- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:15.1-16.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《气象学》第一卷第二章(339a14–339a36),论述诸元素的运动与性质、第五元素作为动力因与四元素作为质料因的区分、天体周周运动的完满性,以及通过两种蒸发物媒介进行的四元素相互转化。
" Ὧν διπλῆν φαμεν εἶναι τὴν κίνησιν." Καὶ γὰρ ἐπ’ εὐθείας κινούμενα διπλῆν ἔχουσι κίνησιν. ἀνάγκη γὰρ ἐν τῷ ὑποστρέφειν, ἵνα ἡσυχία τις μεσολαβῆται·1 μεταξὺ γὰρ δύο ἐναντίων κινήσεών ἐστί τις ἠρεμία.
“我们说它们的运动是双重的。” 事实上,作直线运动的事物也具有双重运动。因为在折返时,必然有某种静止介于其间;因为在两种相反的运动之间存在着某种静止。
"Τὸ μὲν τούτοις πᾶσιν ἐπιπολάζον εἶναι πῦρ." Εἴρηται ἡμῖν καὶ τοῦτο· τεσσάρων ὄντων στοιχείων τὸ μὲν πῦρ μόνως ἐστὶ κοῦφον, ἡ δὲ γῆ μόνως βαρεῖα, τὰ δὲ λοιπὰ ἐπαμφοτερίζει. ἀλλ’ ἀὴρ πυρὸς μὲν βαρύτερος, ὕδατος δὲ κουφότερος· ὕδωρ δὲ ἀέρος μὲν βαρύτερον, γῆς δὲ κουφότερον.
“在所有这些之上浮升的是火。” 这也已被我们说明:在四种元素中,火纯粹是轻的,土纯粹是重的,而其余的则兼有两面。但是空气比火重,却比水轻;水比空气重,却比土轻。
"Ὁ δὴ περὶ τὴν γῆν ὅλην κόσμος ἐκ τούτων συνέστηκε τῶν σωμάτων." Ἐκ τούτων, ποίων; τῶν πέντε σωμάτων. καὶ γὰρ τὰ οὐράνια σώματα, ἅπερ ἐκ τοῦ πέμπτου στοιχείου γεγόνασι, μέρος εἰσὶ τοῦ κόσμου.
“环绕整个地球的宇宙确实是由这些物体组成的。” “由这些”——是由哪些物体?是由五种物体组成的。因为由第五元素构成的天体也是宇宙的一部分。
"Περὶ ὃν τὰ συμβαίνοντα πάθη φαμὲν εἶναι ληπτέον." Περὶ ὃν φησι αὐτὸν τὸν κόσμον. περὶ γὰρ τοῦτον συμβαίνουσι τὰ μέλλοντα λέγεσθαι πάθη.
“关于它,我们说必须把握所发生的受动状态。” 所谓“关于它”,他指的是宇宙本身;因为将要被论及的各种受动状态正是关于它发生的。
"Ἔστι δὲ ἐξ ἀνάγκης συνεχής πως οὗτος ταῖς ἄνω φοραῖς." Ἐντεῦθεν ὁ πρῶτος λόγος ὁ κατασκευάζων ποιητικὴν εἶναι αἰτίαν τὸ πέμπτον στοιχεῖον, τὰ δὲ ὑπόλοιπα ὑλικά. καλῶς δὲ τὸ ἐξ ἀνάγκης συνεχής, ἐπειδὴ δέδεικται μὴ ὂν κενόν. καλῶς δὲ καὶ πως, ἐπειδὴ οὐ κατ’ ἀλήθειαν συνεχῆ εἰσιν· οὐ γάρ εἰσι τὰ αὐτά, ἀλλὰ μόνον ἐφάπτονται, ἄλλο δὲ τὸ ἅμα εἶναι καὶ ἄλλο τὸ ἐφάπτεσθαι μόνον.
“而它必然在某种方式上与上方的诸运转连续。” 从这里开始,确立第五元素是动力因、其余元素是质料因的第一条论证展开了。他说“必然连续”是恰当的,因为虚空不存在已经被证明;他说“在某种方式上”也是恰当的,因为按真实情况而言它们并非连续;因为它们并不是同一种东西,而仅仅是相切接触,并且在同一处与仅仅相接触是两回事。
"Πρὸς δὲ τούτοις ἡ μὲν ἀίδιος καὶ τέλος οὐκ ἔχουσα." Ἐντεῦθεν ὁ δεύτερος λόγος παραδίδοται.
“此外,前者是永恒的且没有终点。” 从这里引出了第二条论证。
"Καὶ τέλος οὐκ ἔχουσα τῶν τόπων τῶν κινήσεων, ἀλλ’ ἀεὶ ἐν τέλει." Ἐπειδὴ εἶπεν, ὅτι οὐκ ἔχουσι τέλος τὰ οὐράνια σώματα, ἐφοβήθη μή πώς τις ἀτελῆ αὐτὰ οἰηθῇ, καὶ διὰ τοῦτο προστέθεικεν ἀλλ’ ἀεὶ ἐν τέλει. ταῦτα δὲ τὰ σώματα πεπερασμένους διέστηκε τόπους2 ἀλλήλων· οὐχὶ καὶ τὰ οὐράνια σώματα ὁμοίως ἔχουσι. τί οὖν ῥητέον; ὅτι δεῖται προσθήκης ὁ λόγος. δεῖ γὰρ εἰπεῖν ‘πεπερασμένους διέστηκε τόπους ὁριζομένους κινήσει’· τὰ γὰρ οὐράνια σώματα, εἰ καὶ πεπερασμένους διεστήκασι τόπους, ἀλλ’ οὐχ ὡρισμένους κινήσει.
“且没有其运动诸位置的终点,而是始终处于终点。” 由于他说天体没有终点,他担心有人会认为天体是不完全的,因此他补充了“而是始终处于终点”。然而这些[下界]物体相互间隔着有限的场所;难道天体不也是同样如此吗?那么该怎么说呢?这个说法需要补充。因为应当说“相互间隔着由运动所限定的有限场所”;因为天体即使间隔着有限的场所,但也并非间隔着由运动所限定的场所。
"Ἀναλαβόντες οὖν τὰς ἐξ ἀρχῆς θέσεις." Τουτέστι τὰς περὶ τῶν στοιχείων, ὅτι τὸ μὲν πέμπτον στοιχεῖον ποιητικὸν ἀποδέδεικται, τὰ δὲ ὑπόλοιπα ὑλικά.
“因此重新提起最初的前提。” 也就是说关于诸元素的前提,即第五元素被证明是动力的,而其余元素是质料的。
"Φαμὲν δὲ πῦρ καὶ ἀέρα καὶ ὕδωρ καὶ γῆν γίνεσθαι ἐξ ἀλλήλων." Λεληθότως ὁ Ἀριστοτέλης ἐπὶ τὰ προσεχῆ στοιχεῖα μέτεισι. λέγων γὰρ ‘ταῦτα τὰ τέσσαρα στοιχεῖα μεταβάλλουσιν εἰς ἄλληλα τῆς μεταβολῆς γινομένης κατὰ τὸ ἐν ἑκάστῳ δυνάμει’ αἰνίττεται τὰ ἡμιγενῆ στοιχεῖα. πῶς γὰρ ἔχουσι ταῦτα ἀθρόως μεταβάλλειν,3 εἰ μὴ διὰ μέσου τῶν ἡμιγενῶν στοιχείων, φημὶ δὴ τῶν δύο ἀναθυμιάσεων; ἔστι γὰρ ἡ μὲν ἀτμιδώδης μεταξὺ ἀέρος καὶ ὕδατος, ἡ δὲ καπνώδης πυρὸς καὶ γῆς. ταῦτά εἰσι τὰ ὑλικά· ποιητικὴ δέ ἐστιν ἔμφυτος θερμασία, ἥντινα καὶ ἐδείξαμεν ἐν γῇ οὖσαν καὶ ἐν αὐτῷ τῷ ὕδατι.
“并且我们说火、空气、水和土是由彼此生成的。” 亚里士多德在不知不觉中过渡到了切近的诸元素。因为通过说“这四种元素相互转化,转化的发生是根据每种元素中潜能的存在”,他暗指了半生成的元素。因为如果不是通过半生成的元素——我是指这两种蒸发物——作为中介,这些元素怎么能够猝然转化呢?因为水汽性的蒸发物介于空气与水之间,而烟性的蒸发物介于火与土之间。这些是质料性的原因;而动力性的原因则是内生的热,我们已指明它既存在于土中,也存在于水本身中。
- 1.2.19ἀνάγκη γὰρ ἐν τῷ ὑποστρέφειν, ἵνα ἡσυχία τις μεσολαβῆται
非人称短语 ἀνάγκη [ἐστί] 之后接 ἵνα 引导的现在时虚拟式从句(μεσολαβῆται),代替了古典时期的不定式结构,作为主语从句(名词性从句)起作用,这是后代希腊语的常见句法特征。
- 1.2.25πεπερασμένους διέστηκε τόπους
宾格短语 πεπερασμένους τόπους 与不及物完成时动词 διέστηκεν(“间隔、相隔”)连用,作表示空间跨度或距离的空间广延宾格。
- 1.2.27πῶς γὰρ ἔχουσι ταῦτα ἀθρόως μεταβάλλειν
动词 ἔχουσι 与不定式 μεταβάλλειν 搭配使用,此处的 ἔχω + 不定式为表示能力或可能性(相当于 δύναμαι,“能够”)的固定句法用法。
