← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§152.2-153.21

海水发咸的原因与海洋的永恒及生成

注疏者指出海变咸的原因在于烟性蒸发物的并置混入以及细腻成分的蒸发,并援引夏雨和过滤现象为证,最后论证了大海在形式(全体)上是永恒的,而在数量(部分)上则是生成变化的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.4.1#2

μιγνύμενοι * * * ἐν τοῖς περιττώμασι τῆς γῆς, τουτέστιν ἐν τοῖς ἱδρῶσι, γίνονται ἁλμυροί, ἢ ἐξατμιζομένου ἀπ’ αὐτοῦ τοῦ λεπτομεροῦς ὑπομένει τὸ παχὺ καὶ ἁλμυρόν, ὡς ἐπὶ τῆς τρίτης πέψεως ἐλέγομεν. ἐνταῦθα δὲ τὰς ἄλλας δύο δόξας ἐμπεριειλήφαμεν, διὰ μὲν τοῦ ἐξατμίζεσθαι τὸ περιττὸν τῆς γῆς τὴν λέγουσαν, ὅτι ἐξατμίσει τοῦ ἡλίου γίνεται ἁλμυρὰ ἡ θάλασσα· διὰ δὲ τοῦ παρεμπίπτειν οὐσίαν τινὰ ἄπεπτον τὴν λέγουσαν, ὅτι ἐπισυρόμενοι ἰλὺν ἁλμυρὰν οἱ ποταμοὶ ἁλμυροῦσι τὴν θάλασσαν. ζητητέον οὖν, κατὰ ποῖον τρόπον γίνεται ἁλμυρὰ διὰ τὸ περίττωμα τῆς γῆς. ἆρα κατὰ τὸ δεύτερον, τουτέστι διὰ τὴν ἐξάτμισιν τοῦ λεπτομεροῦς, ὡς ἐπὶ τῆς τρίτης πέψεως; ἀλλ’ ἔδει χειμῶνος γλυκεῖαν γίνεσθαι τὴν θάλασσαν ὡς ἀντικαταπεμπομένου πάλιν γλυκέος ὕδατος1 [οὐ διὰ τοῦτο μόνον, ἀλλὰ καὶ διὰ τὸ μίγνυσθαί τινα ἄπεπτον οὐσίαν]· ἀλλ’ ἆρα κατὰ τὸ πρῶτον, τουτέστιν διὰ παρέμπτωσιν ἀπέπτου τινὸς οὐσίας, ὡς ἐπὶ τῆς δευτέρας πέψεως τοῦ σώματος; ζητήσωμεν οὖν, τί τὸ παρεμπεσόν, τουτέστι τίς ὑπάρχει ἡ ἄπεπτος γῆ ἡ παρεμπίπτουσα, ἥτις ἁλμυροῖ τὴν θάλασσαν. ἡ γῆ μὲν οὐκ ἔστι δηλονότι ἄπεπτος, ἀλλ’ ἡ καπνώδης ἀναθυμίασις· αὕτη γὰρ ἀναλογεῖ τῇ ἀπέπτῳ γῇ ὡς λεπτοτάτη οὖσα. πρέπει γὰρ τοῖς ἀπέπτοις ἡ λεπτομέρεια τῆς οὐσίας· ὁρῶμεν γάρ, ὅτι τὰ πεττόμενα συνεστραμμένα τυγχάνουσι μετρίως, ἡ δὲ καπνώδης ἀναθυμίασις λεπτοτάτη ἐστίν. ἀλλ’ εἴποις ἄν, ὅσον κατὰ τοῦτον τὸν λόγον2 ἴσως ἔδει τὴν θάλατταν κουφότατον ἔχειν ὕδωρ, ἐπειδὴ μίγνυται αὐτῇ λεπτομερὴς οὐσία, τουτέστιν ἡ καπνώδης ἀναθυμίασις. ῥητέον οὖν, ὅτι ὅσον μὲν κατὰ τὴν καπνώδη ἀναθυμίασιν ἔδει κουφότατον εἶναι αὐτῆς τὸ ὕδωρ· ἀλλ’ οὐ μόνον αὐτῇ μίγνυται αὕτη, ἀλλὰ καὶ τὸ λεπτομερὲς αὐτῆς ἐξατμίζεται. διὰ μὲν οὖν τὸ ἐξατμίζεσθαι καὶ ποιεῖν τὸ παχυμερὲς ὕδωρ βαρὺ τὸ θαλάττιόν ἐστιν ὕδωρ, διὰ δὲ τὸ ἐπιμίγνυσθαι τὴν καπνώδη ἀναθυμίασιν ἁλμυρόν. καὶ ὅτι τοῦτο ἀληθές, δῆλον. ὁρῶμεν γὰρ ἐν ἄλλοις ὕδασιν ἐπιμιγνυμένην τὴν καπνώδη ἀναθυμίασιν, καὶ ὅμως οὐκ ἔστι παχέα καὶ βάρος ἔχοντα διὰ τὸ μὴ ἐξατμίζεσθαι αὐτῶν τὸ λεπτομερές, οἷον ὡς ἐπὶ τοῦ θερινοῦ ὄμβρου σπανίως γινομένου καὶ τοῦ ἐν τῇ Θηβαΐδι γενομένου ὑετοῦ· ἁλμυροὶ γάρ εἰσιν οὗτοι διὰ τὸ ἀναμίγνυσθαι αὐτοῖς ἐν τῷ ἀπογείῳ ἀέρι τὴν καπνώδη ἀναθυμίασιν, οὐ βαρεῖς δ’ ὥσπερ τὸ θαλάττιον ὕδωρ διὰ τὸ μὴ ἐξατμίζεσθαι αὐτῶν τὸ λεπτομερέστατον. ἰστέον γάρ, ὅτι ὥσπερ ἡ ἀτμὶς κάτωθεν οὖσα ἐποίει τὴν δρόσον, ἐν δὲ τῷ ἀπογείῳ ἀνερχομένη ποιεῖ τὸν ὑετὸν καὶ τὰ ἄλλα, οὕτω καὶ ἡ καπνώδης ἀναθυμίασις περίγειος μὲν οὖσα ἁλμυροῖ τὴν θάλατταν μιγνυμένη αὐτῇ, ὅτε καὶ αἰθαλώδης ἐστὶ καὶ γεώδης· ἀπόγειος δὲ γινομένη ἁλμυροῖ τὸν ὑετὸν ἐν τῷ θέρει καὶ ὅτε ἀπόγειος μάλιστα γίνεται· σπανίως δὲ καὶ νέφη συνέστη ἐν τῷ ἀέρι ὕειν μέλλοντα. ἀλλ’ εἰ καὶ λέγω, ὅτι μίγνυται τῇ θαλάττῃ καὶ ἡ καπνώδης ἀναθυμίασις, μὴ νομίσῃς, ὅτι κατὰ κρᾶσιν μίγνυται· οὐ γὰρ κατὰ κρᾶσιν, ἀλλὰ κατὰ παράθεσιν. καὶ τοῦτο δῆλον, ἐπειδὴ ἔστιν ὅτε χωρίζεται αὐτῆς ἡ ἁλμυρότης καὶ γίνεται γλυκὺ τὸ ὕδωρ, ὥσπερ ἐπὶ τῶν λάκκων πλησίον ὄντων τῆς ὄχθης τοῦ θαλαττίου ὕδατος· διηθούμενον γὰρ ἐκεῖσε τὸ ὕδωρ καταλιμπάνει τὴν καπνώδη ἀναθυμίασιν καὶ γίνεται γλυκύ. ἔλεγε δὲ καὶ ὁ ἡμέτερος πρόγονος ὁ μέγας φιλόσοφος, ὅτι μήποτε καὶ ἡ ὑποκειμένη γῆ τῇ θαλάττῃ αἴτιόν ἐστι τῆς ἁλμυρότητος αὐτῆς ἁλμυρὰ οὖσα. καὶ ἔλυσε τοῦτο λέγων, ὅτι εἰ τοῦτο ἦν, ἔδει καὶ τὴν παρακειμένην γῆν τῇ θαλάττῃ ἁλμυρὰν εἶναι· ὁρῶμεν δ’, ὅτι κάρπιμός ἐστιν. οὐκ ἄρα τὴν γῆν αἰτιατέον τῆς ἁλμυρότητος, ἀλλὰ τὴν καπνώδη ἀναθυμίασιν. ἀλλ’ ἐπειδὴ περὶ τῆς ἁλμυρότητος τῆς θαλάττης ἱκανῶς διειλέχθη ὁ φιλόσοφος, εἴτε γενητή ἐστιν εἴτε ἀγένητος, καὶ δείξας, ὅτι γενητή, τελευταῖον ζητεῖ καὶ περὶ αὐτῆς τῆς οὐσίας αὐτῆς ὡς ὕδατος, εἴτε γενητή ἐστιν εἴτε ἀγένητος. καί φησιν, ὅτι κατὰ μὲν τὸ εἶδος ἀγένητος καὶ ἄφθαρτος, ὥσπερ καὶ πάντα τὰ ὑπὸ σελήνην, κατὰ δὲ τὸν ἀριθμὸν γενητὴ καὶ φθαρτή.3 ὅλη γὰρ ὡς ὅλη οὐδέποτε ἐκλείψει, ἀλλ’ ἀίδιός ἐστι, κατὰ δὲ τὰ μέρη ἐκλιμπάνει. ὅπου γὰρ νῦν θάλασσα ἐπὶ μέρους, ἐκεῖ ἤπειρος γενήσεται, καὶ ὅπου ἤπειρος ἐπὶ μέρους, ἐκεῖ θάλασσα ἔσται. ὥστε κατὰ τὴν ὁλότητα ἀίδιός ἐστι ἡ θάλασσα, κατὰ δὲ τὰ μέρη φθαρτή, ὥσπερ καὶ πάντα τὰ ὑπὸ σελήνην. ταῦτα παραδίδωσιν ἡ μετὰ χεῖρα λέξις.

混合着[……]在大地的排泄物中,也就是在汗水中变咸,还是由于细腻的部分从它蒸发而浓稠且咸的部分残留下来,正如我们在谈到第三次消化时所说的那样。在此我们把另外两种学说也包括了进来:通过大地排泄物的蒸发,包括了那条主张海因太阳的蒸发而变咸的学说;通过某种未消化实质的混入,包括了那条主张江河夹带咸泥沙使海变咸的学说。因此必须探究,海是通过大地排泄物的何种方式变咸的。难道是按照第二种方式,即如在第三次消化中那样,通过细腻部分的蒸发吗?但是在冬天海本应变成甜水,因为甜水又反向被送回[不仅因这一缘故,而且也因混入了某种未消化的实质]。还是说按照第一种方式,即如在身体的第二次消化中那样,通过混入某种未消化的实质吗?那么让我们探究,混入之物是什么,也就是说,使海变咸的混入的未消化之土究竟是什么。显而易见,土并不是未消化的,烟性蒸发物才是;因为烟性蒸发物由于极其细腻,正相当于未消化的土。因为实质的细腻正适合于未消化的东西;事实上我们看到,被消化的东西恰好适度凝结,而烟性蒸发物则是极其细腻的。但你或许会说,单就这一论点而言,海所拥有的水本应极其轻盈才对,既然与它混合的是细腻的实质,即烟性蒸发物。对此必须回答说:就烟性蒸发物而言,它的水本应是极其轻盈的;然而不仅有烟性蒸发物与它混合,而且它的细腻部分也发生了蒸发。因此,由于细腻部分发生蒸发并使浓稠部分变重,海水乃是沉重的;而由于烟性蒸发物的额外混入,海水乃是咸的。这一点是真实的,显而易见。因为我们看到在其他水中也有烟性蒸发物混入,但它们却并不浓稠,也不具有重量,这是由于它们的细腻部分并未蒸发,例如在罕见的夏雨以及在底比斯地区降下的雨水中就是如此;因为这些雨水之所以是咸的,乃是由于在远离地面的高空中有烟性蒸发物与它们混合,但它们并不像海水那样沉重,因为它们当中最细腻的部分并未蒸发。因为必须知晓:正如水气处于低处时产生了露水,而升到高空时则产生雨水及其他现象,烟性蒸发物也是如此,在接近地面时,既如煤烟又呈土性,与大海混合而使之变咸;而当它处于高空时,则在夏天以及在它升到最高空时使雨水变咸;然而空中将要降雨的云并不多见。但是,即使我说烟性蒸发物与大海混合,你也不要以为它是以完全融混的方式混合的;因为它不是以完全融混的方式混合,而是以机械并置的方式混合。这一点也是显而易见的,因为有时它的咸味会与它分离,水变甜,正如在海滩附近的水坑中所见的那样;因为在那里渗滤出来的水留下了烟性蒸发物,变成了甜水。我们的先辈大哲学家也曾说过,或许处于大海之下的土由于本身是咸的,因而成了海之咸度的原因。他解决这一问题时说:如果真是这样,紧邻大海的土地也理应是咸的;然而我们看到它是肥沃多产的。因此,不应将咸度归咎于土,而应归咎于烟性蒸发物。但哲学家既然已经充分论述了海的咸度(究竟是生成的还是非生成的),并且表明了它是生成的,最后他也探讨了海作为水的实质本身究竟是生成的还是非生成的。他说:在形式上,正如月下的一切事物一样,它是非生成且不灭的;但在数量上,它则是生成的且可灭的。因为作为全体的全体永远不会消亡,而是永恒的,但在各部分上它会消退。因为现在局部是海的地方,将来会变成陆地;而局部是陆地的地方,将来会变成海。因此,在全体性上海是永恒的,但在部分上则是可灭的,正如月下的一切事物一样。手头的经文字面所传达的即是这些内容。

语法注3 条
  1. 2.4.1ὡς ἀντικαταπεμπομένου πάλιν γλυκέος ὕδατος

    由 ὡς 引导的独立属格结构,表示对方前提或推论的依据(“因为甜水又反向被送回”)。

  2. 2.4.1ὅσον κατὰ τοῦτον τὸν λόγον

    短语 ὅσον κατά ... 是表示限制或视角的副词性表达(“就……而言”,“单就这一论点来看”)。

  3. 2.4.1κατὰ μὲν τὸ εἶδος ἀγένητος καὶ ἄφθαρτος ... κατὰ δὲ τὸν ἀριθμὸν γενητὴ καὶ φθαρτή

    通过 κατά 支配宾格构成的对照结构,标明两重视角:在种/形式(εἶδος)层面上的永恒不灭,与在具体数量/个体(ἀριθμός)层面上的生成与消亡。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:152.2-153.21