← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§158.9-159.23

关于海水咸味与烟状升发物的其余论证

奥林匹奥多罗阐明了关于大海咸度源于烟状升发物混入的六个论据中的第二论据余部直至第六论据(咸度的恒定性、蜡制容器及蒸馏实验、比重增加、以及涉及浮力、游泳与鸡蛋的实验)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.5.1#2

ἐκείνου γὰρ ψύχοντος καὶ ὑγραίνοντος καὶ τὴν πυρκαϊὰν κατασβεννύντος τοῦτο ξηραίνει καὶ θερμαίνει καὶ τὴν πυρκαϊὰν οὐ κατασβέννυσιν, ἀλλὰ καὶ προσανάπτει. θερμὴ δὲ καὶ ξηρὰ ἡ καπνώδης ἀναθυμίασις καὶ πυρώδης· ὁ γὰρ Ἀριστοτέλης οὐδὲν λέγει εἶναι ἄλλο τι πῦρ ἢ καπνὸς καόμενος, δηλονότι * * * ὅτι δὲ ἐγκαταμέμικται τῇ θαλάττῃ ἡ καπνώδης ἀναθυμίασις, δῆλον· εἰ γὰρ μὴ ἦν ἐγκαταμεμιγμένη, οὐκ ἂν ἐξίσαζεν ἀεὶ κατὰ τὴν ἁλμυρότητα, ἀλλὰ ποτὲ μὲν ἁλμυρά, ποτὲ δὲ γλυκεῖα ἂν ὑπῆρχε. τοῦ γὰρ λεπτομεροῦς αὐτῆς ὡς πλεῖστον μετά τινος ὀλίγης ἁλμυρότητος ἐξατμιζομένου κατὰ θέρος, εἶτ’ ἄνω γλυκέος ὀλίγου γινομένου καὶ ποτίμου, εἰ τὸ ἄνω γλυκὺ καὶ ἄνωθεν κατεφέρετο, ἤμελλεν ἂν θέρους μὲν εἶναι ἁλμυρόν, χειμῶνος δὲ γλυκὺ τὸ τῆς θαλάττης ὕδωρ1 διὰ τὴν τοῦ καταφερομένου ὕδατος ἐπιμιξίαν πλείστου ὄντος καὶ γλυκέος. ἀλλ’ ἐπειδὴ καταφερομένου τοῦ ὑετοῦ ὁ περὶ τὴν θάλατταν ἀὴρ πλήρης ὢν τῆς καπνώδους ἀναθυμιάσεως μίγνυται αὐτῷ, ἐντεῦθεν ἁλμυρὸς γίνεται ὁ ὑετός, καὶ μιγνύμενος τῇ θαλάσσῃ οὐκ ἀμβλύνει αὐτῆς τὴν ἁλμυρότητα, ἀλλὰ φυλάττει. ᾧ δῆλον, ὅτι μίγνυται ἡ καπνώδης ἀναθυμίασις τῇ θαλάττῃ. τέταρτον ἐπιχείρημα· ὅτι γὰρ αὐτὸ καθ’ αὐτὸ τὸ τῆς θαλάττης πότιμόν ἐστιν, ἀλλ’ οὐχὶ ἁλμυρόν, καὶ ὅτι διὰ τὴν ἐπιμιξίαν τῆς καπνώδους ἀναθυμιάσεως, δῆλον. εἰ γὰρ † κήρινον ἀγγεῖον διαπλάσῃς, εἶτα τούτου τὸ στόμα περιφράξας ἐπιμελῶς ἐμβάλῃς ἐν τῇ θαλάττῃ, ὡς μὴ εἰσελθεῖν ἔνδον θαλάττιον ὕδωρ διὰ τοῦ στομίου, εἶτα χρόνον ἐάσας ἀναλάβῃς, εὑρήσεις τὸ διὰ τοῦ τοίχου τοῦ ἀγγείου διηθηθὲν ὕδωρ γλυκὺ διὰ τὸ ἀπομεμενηκέναι ἐκτὸς τὴν καπνώδη ἀναθυμίασιν καὶ μόνον τὸ γνήσιον ὕδωρ εἰσεληλυθέναι. καὶ μή τις λεγέτω, ὅτι διὰ τὸν κηρὸν γέγονε γλυκὺ τὸ ὕδωρ ὡς δι’ αὐτοῦ διηθηθέν, ἐπειδὴ περίττωμά ἐστιν ὁ κηρὸς τοῦ μέλιτος. εἰ γὰρ τοῦτο ἦν, ἐχρῆν καὶ ἄνωθεν διὰ τοῦ στομίου τοῦ ἀγγείου βαλλομένου τοῦ θαλαττίου ὕδατος μεταβάλλεσθαι εἰς γλυκύ, εἴπερ ὅλως ὁ κηρὸς ἦν ὁ μεταβάλλων, καὶ οὐχ ἡ διήθησις. ὅτι γὰρ καθ’ αὑτὸ τὸ θαλάττιον ὕδωρ ἀμιγὲς ὑπάρχον τῆς καπνώδους ἀναθυμιάσεως γλυκύ ἐστι, δῆλον, ἐπειδὴ καὶ αὐτοὶ οἱ ναυτικοί, ἐπὰν ὕδατος λεῖψις γένηται αὐτοῖς ἐν τῇ θαλάττῃ, ἑψῶντες τὸ θαλάττιον ὕδωρ ἐξαρτῶσι σπόγγους μεγάλους τοῦ στόματος τοῦ χαλκείου, ἵνα δέχωνται τὸ ἀτμιζόμενον· εἶτα ἐκεῖνο τὸ ἐξατμισθὲν ἐκπυρηνίσαντες2 ἐκ τοῦ σπόγγου εὑρίσκουσι γλυκὺ μὴ μετέχον τῆς καπνώδους ἀναθυμιάσεως. πέμπτον ἐπιχείρημα· ὅτι γὰρ μέμικται καπνώδης ἀναθυμίασις τῇ θαλάττῃ, δῆλον ἐκ τοῦ βάρους τῆς ὁλκῆς. εἰ γὰρ τὸ αὐτὸ ποσὸν γλυκέος τε καὶ ἁλμυροῦ ὕδατος ἐμβάλῃς καὶ βουληθῇς σταθμίσαι, πλείονα σταθμὸν ἕλκει τὸ τοῦ ἁλμυροῦ ὕδατος ὑπὲρ τὸ τοῦ γλυκέος ποσόν,3 δηλονότι δι’ ἐπιμιξίαν τῆς καπνώδους ἀναθυμιάσεως ὡς γεώδους οὔσης γέγονε βαρὺ τὸ θαλάττιον ὕδωρ. ἕκτον ἐπιχείρημα τὸ ἀπὸ τοῦ παχυμερὲς εἶναι τὸ θαλάττιον ὕδωρ· εἰ γὰρ ὁρῶμεν, ὅτι ἐν μὲν τοῖς ποταμίοις ὕδασιν οὐ δύνανται πλοῖα βαρὺν ἔχοντα φόρτον πλεῖν, ἐν δὲ τῇ θαλάττῃ βαρύτατα δύνανται πλεῖν, δῆλον, ὅτι παχύτερόν ἐστι τὸ θαλάττιον ὕδωρ καὶ γεῶδες διὰ τὴν ἐγκαταμιγνυμένην αὐτῷ καπνώδη ἀναθυμίασιν αἰθαλώδη οὖσαν καὶ γεώδη. ἀλλὰ μὴν καὶ ἐν ποτίμοις ὕδασι μᾶλλον κάμνομεν νηχόμενοι ἤπερ ἐν θαλάττῃ· † ἀνωθεῖ γὰρ ἡ θάλασσα καὶ κουφίζει τὰ σώματα διὰ τὸ παχυμερὲς τοῦ ὕδατος. καὶ μή τις λεγέτω, ὅτι διὰ τὸ πλῆθος τοῦ ὕδατος † ἀνωθεῖται τὰ πλοῖα ἢ οἱ νηχόμενοι ἐν τῇ θαλάττῃ, καὶ οὐ διὰ τὸ πάχος τοῦ ὕδατος. ὅτι γὰρ διὰ τὸ πάχος τοῦ ὕδατος τοῦτο γίνεται, δῆλον. εἰ γὰρ εἰς τὸ αὐτό τις ποσὸν τοῦ ὕδατος θαλαττίου τε καὶ ποτίμου ἐμβάλῃ ᾠόν, εἰς μὲν τὸ θαλάττιον ἐπινήξεται, εἰς δὲ τὸ πότιμον οὔ· ᾧ δῆλον, ὅτι οὐ διὰ τὸ ποσὸν τοῦ ὕδατος † ἀνωθεῖται τὰ βαρὺν φόρτον ἔχοντα πλοῖα ἐν τῇ θαλάσσῃ, ἀλλὰ διὰ τὴν παχυμέρειαν τοῦ ὕδατος. ταῦτα παραδίδωσιν ἡ μετὰ χεῖρα λέξις.

因为淡水致冷、致湿并能熄灭火灾,而海水则致干、致热,不仅不能熄灭火灾,反而助长火势。而烟状升发物是燥热且具火性的;因为亚里士多德说,火无非就是燃烧着的烟,显然[……]。另一方面,烟状升发物混入了大海之中,这也是显然的;因为如果它没有混入其中,大海在咸度上便不会始终如一,而是会时而咸、时而甜。因为在夏季,海水最细腻的部分连同微许咸度绝大部分蒸发上去,随后在上方变得微甜且适于饮用,如果上方甜的水就这样从上方降下,由于降下的水极其充沛且甜,海水本应在夏季是咸的,在冬季是甜的。然而,在雨水降下时,大海周围充满烟状升发物的空气与雨水相混合,雨水因此而变咸,且与大海混合时并不削弱大海的咸度,反而维持了它。由此显明,烟状升发物与大海相混合。第四个论据:大海的水就其自身而言是可饮用的而非咸的,并且其变咸是由于烟状升发物的混入,这是显明的。因为如果有人塑制一个蜡制容器,随后仔细封住其口并将其投入海中,使海水不致通过开口进入内部,随后放置一段时间将其取出,便会发现穿过容器壁渗透进来的水是甜的,这是因为烟状升发物留在了外面,而只有纯正的水进入了内部。任何人都不应当说,水变甜是因为蜡,即因为通过蜡过滤,既然蜡是蜂蜜的排泄物。因为如果是这样,那么当海水从上方通过容器的开口注入时,也应当转变为甜的,如果果真完全是蜡起到了转变作用,而不是过滤过程的话。事实上,海水就其自身而言若不混杂烟状升发物便是甜的,这是显然的,因为水手们自己每当在海上遭遇缺水时,通过煮沸海水,在铜锅口上悬挂大块海绵以接收蒸发出来的水汽;随后把蒸发出来的水从海绵中挤出,便发现它是甜的,不带有烟状升发物。第五个论据:烟状升发物混入了大海,这从称重的重量中也是显而易见的。因为如果有人倒入等量的甜水与咸水并试图加以称量,咸水的量比甜水拉动更多的重量,显然是因为烟状升发物作为土质之物混入其中,使海水变重了。第六个论据源自海水由粗大微粒构成这一事实;因为如果我们看到在河水中载有重货的船只无法航行,而在海中极重的船只却能航行,显而易见,海水更为浓密且具土质,这是由于混入其中的烟状升发物是烟灰状且具土质的缘故。不仅如此,我们在可饮用的淡水中游泳比在海中更容易疲倦;因为大海由于水的微粒粗大而向上托举并使身体变轻。任何人都不应当说,在海中船只或游泳者被向上托举是由于水的分量多,而不是由于水的浓密。因为这显然是由于水的浓密而产生的。因为如果有人将一枚鸡蛋投入等量的海水和可饮用淡水中,在海水中鸡蛋会浮起,而在可饮用淡水中则不会;由此显明,在海中载有重货的船只被向上托举并不是由于水的分量,而是由于微粒的粗大。眼下的这段文句所传达的就是这些内容。

语法注3 条
  1. 2.5.1εἰ τὸ ἄνω γλυκὺ καὶ ἄνωθεν κατεφέρετο, ἤμελλεν ἂν θέρους μὲν εἶναι ἁλμυρόν, χειμῶνος δὲ γλυκὺ τὸ τῆς θαλάττης ὕδωρ

    与过去或持续事实相反的非真实条件句。条件从句采用 εἰ 搭配未完成过去时直陈式(κατεφέρετο),主句则采用 ἄν 搭配未完成过去时(ἤμελλεν ἄν)并统辖不定式(εἶναι)。这一句式表明,实际上降下的雨水并未保持纯甜,而是在降落时混入了烟状升发物,因此海水不会出现夏咸冬甜的极端交替。

  2. 2.5.1ἐκπυρηνίσαντες

    动词 ἐκπυρηνίζω 的主动态不定过去时分词(阳性主格复数)。其原义为“去核”,此处引申为将海绵中吸收的水分“挤出”或“压榨出”,作为时间分词修饰主动词 εὑρίσκουσι 并表示在其之前发生的动作。

  3. 2.5.1πλείονα σταθμὸν ἕλκει τὸ τοῦ ἁλμυροῦ ὕδατος ὑπὲρ τὸ τοῦ γλυκέος ποσόν

    比较结构。比较的标准由介词 ὑπέρ 搭配宾格(τὸ τοῦ γλυκέος ποσόν)构成,而非使用属格或 ἤ。比较级形容词 πλείονα 修饰宾格名词 σταθμόν,配合习语 σταθμὸν ἕλκει(字面为“拉动重量”,即“有……重量”),意为“咸水的分量超过甜水的分量而具有更重的分量”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:158.9-159.23