- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:159.24-161.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《气象学》358a4–358a29,阐明未消化实体的混入如何在体内(天然/个别)、灰烬(人造)和雨水(天然/普遍)中造成咸味,并解释南风的特性与咸雨的成因。
" Φανερὸν δὴ διὰ πολλῶν σημείων, ὅτι γίνεται τοιοῦτος χυμὸς διὰ συμμιξίαν τινός." Τὸ πρῶτον ἐπιχείρημα τὸ λέγον, ὅτι πᾶσα ἁλμυρότης καὶ τεχνητὴ καὶ φυσικὴ διὰ συμμιξίαν τινὸς ἀπέπτου οὐσίας γίνεται.
“因此,通过诸多迹象显明,这种味道是由于某种东西的混合而产生的。” 第一条论据,指出一切咸味,无论是人造的还是天然的,都是由于某种未消化的实体的混合而产生的。
"Ἔν τε γὰρ τοῖς σώμασι τὸ ἄπεπτον ἁλμυρόν." Νῦν τὴν φυσικὴν ἁλμυρότητα λέγει τὴν μερικήν, ἥτις γίνεται ἐν τοῖς τῶν ζῴων σώμασιν, ὅτι καὶ αὐτὴ διὰ παρέμπτωσίν τινος οὐσίας ἀπέπτου γίνεται.
“因为在物体中,未消化的东西也是咸的。” 现在他谈论的是局部的天然咸味,即产生在动物体内的咸味,指出它也是由于某种未消化的实体的侵入而产生的。
"Ὁμοίως δὲ καὶ ἐν τοῖς καομένοις." Νῦν τὴν τεχνητὴν λέγει ἁλμυρότητα, ἥτις γίνεται ἐν τῷ παριόντι ὕδατι διὰ τῆς τέφρας. καὶ γὰρ αὐτὸ ἁλμυρὸν διὰ τὸ συμμίγνυσθαι ἀπέπτῳ οὐσίᾳ, τῇ τέφρᾳ· ἄπεπτος γὰρ οὐσία ἐστὶν ἡ τέφρα διὰ τὸ μὴ κεκρατηκέναι αὐτῆς τὸ θερμόν.
“同样在被燃烧的事物中也是如此。” 现在他谈论的是人造的咸味,即在穿过灰烬滤过的水中所产生的咸味。因为由于与未消化的实体即灰烬相混合,水本身也是咸的;因为热未能胜过灰烬,灰烬便是一种未消化的实体。
"Τὸ δ’ οὕτω μὲν εἰπεῖν ἄτοπον, τὸ δ’ ἐκ τοιαύτης ἀληθές." ‚Ἄτοπόν ἐστιν εἰπεῖν, ὅτι ἐκκεκαυμένης γῆς καὶ ἀπέπτου συμμιγνυμένης τῇ θαλάττῃ γίνεται ἁλμυρότης· ἀλλὰ ῥητέον, ὅτι ἐκ τοιαύτης γῆς ἀνιοῦσά τις θερμασία καὶ ξηρὰ ἀναθυμίασις, τουτέστιν αἰθαλώδης μίγνυται καὶ ποιεῖ τὴν ἁλμυρότητα. καὶ ὅρα, πῶς ἐντεῦθεν ἐκφαίνει τὴν ἑαυτοῦ δόξαν ὁ φιλόσοφος.
“然而这样说固然荒谬,但说它来自这样的[土]则是真实的。” “说由于烧透且未消化的土与大海混合而产生咸味,这是荒谬的;但应当说,从这样的土中升起的某种热气和干燥升发物,即烟灰状的升发物,混合进来并造成了咸味。”看哪,这位哲学家正是从这里显明了他自己的观点。
"Ὥσπερ γὰρ ἐν τοῖς εἰρημένοις, οὕτω καὶ ἐν τῷ ὅλῳ ἔκ τε τῶν φυομένων καὶ γινομένων κατὰ φύσιν ἀεὶ δεῖ νοεῖν, ὥσπερ ἐκ πεπυρωμένου τὸ λειπόμενον τοιαύτην εἶναι γῆν." Ὥσπερ, φησίν, ἐπὶ τῶν ζῴων ἐστὶ περίττωμα ἄπεπτον, ἐξ οὗ γίνεται ἡ ἁλμυρότης, οὕτω κἀν τῇ ὁλότητι δεῖ νοεῖν ἄπεπτόν τινα οὐσίαν, ἥτις οὔτε τροφὴ γίνεται τῶν φυομένων καὶ γινομένων ἐπὶ γῆς οὔτε μὴν μεμένηκεν ἐν τῷ κατὰ φύσιν, ἀλλ’ ἤρξατο μὲν αὐτὸ πέττειν τὸ θερμόν, οὐκ ἐπεκράτησε δὲ αὐτοῦ·1 καὶ ἐκ τούτου ἐστὶν ἡ ἁλμυρότης.
“因为正如在所谈到的情况中那样,在整个宇宙中也同样,由依自然生长和生成的事物中,必须始终理解为,正像从被火焚烧之物中遗留下的东西一样,存在着这样的土。” 他说,正如在动物身上存在着未消化的排泄物,咸味由此产生,在整个宇宙中也同样必须设想有某种未消化的实体,它既没有成为生长和生成于大地之上的事物的养料,也没有停留在顺乎自然的状态中,而是热虽然开始消化它,却没有胜过它;咸味正是源自于此。
"Μεμιγμένης δ’ οὔσης, ὥσπερ εἴπομεν, τῆς τε ἀτμιδώδους ἀναθυμιάσεως καὶ τῆς ξηρᾶς, ὅταν συστῇ εἰς νέφη." Ἐντεῦθεν τὴν φυσικὴν ἁλμυρότητα λέγει τὴν καθολικήν. τί γάρ φησιν; ὅτι καὶ οἱ ἄνωθεν φερόμενοι ἁλμυροὶ ὑετοὶ διὰ παρέμπτωσιν ἀπέπτου τινὸς οὐσίας γίνονται, τουτέστι καπνώδη ἀναθυμίασιν.2 ὡς ὅταν γὰρ ἡ ἀτμιδώδης γένηται ἀπόγειος καὶ μεταβληθῇ εἰς ὕδωρ καὶ νέφος, εἰ τύχῃ πολλὴν καὶ καπνώδη ἀναθυμίασιν ἐνεχθῆναι κάτωθεν καὶ συμμιγῆναι τούτῳ τῷ ὕδατι, † γενομένην ἁλμυράν. τοῦτο δὲ γίνεται οὐ σπανίως ἐν θέρει καὶ ἐν φθινοπώρῳ καὶ ἐν τοῖς νοτίοις κλίμασιν, οἷον ἐν Θηβαΐδι.
“正如我们所说,当汽状升发物与干燥升发物混合在一起,聚结为云时。” 从这里起,他谈论普遍的天然咸味。因为他说了什么呢?他说,从上方落下的咸雨也是由于某种未消化的实体即烟状升发物的侵入而产生的。因为当汽状升发物离开地面并转变为水和云时,如果碰巧有大量的烟状升发物从下方升起并与这水相混合,水就会变咸。而这种情况在夏季、秋季以及像底比斯地区这样的南方气候区并非罕见。
"Καὶ διὰ τοῦτο τά τε νότια ὕδατα πλατύτερα καὶ τὰ πρῶτα τῶν μετοπωρινῶν." Διὰ τί, Ἀριστότελες; ἐπειδὴ συμμίγνυται αὐτοῖς ἡ καπνώδης ἀναθυμίασις ἀνιοῦσα, πλατύτερα νῦν ἐκάλεσε τὰ ὑφαλυκά.
“正因如此,南方的雨水以及秋季初期的雨水更平淡[微咸]。” 因为什么呢,亚里士多德?因为升起的烟状升发物与它们混合,他现在把微咸的称为“更平淡”。
"Ὅ τε γὰρ νότος καὶ τῷ μεγέθει καὶ τῷ πνεύματι ἀλεεινότατος." Τινὰ ἔχει3 ‘ἀληθινώτατος’ διὰ τὸ μὴ νοθεύεσθαι διὰ τὴν χώραν, ἣν παρέρχεται, ἀλλὰ σῴζειν τὸ κατὰ φύσιν αὐτοῦ ὑπάρχον, τουτέστι τὸ θερμὸν καὶ ξηρόν. πᾶς γὰρ ἄνεμος, καθὸ ἀπὸ τῆς καπνώδους ἐστὶν ἀναθυμιάσεως, θερμὸς ὑπάρχει καὶ ξηρός. ἀλλ’ οἱ μὲν ἄλλοι νοθεύονται καὶ γίνονται ψυχροὶ καὶ ξηροί, ὥσπερ ὁ βορρᾶς, ἢ θερμοὶ καὶ ὑγροί· μόνος δ’ ὁ νότος σῴζει τὸ οἰκεῖον διὰ τὸ διέρχεσθαι γῆν θερμὴν καὶ ξηράν. οὗτος οὖν, φησί, καὶ τῇ οὐσίᾳ καὶ τῷ πνευματικῷ, τουτέστι τῇ ποιότητι, θερμὸς ὢν καὶ ξηρὸς οὐκ ἐᾷ πολλὴν ἀτμίδα ἐν τοῖς νοτίοις κλίμασι, καὶ οὐ γίνεται ἐκεῖ ὄμβρος. εἰ δέ ποτε καὶ γένηται, ἁλμυρὸς γίνεται διὰ τὸ πολλὴν οὖσαν τὴν ξηρὰν ἀναθυμίασιν ἐγκαταμίγνυσθαι τῷ ὄμβρῳ.
“因为南风在规模上和风力上都是最温暖的。” 有些[抄本]作“最真实的”,这是因为它没有因其所经过的地域而变质,而是保持了其按自然而具有的本性,即燥热。因为所有的风只要是来自烟状升发物,都是燥热的。然而其余的风都变质而变为寒冷干燥(如北风),或者变为温热潮湿;唯独南风由于经过干燥炎热的土地而保持了其固有的特性。因此他说,这[风]无论在实体上还是在气息上——也就是在性质上——都是燥热的,不让大量水汽在南方气候区存留,那里便不会产生降雨。即便有时产生降雨,也会因为大量的干燥升发物混入雨中而变成咸的。
- 2.5.6αὐτὸ πέττειν τὸ θερμόν, οὐκ ἐπεκράτησε δὲ αὐτοῦ
前半句中的 αὐτό 作为不定式 πέττειν 的宾格宾语,在中性代词形式上指涉前文的 ἄπεπτόν τινα οὐσίαν;后半句则根据动词 ἐπικρατέω 支配属格的用法转换为属格 αὐτοῦ。两句的主语均为 τὸ θερμόν。
- 2.5.7τουτέστι καπνώδη ἀναθυμίασιν
τουτέστι 之后的 καπνώδη ἀναθυμίασιν 采用了宾格形式,在语法格上并未与前文的属格 ἀπέπτου τινὸς οὐσίας 保持一致,而是作为独立的解释性宾格(意为“也就是说,[他指的是]烟状升发物”)发挥作用。
- 2.5.9Τινὰ ἔχει
主语 τινά 是指“某些[抄本]”(ἀντίγραφα)的中性复数主格,与第三人称单数动词 ἔχει 搭配,体现了希腊语中性复数主语使用单数动词的常规句法。
