。你看咸味是如何属于土质实体的;因此大海既然是咸的,便是由土质实体、也就是烟状升发物而变咸的。这也就是第三个论据。 第四个论据:如果我们看到凡咸水无论在潜能上还是在现实上都是热的(在潜能上的例如推罗的水,它们也具有治愈性的热;在现实上的例如加大拉的水,因为它们在感觉上也是咸的,且具有治愈性的力量),而烟状升发物是最热的,那么显然凡咸水都混有烟状升发物;因此大海亦是如此。因为这些天然的温水,如果其热度增强,就变成咸水;如果热度减弱,就变成微咸水,以致显得甘甜。这就是第四个论据,即凡咸的事物都有土质实体的混入。因为水就其作为水而言,缺乏味觉性质;水作为水仅具有触觉性质,只是在某些滋味混合进来时才成为可尝的。其余的,则根据滋味的不同,水或者变成咸的,或者变成苦的,或者变成酸的;因为亚里士多德本人就记载过在味道上是苦的和酸的水。而一切滋味都是由土质实体构成的。 哲学家在如此对大海和河流进行了自然学讨论之后,再次回到他当初离开的地方,并重新概括关于风的论述。因为如果你们还记得的话,我们在第一卷中曾说过,他原本打算谈论风,但由于关于风的论述与关于河流的论述密切相关,他便转移到了关于河流的论述上,将关于风的论述悬置起来,随后在关于河流的论述之后又讨论了大海。因此,既然他结束了关于河流和大海的论述,便再次概括关于风的论述。 但在此之前,他先让我们回忆起在第一卷中陈述过的三个前提;其中第一个是,来自大地的升发物有双重,一种是蒸气,另一种是气。蒸气是温而湿的,而气是温而燥的。这种气被称为烟状升发物乃是以偏概全,因为其中一部分就像正在熄灭之火的烟一样;因为并非所有的气都是烟状升发物。无论如何请看,引火物固然是气,却不是烟状升发物。第二个前提是,这两种升发物彼此混合,因为由它们生成的事物,即地和水,也是彼此混合的;因此地和水被称为同一个球体。第三个前提是,这两种升发物在生成上互相促进。无论如何请看,大地越是湿润,烟状升发物的质料就越是产生;因为太阳找到了可以汲取的质料,因此湿木头比干木头具有更多的烟。由此显而易见,蒸气状升发物促进了烟状升发物的生成。不仅如此,烟状升发物也促进了蒸气状升发物的生成;因为在夏季,当烟状升发物大量存在时,水中微细的部分、即蒸气被向上抽取,并在上方聚结,在冬季变稠而作为水降落下来。手头的文句传授的正是这些内容。

语法注3 条
  1. 2.6.1τὰς ἐξ Εὐρυσθέως ἄγοντα βοῦς

    介词短语 ἐξ Εὐρυσθέως 并非直接修饰 βοῦς,而是修饰分词 ἄγοντα,表示来源、指令或劳役的指派者(“奉欧律斯透斯之命赶运牛群”),指向赫拉克勒斯赶运革律翁牛群的神话背景。

  2. 2.6.1ὅτι γὰρ πᾶν ἁλμυρὸν ἐπιμιξίαν ἔχει γεώδους οὐσίας

    紧接在 τοῦτο τὸ τέταρτον ἐπιχείρημα 之后的连词 γάρ 起解说性作用,引出第四个论据的核心命题(即凡咸者皆混有土质实体)。在句法上,它充当对前面论据的总结与说明从句。

  3. 2.6.1ἀπὸ μέρους

    短语 ἀπὸ μέρους 是修辞学和逻辑学中表示“以偏概全(提喻)”的习惯用法,用以解释为何整个干燥升发物(ἀτμός)会以其某个具体部分(即有形的“烟状升发物”καπνώδης ἀναθυμίασις)来命名。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:164.24-166.2