← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§156.24-158.9

烟状升发物与海咸成因的前两个论据

奥林匹奥多鲁阐述了亚里士多德将大海咸度的原因归于周围土地所升起的未消化的烟状升发物的混入这一观点,驳斥了泰奥弗拉斯托斯的学说,解释了河流为何不咸的疑难,并阐述了证明这一咸度成因的六个论据中的前两个论据。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.5.1#1

" Τούτων δ’ οὕτως ἐχόντων πειρατέον ἀποδοῦναι τὴν αἰτίαν καὶ περὶ τῆς ἁλμυρότητος." Τίς ἄρα ἡ κατὰ Ἀριστοτέλην αἰτία τῆς ἁλμυρότητος τῆς θαλάττης; ἆρα ἡ ὑποκειμένη γῆ τῇ θαλάττῃ; οὐ δῆτα. τοῦτο γὰρ οὐ Περιπατητικόν, ἀλλὰ Θεοφράστειον, εἰ γὰρ Θεόφραστος τοῦτο ἔλεγεν,1 ὅτι ἡ ὑποκειμένη γῆ αἰτία ὑπάρχει τῆς ἁλμυρότητος· καὶ ἄλλως τε οὐχ ἡ ὑποκειμένη γῆ αἰτία ἐστίν. εἰ γὰρ οὕτω, συνέβαινε καὶ τοὺς περὶ θάλατταν ὀρυττομένους λάκκους ἁλμυρὸν περιέχειν ὕδωρ, εἴπερ ἡ γῆ αἰτία ἦν τούτου. ἀλλὰ μὴν οὐ πάντως ἐστὶν ἁλμυρὸν τὸ ἐν τούτοις εὑρισκόμενον ὕδωρ, ἀλλὰ κατὰ τὸ σπάνιον· οὐκ ἄρα ἡ ὑποκειμένη γῆ αἰτία τῆς ἁλμυρότητος γίνεται. καὶ τίς ἄρα; λέγομεν, ὅτι τις ἄπεπτος οὐσία παρεμπίπτουσα ἐργάζεται τὴν ἁλμυρότητα, τουτέστιν ἡ καπνώδης ἀναθυμίασις οὐκ ἐκ τῆς ὑποκειμένης γῆς ἀνιοῦσα, ὡς Θεόφραστος ἔλεγεν, ἀλλ’ ἐκ τῆς πέριξ γῆς· καὶ ταύτης οὐ τῆς τυχούσης, ἀλλ’ ἐκ τῆς ἀπέπτου, ἥντινα ἤρξατο μὲν πέττειν τὸ θερμόν, οὐκ ἐκράτησε δέ, ἀλλὰ μόνον περιέφρυξε διὰ τὸ μὴ πεφυκέναι πρὸς πέψιν, ὥσπερ ἐπὶ τῆς τέφρας τῶν ξύλων· καὶ ταύτην γὰρ οὐκ ἴσχυσε πέψαι τὸ θερμόν, καὶ ἔστιν ἄπεπτος οὐσία. ἐκ τῆς οὖν τοιαύτης γῆς τῆς ἀπέπτου † τις οὐσία οὔτε ὡς τροφὴ παρείληπται τρεφομένου οὔτε μεμένηκεν ἐν τῷ κατὰ φύσιν (περιέκαυσε γὰρ αὐτὴν τὸ θερμόν) γεννᾶται ἡ καπνώδης ἀναθυμίασις, ἥτις ἢ κάτω μένει περίγειος αἰθαλώδης οὖσα καὶ γεώδης καὶ μιγνυμένη τῇ θαλάσσῃ ποιεῖ αὐτὴν ἁλμυρὰν καὶ βαρεῖαν, ἢ ἀπόγειος γίνεται καὶ μίγνυται τοῖς θερινοῖς καὶ φθινοπωρινοῖς ὑετοῖς καὶ ποιεῖ αὐτοὺς ἁλμυρούς. ὡσαύτως δὲ καὶ ἐν τῇ νοτίᾳ χώρᾳ τὸ αὐτὸ τοῦτο ποιεῖ διὰ τὸ πολλὴν εἶναι τὴν ἐκεῖσε καπνώδη ἀναθυμίασιν. ὅθεν ἐν Θηβαΐδι ἁλμυροὶ γίνονται οἱ ὄμβροι καὶ ῥαγδαῖοι διὰ τὸ ἐγκαταμίγνυσθαι ἐν αὐτοῖς τὴν καπνώδη ἀναθυμίασιν. ἀλλ’ ἄξιόν ἐστι ἀπορεῖν. εἰ γὰρ διὰ τὴν ἀναδιδομένην ἐκ τῆς ἐκκαομένης γῆς καπνώδη ἀναθυμίασιν γίνεται ἁλμυρὰ ἡ θάλαττα, ἔδει καὶ τοὺς ἄλλους ποταμοὺς ἁλμυροὺς εἶναι διὰ τὴν ἐκείνης πρὸς αὐτοὺς ἐγκατάμιξιν. ἢ ῥητέον, ὅτι χρεία καὶ στάσεως, ἵνα γένηται ἡ κρᾶσις τῆς καπνώδους ἀναθυμιάσεως τοῖς ποταμοῖς· αὐτοὶ δὲ ῥέουσιν ἀπαύστως καὶ τούτου χάριν οὐκ ἐπιδέχονται τὴν μίξιν. ἄλλως τε τῆς καπνώδους ἀναθυμιάσεως ἀεὶ τὸν κοιλότατον τόπον διωκούσης, ἐπειδὴ κοιλότατος πάντων ἐστὶν ὁ περὶ τὴν θάλασσαν τόπος, εἰκότως ἐκεῖ συναθροιζομένης αὐτῆς ἁλμυρὰν ποιεῖ τὴν θάλατταν. καὶ ὅτι διὰ τὴν ἐγκατάμιξιν τῆς καπνώδους ἀναθυμιάσεως ἤτοι ἀπέπτου τινὸς οὐσίας2 γέγονεν ἁλμυρὰ ἡ θάλαττα, κατασκευάζει ὁ Ἀριστοτέλης διὰ ἓξ ἐπιχειρημάτων, ὧν τὸ πρῶτον τοῦτον ἔχει τὸν τρόπον· πᾶσα ἁλμυρότης εἴτε τεχνητὴ εἴτε φυσική, καὶ φυσικὴ εἴτε μερικὴ εἴτε καθολική, διὰ παρέμπτωσίν τινος οὐσίας ἀπέπτου γίνεται. τεχνητὴ μὲν ὥσπερ τὸ διὰ τῆς τέφρας διηθούμενον ὕδωρ. ἐκεῖνο γάρ, ἐπειδὴ δι’ ἀπέπτου οὐσίας παρέρχεται, τουτέστι τῆς τέφρας (ἐδείχθη γὰρ ἔναγχος ἄπεπτος οὐσία ἡ τέφρα· ἢ γὰρ ἂν καὶ αὐτὴν ἀνήλωσε τὸ θερμόν, εἰ μὴ ὑπῆρχεν ἄπεπτος),3 τούτου χάριν ἁλμυρὸν τὸ δι’ αὐτῆς διηθούμενον ὕδωρ. φυσικὴ δὲ ἁλμυρότης γίνεται μερικὴ ὥσπερ ἐπὶ τῶν ζῴων τὸ οὖρον καὶ ὁ ἱδρώς· καὶ ταῦτα γὰρ περιττώματα ὄντα διὰ τοῦτο ἄπεπτα ὑπάρχουσι (καθόλου γὰρ πᾶν περίττωμα ὡς περίττωμα ἄπεπτόν ἐστιν), ἄλλως τε συνεμπίπτουσιν αὐτοῖς καὶ ἄλλα περιττώματα ἄπεπτα, καὶ διὰ τοῦτο πλέον εἰσὶν ἁλμυροὶ οἱ ἱδρῶτες καὶ τὸ οὖρον. καθολικὴ δ’ ἁλμυρότης ἐστὶν ὡς ἐπὶ τῶν ἁλμυρῶν ὄμβρων, οἵτινες γίνονται δι’ ἐπιμιξίαν τῆς καπνώδους ἀναθυμιάσεως ὡς ἐν τῷ ἀέρι γινομένης, ὥσπερ εἰσὶν οἱ μετοπωρινοὶ καὶ οἱ ἐν τοῖς νοτίοις κλίμασι γινόμενοι. ἐπειδὴ οὖν πᾶσα ἁλμυρότης, εἴτε τεχνητὴ εἴτε φυσικὴ εἴη, δι’ ἐπιμιξίαν ἀπέπτου οὐσίας γέγονεν ἁλμυρά, καὶ ἡ θάλασσα ἁλμυρὰ † οὖσα δι’ ἐπιμιξίαν ἀπέπτου οὐσίας, τουτέστι τῆς καπνώδους ἀναθυμιάσεως. τοῦτο πρῶτον ἐπιχείρημα. δεύτερον, ὅτι φαίνεται θερμὴ καὶ ξηρὰ οὖσα ἡ θάλασσα· ἀνόμοιον γάρ ἐστι τὸ ταύτης ὕδωρ τῷ γλυκεῖ ὕδατι.

“既然这些情况如此,就必须也尝试说明关于咸度的原因。” 那么根据亚里士多德,大海咸度的原因究竟是什么?难道是位于大海之下的土地吗?绝非如此。因为这并非逍遥学派的观点,而是泰奥弗拉斯托斯的观点,因为泰奥弗拉斯托斯说过这话,即位于下方的土地是咸度的原因;此外在其他方面,下方的土地也不是原因。因为如果是这样,那么在海边挖掘的蓄水池也应当含有咸水,如果土地果真是此事的起因的话。然而,在这些蓄水池中发现的水绝非全然是咸的,而只是极少如此;因此,下方的土地并不是咸度的原因。那么究竟是什么呢?我们说,是某种混入其中的未消化实质造成了咸度,也就是烟状升发物——它并不是如泰奥弗拉斯托斯所说的那样从下方的土地升起,而是从周围的土地升起;并且不是来自随意的土地,而是来自未消化的土地,热量虽已开始消化这种土地,却未能制服它,仅仅由于它不具备适合消化的自然本性而将其灼焦,正如同在木柴的灰烬的情形中一样;因为热量也未能有力消化灰烬,而灰烬乃是未消化的实质。因此,正是从这种未消化的土地(这种实质既未作为受滋养者的营养被摄入,也未能保持在自然状态中,因为热量已将其灼焦)产生了烟状升发物,它要么因具有烟灰状和土质而在下方滞留于近地处,并通过与大海混合而使大海变咸变重,要么离开地面上升并与夏季和秋季的雨水相混合而使它们变咸。同样在南方地区,由于那里的烟状升发物很多,它也造成这同一后果。因此在底比斯地区,由于烟状升发物混入雨水中,降雨便变得又咸又猛烈。然而值得提出疑难的是:如果大海是由于被灼烧的土地所释放出的烟状升发物而变咸,那么其他河流本也应当因其混入而变咸。抑或应当说,为了使烟状升发物与河流发生混合,静止也是必需的;但河流无休止地流动,为此缘故不接受这种混合。此外,由于烟状升发物始终趋向最凹陷的处所,而大海周围的处所是所有处所中最凹陷的,因此它合理地汇聚在那里从而使大海变咸。亚里士多德通过六个论据证明了大海是由于烟状升发物即某种未消化实质的混入而变咸的,其中第一个论据如下:一切咸度,无论是以人工方式还是以自然方式产生的,并且若是自然方式,无论是局部的还是普遍的,都是通过某种未消化实质的混入而产生的。人工的咸度就像通过灰烬滤过的水。因为那一水分穿过了未消化的实质即灰烬(因为刚才已证明灰烬是未消化的实质;否则,如果它不是未消化的,热量本也会将它消耗殆尽),为此缘故,通过它滤过的水是咸的。而自然的咸度之成为局部的,就像动物体内的尿液与汗水一样;因为它们作为排泄物,正因如此是未消化的(因为普遍而言,一切排泄物就其作为排泄物而言都是未消化的),此外其他未消化的排泄物也一同混入其中,为此缘故汗水和尿液更为咸涩。普遍的咸度则如同在咸雨的情形中一样,这些雨水是由于在大气中产生的烟状升发物的混入而生成的,正如秋雨以及在南方气候区生成的雨水那样。因此,既然一切咸度,无论是以人工方式还是以自然方式存在,都是通过未消化实质的混入而变咸的,那么大海也[是]通过未消化实质即烟状升发物的混入而变咸的。这是第一个论据。第二个论据在于,大海显现出是燥热的;因为大海的水不同于甘甜的淡水。

语法注3 条
  1. 2.5.1εἰ γὰρ Θεόφραστος τοῦτο ἔλεγεν

    此处的 εἰ γάρ 并非引导与事实相反的条件句,而是类似于 εἴπερ,用以引入前句断言(该学说是泰奥弗拉斯托斯式的)的依据或证实(“因为泰奥弗拉斯托斯确实说过……”)。

  2. 2.5.1καὶ ἡ θάλασσα ἁλμυρὰ † οὖσα δι’ ἐπιμιξίαν ἀπέπτου οὐσίας

    第一个论证的三段论结论部分。主句动词(如 ἐστί)脱落,或分词 οὖσα 处存在文本讹误(†)。在句法上,它作为原因从句(ἐπειδὴ οὖν...)的主句归结,需补出谓语动词理解为:“大海也[是]通过未消化实质的混入而变咸的”。

  3. 2.5.1ἢ γὰρ ἂν καὶ αὐτὴν ἀνήλωσε τὸ θερμόν, εἰ μὴ ὑπῆρχεν ἄπεπτος

    由连词 ἤ(“否则”)引导的过去与事实相反的虚拟句结构。归结节由 ἄν 加上直陈式不定过去时(ἀνήλωσε)构成,条件节由 εἰ 加上直陈式未完成过去时(ὑπῆρχεν)构成。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:156.24-158.9