- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:161.13-163.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对亚里士多德《气象论》358b2–359a7的注解。论述了风在其发端的干燥与在其吹向地的潮湿这一对比性质,并依次解析了关于海水的燥热与咸味、蒸发造成的淡化与再混合、蜡制容器实验以及海水的较大稠度与浮力等一系列论据。
" Ὁμοίως δὲ καὶ ὁ νότιος αἴθριος τοῖς περὶ Λιβύην, τοῖς δ’ ἐνταῦθα ὑέτιος." Τὰς διαφορὰς λέγει τῶν ἀνέμων, πῶς νοθεύονται διὰ τὴν χώραν, ἣν παρέρχονται· καὶ ποτὲ μέν εἰσι ξηροί, ποτὲ δ’ ὑγροί, ποτὲ δὲ θερμοί, ποτὲ δὲ ψυχροί, καίτοι πάντες θερμοὶ ὄντες καὶ ξηροὶ κατὰ φύσιν. καθόλου οὖν δεῖ φάναι, ὅτι πᾶς ἄνεμος, ἀφ’ οὗ μὲν πνεῖ, θερμός ἐστι καὶ ξηρός (αἰθρίας γὰρ ποιεῖ ἀποδιώκων πᾶσαν ὑγρότητα), εἰς οὓς δὲ πνεῖ, ὑγρὸς ὑπάρχει·1 συνάγει γὰρ ἐκεῖσε τὰ νέφη. οὕτω γοῦν ὁ βορρᾶς ἐν μὲν τοῖς βορείοις ξηρός ἐστιν ὡς ἐξώστης, ἐν δὲ τοῖς νοτίοις ὑγρὸς ὡς ἐκεῖ σωρεύων τὰ νέφη. μόνος δ’ ὁ καικίας ἀφ’ ὧν πνεῖ, ὑγρός ἐστιν ὡς ἐκεῖ ἐφελκόμενος τὰ νέφη.
“同样,南风对于利比亚周围的人带来晴空,但对于这里的人则带来阴雨。” 他谈论的是风的差异,即它们如何因所经过的土地而变质;它们有时干燥,有时潮湿,有时炎热,有时寒冷,尽管按本性而言它们全都是燥热的。因此普遍应当说,所有的风在其吹出的发端都是燥热的(因为通过驱逐一切湿气而带来晴天),但对于它们所吹向的人群[地域]则是潮湿的;因为风把云聚集到那里。无论如何,北风在北方由于能驱散云雾而干燥,在南方则由于把云堆积在那里而潮湿。唯独东北风在其吹出的发端是潮湿的,因为它把云引向自身那里。
"Ὥστ’ ἐν οἷς ἐστι τὸ τῆς τοιαύτης γῆς πλῆθος, ῥέπει κάτω." Διὰ τοῦτο γὰρ καὶ οἱ θερινοὶ ὑετοὶ καὶ ἐν Θηβαΐδι γινόμενοι λάβροι εἰσὶ καὶ ῥαγδαίως πολλὴν ἔχοντες γεώδη οὐσίαν ἐκ τῆς ξηρᾶς ἀναθυμιάσεως.
“因此,在具有大量此类土的地方,它便向下倾坠。” 正因如此,夏季的雨水以及产生于底比斯地区的雨水才迅猛倾泻,含有来自干燥升发物的大量土质实体。
"Καὶ θερμή γε ἡ θάλασσα διὰ τοῦτο." Ἐντεῦθεν τὸ δεύτερον ἐπιχείρημα τὸ λέγον, ὅτι θερμὴ καὶ ξηρά ἐστιν ἡ θάλασσα, ἅτε δὴ μεμιγμένης αὐτῇ τῆς καπνώδους ἀναθυμιάσεως.
“而大海之所以温热也正是由于这一点。” 从这里起是第二条论据,指出由于烟状升发物与大海混合,大海是燥热的。
"Τέφραν καὶ τὴν κονίαν καὶ τὴν ὑπόστασιν τῶν ζῴων." Ταῦτα γάρ, ἐπειδὴ τὸ θερμὸν μὴ περιγεγονὸς αὐτῶν οὐκ ἔπεψεν αὐτά, ἀλλ’ ἐξέκαυσε, θερμά εἰσι καὶ ξηρά· κονίαν δὲ λέγει τὴν ἄσβεστον.
“灰烬、石灰以及动物的沉积物。” 因为由于热未能压倒它们且未能消化它们,反将其烧透,所以这些东西是燥热的;他把生石灰称为石灰。
"Ἀνάγεται δ’ ἀεί τι μέρος αὐτῆς μετὰ τοῦ γλυκέος." Τὸ τρίτον ἐπιχείρημα τὸ λέγον, ὅτι ἐξατμιζομένου τοῦ λεπτομεροῦς συνεφέλκεται αὐτῷ καί τι ἁλμυρὸν ἐλάχιστον, εἶτ’ ἄνω γλυκανθὲν πάλιν ἐν τῷ κάτω φέρεσθαι μίγνυται αὐτῷ ἁλμυρὸν ἐλάχιστον, καὶ διὰ ταῦτα δὴ ὡσαύτως ἐστὶ ἁλμυρὰ ἡ θάλασσα· ὅτι γὰρ ἀληθές ἐστιν, ὅτι τὸ ἐξατμιζόμενον ἁλμυρόν πως ὑπάρχον ἄνω γλυκαίνεται, δῆλον, ἐπειδὴ πᾶν ὑγρὸν μεταβαλλόμενον ἄποιον γίνεται. αὐτίκα γοῦν οἶνος ἀτμισθεὶς εἰς ὕδωρ μεταβάλλεται καὶ γίνεται ἄποιος ἀπολέσας ἣν εἶχε στύψιν·2 οὕτως οὖν καὶ τὸ ἁλμυρὸν γίνεται γλυκὺ ἀπολέσαν ἣν εἶχε μεθ’ ἑαυτοῦ ποιότητα.
“然而它[咸分]的某一部分总是与甜味部分一同被带上去。” 第三条论据,指出当微细的部分蒸发时,极微量的咸分也随之一同被带上去,然后在上方变甜,再次向下落时极微量的咸分又与其混合,正是由于这些原因,大海同样是咸的;因为蒸发之物虽有某种咸味却在上方变甜,这确实是真实的,这一点很显明,因为一切液体在转变时都失去性质。例如,葡萄酒蒸发后便转变为水,并失去它原本拥有的涩味而变得无性质;因此,咸物在失去它随身携带的性质之后也会变甜。
"Ἀλλὰ περὶ μὲν τούτων ἐν ἄλλοις καιροῖς ποιητέον τὴν σκέψιν." Ἐν γὰρ τῷ Περὶ χυμοῦ αὐτῶν μονοβίβλῳ λέγει περὶ τούτων.
“然而关于这些问题必须在别的时候进行考察。” 因为他在《论味道》的单卷本中谈论了这些问题。
"Ἀλλὰ ἢ τοῖς τόποις.3" Ἔστι γὰρ ὅτε τοῖς τόποις ἐλλείπει ἡ θάλασσα καὶ γίνεται ξηρὰ κατά τινας τόπους, ἐπειδὴ συμβαίνει ἐκεῖ μὲν γενέσθαι πολλὴν ἐξάτμισιν, μὴ ἐκεῖ δὲ κατενεχθῆναι τὸ ἐξατμισθέν, ἀλλ’ ἐν ἄλλοις αὐτῆς χωρίοις. οὐ μόνον δ’ ἐπὶ θαλάττης τοῦτο συμβαίνει τὸ φθείρεσθαι κατὰ μέρη, ἀλλὰ καὶ παρὰ πᾶσι τοῖς ὑπὸ σελήνην.
“除非在局部。” 因为确实有时大海在局部匮乏并在某些地方变干,因为那里恰好产生大量蒸发,但蒸发之物却没有落回那里,而是落入海的其他区域。而这种局部的消亡不仅发生在大海中,也发生在月下的一切事物中。
"Ὅτι δ’ ἐστὶ ἐν μίξει τινὸς τὸ ἁλμυρόν, δῆλον οὐ μόνον ἐκ τῶν εἰρημένων, ἀλλὰ κἂν εἴ τις ἀγγεῖον πλάσας." Τὸ τέταρτον ἐπιχείρημα τὸ ἀπὸ τοῦ κηρίνου ἀγγείου.
“至于咸味存在于某物的混合之中,不仅从所说的话中显明,而且即使有人制作了一个容器。” 第四条论据,来自蜡制容器。
"Τοῦτο γὰρ αἴτιον καὶ τοῦ βάρους." Αἴτιον τὸ ποιοῦν ἁλμυρότητα, τουτέστιν ἡ καπνώδης ἀναθυμίασις. καὶ ἔχεις ἐντεῦθεν τὸ πέμπτον ἐπιχείρημα.
“因为这也是造成重量的原因。” 原因就是产生咸味的东西,即烟状升发物。由此你便得到了第五条论据。
"Καὶ γὰρ τὸ πάχος διαφέρει τοσοῦτον." Τὸ ἕκτον ἐπιχείρημα, ὅτι παχυμερές ἐστι τὸ θαλάττιον ὕδωρ, ὡς μέγιστα πλοῖα ἐπιφέρειν. ὅθεν ἰνδικοπλεῦσται πολλάκις ζημιοῦνται πάνυ, ἐπειδὴ τὸ αὐτὸ βάρος ἔχον τὸ πλοῖον διὰ θαλαττίου καὶ λιμναίου ὕδατος παρέρχεται.
“因为稠度也有如此大的差异。” 第六条论据,指出海水质地浓厚,以致能承载最巨大的船只。因此前往印度的航海者常常遭受严重损失,因为船只保持同样的重量,却穿行于海水和湖水[淡水]之中。
- 2.5.10ἀφ’ οὗ μὲν πνεῖ, θερμός ἐστι καὶ ξηρός ... εἰς οὓς δὲ πνεῖ, ὑγρὸς ὑπάρχει
省略先行词的关系从句的对照。ἀφ' οὗ 为中性单数属格,指风吹起的地点或方位;而 εἰς οὓς 为阳性复数宾格,承接引文中的 τοῖς περὶ Λιβύην, τοῖς δ’ ἐνταῦθα,指风所吹向的人群或地区。
- 2.5.14ἀπολέσας ἣν εἶχε στύψιν
先行词内化(incorporation of antecedent)。原本的语序应为 ἀπολέσας τὴν στύψιν ἣν εἶχε(“失去了它原本具有的涩味”),此处先行词 στύψις 被吸收到关系从句内部,并同化为与关系代词一致的宾格形式(στύψιν)。
- 2.5.16Ἀλλὰ ἢ τοῖς τόποις
表示强烈限制的连词短语 ἀλλ' ἤ(“除……外”、“仅在……”)。在亚里士多德的语境中,旨在表明大海并非整体消亡,而仅仅是在局部消亡;此处省略了主句谓语(如 φθείρεται 等),构成对比性的省略补充。
