- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:155.3-156.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多鲁驳斥了恩培多克勒将大海视为“大地的汗水”这一回环式诗意比喻,通过对比动物排泄物(汗与尿)咸度的形成机制为亚里士多德自身的烟状升发物学说作铺垫,并阐释了大海就其全体与部分而言处于生成生灭之中而在形式上永恒不灭的论题。
" Ὁμοίως δὲ γελοῖον κἂν εἴ τις εἰπὼν ἱδρῶτα τῆς γῆς εἶναι τὴν θάλασσαν οἴεταί τι σαφὲς εἰρηκέναι." Ἐντεῦθεν ὁ ἔλεγχος τῆς Ἐμπεδοκλέους ὑποθέσεως τῆς λεγούσης ἱδρῶτα τῆς γῆς εἶναι τὴν θάλατταν. τί γάρ φησιν; ὅτι εἰ μὲν πρὸς ποίησιν ἀποβλέπων Ἐμπεδοκλῆς τῇ διαλλήλῳ δείξει ἐχρήσατο φήσας τὸν ἱδρῶτα θάλατταν ζῴου εἶναι καὶ τὴν θάλατταν ἱδρῶτα γῆς, ἴσως συγχωρητέον αὐτῷ ὡς ποιητῇ· εἰ δέ γε φυσικῶς τοῦτο εἶπεν, οὐ συγχωρητέον. πρῶτον μὲν ἀσαφὴς ἡ διάλληλος ὑπάρχει δεῖξις, ἔπειτα δὲ τίς ἡ ἀποκλήρωσις, ἵνα πρῶτον μὲν ἱδροῦσα ἡ γῆ ποιήσῃ1 τὴν θάλατταν, νῦν δὲ ἱδροῦσα μὴ καὶ ἄλλας ποιήσῃ; οὐδὲ γὰρ ἐνταῦθα δῆλον, πῶς ἐκ γλυκέος γίνεται ἱδρώς. καὶ τὸ ἄλλο δὲ ζητητέον, πῶς γίνεται ἁλμυρὸν τὸ ἐν τοῖς ζῴοις περίττωμα, ἆρα κατὰ ἐξάτμισιν τοῦ λεπτομεροῦς, ὥσπερ ἐπὶ τῆς τρίτης πέψεως καὶ τῶν ἱδρώτων γίνεται, ἢ κατὰ σύμμιξίν τινος ἀπέπτου οὐσίας, ὥσπερ ἐπὶ τῶν οὔρων. καὶ εἰ τοῦτο γνῶμεν, ζητήσωμεν καὶ ἐπὶ τοῦ ἱδρῶτος τῆς γῆς, πῶς ἐστιν ἁλμυρός, ἆρα κατὰ τὸ πρῶτον ἢ τὸ δεύτερον. τέως γὰρ ἄδηλον ἡμῖν ἐστι, πῶς γλυκέος ὄντος τοῦ πινομένου ὁ ἱδρὼς ἁλμυρὸς γίνεται καὶ τὸ οὖρον.
“同样可笑的是,如果有人说大海是大地的汗水,便自以为说出了某种明了的道理。” 从这里开始的是对恩培多克勒主张大海是大地的汗水这一假说的驳斥。因为他究竟说了什么?他说,如果恩培多克勒是着眼于诗作,使用了互相证明,称汗水是动物的大海而大海是大地的汗水,那么作为诗人或许应当得到原谅;但如果他是从自然学角度说出此话的,便不应得到原谅。首先,互相证明是不明了的;其次,究竟有何种武断的区分,使得大地先前流汗产生了大海,而现在流汗却不再产生其他的海呢?因为在此处也同样不清楚,汗水如何从甘甜之物中产生。此外另一件事也必须探求:动物体内的排泄物如何变咸,究竟是通过精细部分的蒸发,如同在第三次消化和汗水的情形中所产生的那样,还是通过某种未消化实质的混入,如同在尿液的情形中那样?如果我们知道了这一点,也让我们就大地的汗水来探求它是如何变咸的,究竟是依据第一种方式还是第二种方式。因为迄今为止我们尚不清楚,在饮入之物是甘甜的情况下,汗水与尿液是如何变咸的。
"Τῷ δ’ ἱδρῶτι συνεκκρινομένῳ ἐκ τῆς σαρκὸς οἷον καταπλύνοντος τὸ τοιοῦτον ἐκ τοῦ σώματος τοῦ ἐξιόντος." Τί φησιν; ὅτι ὥσπερ τὸ οὖρον γίνεται ἁλμυρὸν διὰ τὸ συνεμπίπτειν ἄπεπτόν τινα οὐσίαν αὐτῷ, οὕτω καὶ ὁ ἱδρὼς ἁλμυρὸς γίνεται διὰ τὸ συνεκκρίνειν μεθ’ ἑαυτοῦ ἄπεπτόν τινα λεπτοτάτην οὐσίαν ἀπὸ τοῦ σώματος· οἷον γὰρ καταπλύνει ὁ ἱδρὼς τὸ σῶμα ἀπὸ τοιαύτης οὐσίας.
“由于汗水从肌肉中一同分泌出来,仿佛排出之物从身体中清洗掉了此类实质。” 他究竟说了什么?他说,正如尿液变咸是由于某种未消化的实质混入其中,汗水变咸也是由于它自身连带从身体中一同分泌出某种极精细的未消化实质;因为汗水仿佛是将身体中的此类实质冲洗出去。
"Ἐν δὲ τῇ γῇ τίνα τρόπον ὑπῆρχε, λεκτέον ἦν." Πότερον κατὰ ἐξάτμισιν τοῦ λεπτομεροῦς ἢ κατὰ ἔμπτωσίν τινος ἀπέπτου οὐσίας. σὺ δ’ εἰπὲ κατ’ ἄμφω, ἵνα καὶ τὴν ἐξάτμισιν αἰτιάσῃ ὡς ἐπὶ τῶν ἱδρώτων καὶ τὴν παρέμπτωσιν ὡς ἐπὶ τοῦ οὔρου· παρέμπτωσιν δὲ οὐ γῆς, ἀλλὰ τῆς καπνώδους ἀναθυμιάσεως. πῶς γὰρ αὕτη ἄπεπτός ἐστιν, ἤδη εἴρηται. οὐκ ἄρα δ’ ὡς ἡ θάλασσα· ἦ γὰρ ἂν τὸ ἓν μόνον ὑπῆρχεν.2
“然而在大地之中它是以何种方式存在的,本应予以说明。” 究竟是通过精细部分的蒸发,还是通过某种未消化实质的混入?但你应当说是通过两者,以便你既如同在汗水的情形中那样归咎于蒸发,又如同在尿液的情形中那样归咎于混入;而这混入的不是土,而是烟状的升发物。因为这种升发物如何是未消化的,前面已经说过了。因此大海并不是汗水;因为[若大海是汗水],便只会存在其中之一了。
"Ἔτι διὰ τί οὐ καὶ νῦν, ὅταν ξηραινομένη τύχῃ ἡ γῆ." Τί δήποτε μὴ καὶ νῦν ἱδροῦσα ἡ γῆ ποιεῖ θαλάσσας;
“此外,为什么在大地恰好处于干燥状态时,现在却不再如此呢?” 究竟为什么大地即使在现在流汗也不产生大海呢?
"Ἀλλὰ μᾶλλον εἰκότως, ὥσπερ φασί τινες, ἀπελθόντος τοῦ πλείστου καὶ μετεωρισθέντος." Ἀποδέχεται μᾶλλον τὴν πρώτην ἱστορίαν τὴν λέγουσαν κατὰ ἐξάτμισιν τοῦ λεπτομεροῦς ἁλμυρὰν εἶναι τὴν θάλασσαν, πλὴν καὶ ταύτην οὐχ ὡς αἰτίαν οὖσαν, ἀλλ’ ὡς συναίτιον.
“但毋宁说,正如某些人所言,更为合理的解释是由于绝大部分水分已经离去并升腾到高处。” 他毋宁说是接受了第一种学说,即主张大海是由于精细部分的蒸发而变咸的学说,只是他接受这一学说并不是将其作为[固有]原因,而是作为共同原因。
"Τὰ μὲν οὖν λεγόμενα τῆς ἁλμυρότητος αἴτια διαφεύγειν φαίνεται τὸν λόγον." Ἐντεῦθεν τὰς περὶ ἁλμυρότητος ἱστορίας ἐλέγξας ἐκτίθεται τὴν ἑαυτοῦ περὶ ταύτης δόξαν. καί φησιν, ὅτι μία τῆς διττῆς ἐστιν ἀναθυμιάσεως ἡ αἰτία τῆς ἁλμυρότητος, λέγει δὲ τὴν καπνώδη.
“因此,人们所说的咸度的诸种原因,似乎都逃脱了理性的说明。” 从这里开始,他在驳斥了关于咸度的诸学说之后,陈述了自己关于此事的见解。他说,双重升发物中的一种是咸度的原因,而他所指的是烟状升发物。
"Πότερον καὶ ἡ θάλαττα ἀεὶ διαμένει τῶν αὐτῶν οὖσα μορίων." Μετῆλθεν ἐπὶ τὴν ἑτέραν ζήτησιν, πότερον ἀγένητός ἐστιν ἡ θάλασσα ἢ γενητὴ κατ’ οὐσίαν. καί φησιν, ὅτι καὶ κατὰ τὴν ὁλότητα καὶ κατὰ τὰ μέρη ἐστὶ γενητὴ καὶ φθαρτή, κατὰ δὲ τὸ εἶδος ἀγένητος καὶ ἄφθαρτος, ὡς πάντα τὰ ὑπὸ σελήνην. ἀλλὰ διαφέρει ἡ ὁλότης τοῦ μέρους κατὰ τὸ γενητὸν καὶ φθαρτόν, ἐπειδὴ ὅλη ὡς ὅλη ἡ θάλασσα διὰ πάνυ πολλοῦ χρόνου μεθίσταται καὶ ἀλλάσσεται ὥσπερ πλοίου διὰ πολλοῦ χρόνου μεταβληθέντος εἰς ἕτερον τῷ καθ’ ἕκαστον ἔτος ἀλλάσσεσθαι σανίδα,3 τὰ μέρη δὲ ταχέως μεταβάλλεται.
“是否大海也始终由相同的部分组成而长存。” 他进而探讨另一个问题,即大海在本质上是非生成的还是生成的。他说,无论就全体而言还是就部分而言,它都是生成的和可毁灭的,但就形式而言,它是非生成的和不灭的,正如月下的一切事物一样。然而全体在生成与可毁灭方面不同于部分,因为整片大海作为一个全体是在极其漫长的时间中迁移与变化的,正如一艘船因每年更换一块木板而在漫长的时间中变为另一艘船一样,而各个部分则是迅速变化的。
- 2.4.10τίς ἡ ἀποκλήρωσις, ἵνα πρῶτον μὲν ἱδροῦσα ἡ γῆ ποιήσῃ τὴν θάλατταν, νῦν δὲ ἱδροῦσα μὴ καὶ ἄλλας ποιήσῃ
由 ἵνα 引导并带虚拟语气的从句在此规定了名词 ἀποκλήρωσις(武断的选择、无根据的区分)的具体内容与结果,构成一个修辞反问句:“究竟有何种武断的区分,使得大地先前流汗产生了大海,而现在流汗却不再产生其他的海呢?”
- 2.4.12ἡ γὰρ ἂν τὸ ἓν μόνον ὑπῆρχεν
带有小辞 ἄν 和未完成过去时 ὑπῆρχεν 的反事实虚拟归结句。承接前句“因此大海并不是汗水”,此处隐含了条件从句(即“若大海是汗水的话”):“因为[若大海是汗水],便只会存在其中之一了”。
- 2.4.16ὥσπερ πλοίου διὰ πολλοῦ χρόνου μεταβληθέντος εἰς ἕτερον τῷ καθ’ ἕκαστον ἔτος ἀλλάσσεσθαι σανίδα
在属格绝对结构(πλοίου ... μεταβληθέντος)内部嵌入了表示方式与原因的定冠词与格不定词(τῷ ... ἀλλάσσεσθαι)。这里援引了著名的“忒修斯之船”悖论,用以形象说明正如船只通过逐年更换木板而在漫长岁月中转变为另一艘船那样,整片大海也在漫长岁月中发生变化。
