- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:163.7-164.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多罗注解了证明海水因土质升发物而发咸的两条论据:首先探讨了巴勒斯坦死海极度浓厚、咸且浮力大以及亚里士多德为何称其为神话传说的原因;其次论述了多多纳附近的盐泉制盐过程,并将其与海盐进行了对比。
" Εἰ δ’ ἔστιν, ὥσπερ μυθολογοῦσιν, ἐν Παλαιστινοῖς τοιαύτη λίμνη." Καὶ διὰ τῆς παρούσης λέξεως ὁ Ἀριστοτέλης τὸ αὐτὸ πάλιν κατασκευάζει διὰ πέντε ἐπιχειρημάτων, ὅτι ἁλμυρά ἐστιν ἡ θάλασσα διὰ τὸ συμμίγνυσθαι αὐτῇ τινα γεώδη οὐσίαν, τουτέστι καπνώδη ἀναθυμίασιν. ἔστι δὲ τῶν νῦν λεγομένων πέντε ἐπιχειρημάτων τὸ πρῶτον τοιοῦτον· εἰ ὁρῶμεν, ὅτι πᾶν ἁλμυρὸν παχύ, καὶ ὅσον ἂν ἐπιτείνηται ἡ τοῦ ὕδατος παχύτης, τοσοῦτον καὶ ἡ ἁλμυρότης, ὡς εἶναι τὸ παχύτατον ἁλμυρώτατον,1 δηλονότι ἡ θάλασσα ἁλμυρά ἐστιν, ἐπειδὴ καὶ παχεῖα· παχεῖα δ’ ἐστὶ διὰ τὸ συμμεμῖχθαι αὐτῇ τὴν καπνώδη ἀναθυμίασιν παχυτάτην οὖσαν. ὅτι γὰρ ὅσον παχύτατόν ἐστι τὸ ὕδωρ, τοσοῦτον γίνεται ἁλμυρώτατον, δῆλον. ἰδοὺ γὰρ ἡ ἐν Παλαιστίνῃ Νεκρὰ μυθευομένη θάλασσα παχυτάτη οὖσα ἁλμυρωτάτη πάντων ἐστὶ τῶν ὑδάτων. καὶ ὅτι παχυτάτη ἐστί, δῆλον· εἰ γάρ τις ἄνθρωπον ἢ ἕτερόν τι ζῷον καταδήσας ἐμβάλοι εἰς τὸ τῆς Νεκρᾶς θαλάττης ὕδωρ, ἀνωθεῖται ὑπὸ τοῦ ὕδατος καὶ οὐ γίνεται ὑποβρύχιον διὰ τὸ εἶναι παχὺ πάνυ καὶ βαστάζειν τὸ ἐμπεσόν. καὶ μή τις λεγέτω, ὅτι τῇ νηκτικῇ δυνάμει ἐπινήχεται τὸ ζῷον· ὑπόκειται γὰρ δεδεμένον. οὕτω μὲν οὖν δήλη ἐστὶν ἡ τοῦ ὕδατος παχύτης. ἀλλὰ μὴν καὶ ὅτι ἁλμυρώτατον ὕδωρ ἐστί, δῆλον· πρῶτον μὲν ἐπειδὴ ῥυπτικόν ἐστι παντὸς ῥύπου (σμήχει γὰρ τὸν ῥύπον τῶν ἱματίων † ἤπερ ἄλλο τι σμῆγμα), τὸ δὲ ῥύπτειν ἄκρας ἐστὶν ἁλμυρότητος. ἰδοὺ γὰρ ἅλες μὲν καὶ αὐτοὶ ῥύπτουσι, νίτρον δὲ πλέον ὡς ἐπιτεταμένην ἔχον τὴν ἁλμυρότητα ἤπερ οἱ ἅλες· ὅθεν καὶ διὰ τὴν ἐπίτασιν ὑπόπικρόν ἐστι τὸ νίτρον. ἔπειτα καὶ τὸ εἶναι ἄγονον τὸ ὕδωρ τοῦτο δῆλόν ἐστιν ὑπερβαλλούσης ἁλμυρότητος· οὐδὲ γὰρ ἰχθὺς ἢ ἄλλο τι ἐγγίνεται ζῷον τῇ Νεκρᾷ θαλάσσῃ διὰ τὴν ἁλμυρότητα καὶ πικρότητα. ἀλλ’ ἄξιόν ἐστιν ἀπορίας, τί δήποτε ὁ φιλόσοφος μυθεύεσθαι εἶπε τὴν Νεκρὰν θάλασσαν καίτοι ἐναργοῦς ὄντος τοῦ τοιούτου ὕδατος. ἢ λέγομεν, ὅτι μυθεύεσθαι αὐτὴν εἶπε κατὰ τὸ λέγεσθαι νεκράν· νεκρὰ γὰρ λέγεται μυθικῶς διὰ τὸ ἄγονον εἶναι παντελῶς. εἰ δὲ φυσικὸς ὢν φιλόσοφος Ἀριστοτέλης μυθικῶς περὶ αὐτῆς διέλαβε νεκρὰν αὐτὴν λέγων, ἄτοπον οὐδέν, εἴ γε καὶ ἐν τοῖς φυσικοῖς ἐστί τι μυθῶδες,2 οἷον ἡ φαντασία. καὶ γὰρ αὕτη οἷόν τις μῦθός ἐστι· τὰ γὰρ μύθου ποιεῖ μορφοῦσα τὰ ἄμορφα καὶ σχηματίζουσα τὰ ἀσχημάτιστα, ὡς καὶ ὁ μῦθος τοῖς ἀσωμάτοις σῶμα καὶ πάθη καὶ ὅσα τοιαῦτα περιτίθησι. τοῦτο μὲν τὸ πρῶτον ἐπιχείρημα. δεύτερον ἐπιχείρημα· ὅτι γὰρ πᾶσα ἁλμυρότης ἀπὸ γεώδους ἐπιμιξίας γίνεται, δῆλον, ἐπειδὴ περὶ τὴν Δωδώνην παρὰ Θεσπρωτεῦσίν ἐστί τις κρήνη ὑφαλυκὸν ἔχουσα ὕδωρ. καὶ τοῦτο τὸ ὕδωρ ἑψῶντες οἱ Θεσπρωτεῖς καὶ ψύχοντες ἅλας ποιοῦσι πηγνύμενον, οἵπερ ἅλες ἐλλιπεῖς τῶν παρ’ ἡμῖν κατά τε τὴν γεῦσιν καὶ τὴν σύστασιν καὶ τὸ χρῶμα· οὔτε γὰρ οὕτως εἰσὶν ἁλμυροί (ἐπειδὴ ἧττόν εἰσιν ἁλμυροὶ οἱ ἀπὸ ποτίμου ὕδατος ἤπερ οἱ ἀπὸ θαλάττης), ἀλλὰ μὴν οὔθ’ οὕτω σκληροί, ἐπειδὴ οὐκ ἔχει τοσαύτην οὐσίαν γεώδη συγκαταμεμιγμένην ὥσπερ ἡ θάλαττα. ἀλλὰ καὶ τὸ χρῶμα ἧττόν ἐστι λευκὸν τῶν παρ’ ἡμῖν διὰ τὸ ἧττον ἐναπολαμβάνειν πνεῦμα. λεπτομερὲς γὰρ ὂν τὸ ὕδωρ ἑτοίμως διαφορεῖ τὸ πνεῦμα καὶ οὐ ποιεῖ πολλὴν κίνησιν τοῦ ὕδατος, ἵνα λευκανθῇ· τὸ δ’ ἐν τῇ θαλάττῃ ὕδωρ παχύτατον ὂν οὐκ εὐχερῶς διατέμνεται, κἀντεῦθεν μένοντος ἐν αὐτῇ τοῦ πνεύματος καὶ πολυειδῶς κινοῦντος λευκότατοι οἱ ἅλες γίνονται. οὐκ ἂν δὲ † ἔχοντες ἅλας ποιοῦσι, πηγνύμενον δὲ ἅλες ἐγένετο, εἰ μὴ παχεῖα ἐγκαταμέμικτο οὐσία τῷ ὕδατι.3 αὕτη δ’ ἡ κρήνη ἀπορρεῖ εἴς τινα γλυκὺν ποταμὸν πλησίον ὄντα, ἰχθῦς δ’ οὐκ ἔχοντα. ὅθεν ἄξιόν ἐστιν ἀπορίας, τί δήποτε μὴ ὄντος ἁλμυρωτάτου τοῦ ὕδατος καὶ ἀγόνου ἰχθύες οὐ γίνονται.
“如果像人们在神话中所讲述的那样,巴勒斯坦人之中有这样一个湖泊。” 借由目前的文句,亚里士多德同样再次通过五个论据确立同一点,即大海是咸的,乃是由于某种土质实体——也就是烟状升发物——与其混合。在现在所说的五个论据中,第一个论据如下:如果我们看到凡是咸的事物都是浓厚的,并且水的浓厚程度增强多少,其咸度也就增强多少,以致最浓厚者便最咸,那么显然大海是咸的,乃是因为它也是浓厚的;而它之所以浓厚,乃是因为最浓厚的烟状升发物与其混合。因为水越是浓厚就越是变得最咸,这是显而易见的。看哪,巴勒斯坦传说中的死海作为最浓厚之水,乃是一切水之中最咸的。并且它最浓厚也是显而易见的;因为如果有人将一个人或另一种动物捆绑起来,投入死海的水中,它就会被水向上推托而不会沉入水底,因为水极其浓厚并能托起掉入其中的东西。任何人都不应说该动物是凭游泳的能力浮在水面上的;因为前提设定它是被捆绑着的。这样,水的浓厚程度便显明了。不仅如此,它是最咸的水也是显而易见的:首先,因为它是能洗涤一切污垢的(因为比其他任何去污剂都更能洗净衣服上的污垢),而洗涤去污属于极度的咸味。看哪,盐本身固然也能洗涤,但苏打则更能洗涤,因为比盐具有更强烈的咸度;因此由于这种强烈程度,苏打略带苦味。其次,这种水不适宜生命生存,也是过度咸味的明证;因为由于咸和苦,死海中既没有鱼也没有任何其他动物生成。然而值得提出疑问的是:既然这种水是明显存在的,哲学家究竟为何说死海是神话传说的?或者我们应当说,他说它是神话传说的,乃是根据它被称为“死的”而言的;因为由于完全不育,它才被神话式地称为死的。如果作为自然哲学家的亚里士多德因称其为死而以神话的方式论及它,这毫无可怪之处,只要在自然事物中也存在某种神话般的东西,例如想象力。因为想象力也像是一种神话;它通过塑造无形之物并造形未经造形之物,行使神话的功能,正如神话也将身体、受苦以及诸如此类的东西赋予非肉体之物一样。这便是第一个论据。第二个论据:凡咸味皆源于土质的杂质,这是显而易见的,因为在多多纳附近塞斯普罗蒂亚人那里有一眼泉水,含有微咸的水。塞斯普罗蒂亚人将这水煮沸并冷却,凝固时便制成盐,这种盐在味道、质地和颜色上都不如我们这里的盐;因为它既没有那么咸(因为来自可饮用水的盐不如来自海水的盐咸),也没有那么坚硬,因为它没有像大海那样混合了那么多的土质实体。而且由于较少在内部留存气,它的颜色也比我们这里的盐更不白。因为水由微细微粒构成,极易驱散气体,并不引起水的大幅度运动以使其发白;而大海中的水极其浓厚,不易被割断,由此由于气体留在其中并使其发生多种运动,盐就变得极白。如果不是浓厚的实体混入水中,在凝固时就不会形成盐。这眼泉水流向附近一条没有鱼的淡水河流。因此值得提出疑问的是:当水并非极咸且并非不适宜生命时,究竟为何不产生鱼类。
- 2.6.1ὡς εἶναι τὸ παχύτατον ἁλμυρώτατον
由 ὡς 搭配不定式 εἶναι 构成的结果结构,意为“以致最浓厚者便最咸”,表示前面相关联句 ὅσον ἂν... τοσοῦτον...(……到何种程度,就到何种程度……)的逻辑结果。
- 2.6.1ἄτοπον οὐδέν, εἴ γε καὶ ἐν τοῖς φυσικοῖς ἐστί τι μυθῶδες
主句 ἄτοπον οὐδέν 中省略了系动词 ἐστί(“毫无可怪之处”)。连词 εἴ γε 引导带有原因意味的条件从句(“只要/既然……”),为亚里士多德在自然哲学中运用神话式表述进行辩护。
- 2.6.1πηγνύμενον δὲ ἅλας ἐγένετο, εἰ μὴ παχεῖα ἐγκαταμέμικτο οὐσία τῷ ὕδατι
过去非真实条件句的归结从句与条件从句。尽管前半句带有文本讹误标记(†),但其句法骨架为:归结从句中使用直陈式过去时 ἐγένετο(照应前面的 οὐκ ἄν),条件从句使用 εἰ μή 加直陈式过去完成时 ἐγκαταμέμικτο,表达“如果浓厚的实体未曾混入水中,凝固时就不会形成盐”。
