- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:153.22-155.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多鲁斯依据亚里士多德《气象学》357a5–357a19的文本,梳理并注解了关于海水咸度起源的古人三条假说(蒸发说、原初咸度/未消化物混入说、江河卷带泥土说)及其各自受到的驳斥。
" Περὶ δὲ τῆς ἁλμυρότητος τοῖς μὲν ἅπαξ γεννήσασι1 καὶ ὅλως αὐτὴν γεννῶσιν ἀδύνατον εἶναι ἁλμυρὰν ποεῖν." Ἐπειδή, φησίν, ἔγνωμεν, ὅτι ἁπλῆ ἐστιν ἡ θάλασσα καὶ οὐ σύνθετος, τοῦτο δὲ ἔγνωμεν ἐκ τοῦ ὁλότητα αὐτὴν εἶναι (ἡ γὰρ ὁλότης ἁπλῆ ἐστιν), ἔλθωμεν καὶ ἐπὶ τὸ δεύτερον πρόβλημα, τουτέστι τίς ἡ αἰτία τῆς ἁλμυρότητος αὐτῆς. ἀλλὰ χρὴ τοῦτο πρῶτον εἰδέναι, ὅτι οἱ μὲν ἐξ ἀρχῆς ἅμα τῷ θάλασσαν εἶναι λέγουσι συνεῖναι καὶ τὴν ἁλμυρότητα, οἱ δ’ ὕστερον ἐπιγεγενῆσθαι αὐτήν. καὶ τούτων τὰς ἱστορίας εἰρήκαμεν, ἀλλὰ τούτων οἱ μὲν ἔλεγον καὶ τὴν θάλασσαν αὐτὴν κατ’ οὐσίαν εἶναι γενητὴν ἅμα τῇ ἁλμυρότητι, οἵτινες ἔλεγον αὐτὴν εἶναι δὶς γενητήν, κατ’ οὐσίαν τε καὶ ἁλμυρότητα· οἱ δὲ ἅπαξ γενητήν, τουτέστι κατὰ μὲν τὴν οὐσίαν ἀγένητον, κατὰ δὲ τὴν ἁλμυρότητα γενητήν. τί οὖν φησιν ὁ φιλόσοφος; ὅτι τοῖς ἅπαξ γεννήσασι τὴν θάλατταν, τουτέστι τοῖς κατ’ οὐσίαν μόνον αὐτὴν λέγουσιν ἀγένητον, κατὰ δὲ τὴν ἁλμυρότητα γενητήν, συμβαίνει τούτοις μὴ δύνασθαι λέγειν ἐξ ἀρχῆς συνεῖναι αὐτῇ τὴν ἁλμυρότητα, ἀλλ’ ὕστερον ἐπιγεγονέναι. εἶτα τοῦτο εἰπὼν ὕστερον ἐπιφέρει καὶ τὰς ἱστορίας τῶν παλαιῶν, πῶς ἐδόξαζον αὐτὴν ὕστερον γενέσθαι ἁλμυρὰν ἄλλος ἄλλως, καὶ ἑκάστην τούτων ἀνατρέπει.
“关于咸度,对于那些只生成它一次且总体上生成它的人来说,不可能使它变咸。” 他说,既然我们已经认识到大海是单纯的而非复合的,并且我们是从大海是一个全体这一点认识到这一事实的(因为全体是单纯的),那么让我们进而探讨第二个问题,即它的咸度的原因是什么。但首先必须知晓的是:一些人说咸度从一开始就伴随着大海的存在而共存,而另一些人则说咸度是后来才附加上去的。我们已经叙述了他们的学说;在这些人当中,一些人曾说大海本身在其本质上也是连同咸度一同生成的,这些人主张它是两次生成的,即在本质上与咸度上皆是生成的;而另一些人则主张它是一次生成的,也就是说在本质上是非生成的,而在咸度上则是生成的。那么哲学家所言为何?对于那些只生成大海一次的人,也就是那些只就本质而言称其为非生成、但就咸度而言称其为生成的人来说,在他们身上产生的结果是:他们无法说咸度从一开始就与大海共存,而只能说咸度是后来才产生的。随后,在说了这番话之后,他紧接着列举了古人的诸种学说,即他们各自如何以不同的方式认为大海是后来变咸的,并且驳斥了其中的每一条学说。
"Εἰ γὰρ παντὸς τοῦ ὑγροῦ περὶ τὴν γῆν ὄντος καὶ ἀναχθέντος ὑπὸ τοῦ ἡλίου, τὸ ὑπολειφθὲν ἐγένετο θάλαττα." Ἐντεῦθεν ἡ πρώτη ἱστορία ἡ λέγουσα αἴτιον εἶναι τὴν ἐξάτμισιν.
“因为,如果是在大地周围的水分尽数存在并被太阳升引上去时,残留之物才变成了大海。” 从这里开始的是第一条主张蒸发是其原因的学说。
"Εἴτ’ ἐνυπῆρχε τοσοῦτος χυμὸς ἐν τῷ πολλῷ ὕδατι καὶ γλυκεῖ." Ἡ δευτέρα νῦν ἱστορία ἡ λέγουσα· ἐξ ἀρχῆς ἡ θάλασσα τοιαύτη ἦν φύσει ἁλμυρὰ διά τινα αἰτίαν, τουτέστι διὰ παρέμπτωσιν ἀπέπτου οὐσίας.
“或者,如果在众多而甘甜的水中原本就存在着如此大量的滋味。” 现在是第二条学说,它主张:从一开始,大海就因某种原因在本性上就是这样咸的,也就是由于混入了未消化的实质。
"Οὐδὲν ἧττον ἐλθόντος πάλιν τοῦ διατμισθέντος ὕδατος." Ἔλεγχος τῆς πρώτης ἱστορίας. εἰ γὰρ διὰ τὴν ἐξάτμισιν γέγονεν ἁλμυρά, ἐπειδὴ πάλιν ἀντικαταρρεῖ τὸ ἐξατμισθὲν γλυκὺ ὄν, ἔδει γλυκεῖαν ποιεῖν τὴν θάλατταν.
“即使蒸发的水再次返回,也绝不更少。” 对第一条学说的驳斥。因为如果是由于蒸发而变咸,那么既然蒸发掉的水作为甘甜之水又重新回流下来,它本应使大海变甜才对。
"Μήτε πρῶτον μήτε ὕστερον αὐτὴν ἁλμυρὰν εἶναι." Τουτέστι μήτε πρὸ τοῦ ἐξατμισθῆναι μήτε μετὰ τὸ καταχθῆναι τὸ ἐξατμισθέν.
“它无论是在先还是在后都不是咸的。” 也就是说,无论在蒸发之前,还是在蒸发之水降下之后[都不是咸的]。
"Εἰ δὲ καὶ τὸ πρῶτον εὐθὺς ἦν, λεκτέον τίς ἡ αἰτία." Τὴν δευτέραν ἐλέγχει ὑπόθεσιν. εἰ γὰρ ἐξ ἀρχῆς ἦν, φησίν, ἁλμυρὰ ἡ θάλασσα ἅμα τῷ εἶναι θάλασσα, ῥητέον τὴν αἰτίαν τῆς ἐξ ἀρχῆς ἁλμυρότητος.
“但如果从一开始它就是如此,就必须说明原因何在。” 他驳斥了第二个假说。因为他说,如果大海从一开始伴随着大海的存在就是咸的,就必须说明最初的咸度的原因。
"Ἀλλὰ μὴν καὶ ὅσοι τὴν γῆν αἰτιῶνται τῆς ἁλμυρότητος ἐμμιγνυμένης." Ἡ τρίτη ὑπόθεσις ἡ λέγουσα, ὅτι διὰ τὸ συνεφέλκεσθαι γῆν ἁλμυρὰν τοὺς ποταμοὺς2 γίνεται ἁλμυρὰ ἡ θάλασσα.
“此外,凡是将咸度归咎于混入之土的人。” 第三个假说,即主张由于江河卷带咸土,大海才变咸。
"Πῶς γὰρ δυνατὸν ἐν πολλῷ μὲν πλήθει ὕδατος." Ὁ ἔλεγχος τῆς τρίτης ἱστορίας, ὅτι πῶς δυνατὸν τὴν μὲν θάλασσαν ὅλην ἁλμυροῦσθαι, οὐχὶ δὲ καὶ τοὺς ποταμοὺς ὀλίγον ἔχοντας ὕδωρ πρὸς τὴν θάλασσαν.
“因为在大量的水中,这怎么可能。” 对第三条学说的驳斥,即:整片大海变咸,而与大海相比水量极少的江河却没有变咸,这怎么可能。
- 2.4.2ἅπαξ γεννήσασι
注解者将亚里士多德原文中的 ἅπαξ(“一次”)并非仅在时间意义上理解,而是在范围上限定于两个方面(实质与性质)之中的“仅就一方面而言”,即“在实质上是非生成、仅就咸度而言是生成的”。这构成了后文与 δὶς γενητήν(“两次生成”,即在实质与咸度两方面皆生成)之间的明确对立。
- 2.4.8διὰ τὸ συνεφέλκεσθαι γῆν ἁλμυρὰν τοὺς ποταμοὺς
在带有冠词的不定式短语 διὰ τὸ συνεφέλκεσθαι 中,中间态不定式 συνεφέλκεσθαι(“拖带、卷入”)的逻辑主语是主格性宾格 τοὺς ποταμοὺς(“江河”),而 γῆν ἁλμυρὰν(“咸土”)则是其直接宾语。虽然语序倒置,但切勿倒置主宾关系。
