- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:150.15-152.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节注释阐述亚里士多德在总结了海是水之全体的论证后,进而梳理并逐一反驳前人关于海变咸原因的四种自然哲学学说(蒸发残余说、本性说、江河泥沙说、大地汗水说)。
" Περὶ δὲ τῆς ἁλμυρότητος τοῖς μὲν ἅπαξ γεννήσασι καὶ ὅλως αὐτὴν γεννῶσιν ἀδύνατον ἁλμυρὰν ποιεῖν." Διδάξας ἡμᾶς ὁ φιλόσοφος, ὅτι ὁλότης ἐστὶν ἡ θάλασσα τοῦ παντὸς ὕδατος συνηγορικῶς τε καὶ ἀντιλογικῶς (συνηγορικῶς μὲν διὰ τῶν τεσσάρων ἐκείνων ἐπιχειρημάτων, ἑνὸς μὲν τοῦ λέγοντος, ὅτι ἀποκληρωτικὸς ἔσται ὁ λόγος τῶν ἄλλων στοιχείων ἐχόντων ὁλότητας τὸ ὕδωρ μὴ ἔχειν,1 ἑτέρου δὲ τοῦ λέγοντος, ὅτι οἱ ποταμοὶ σπεύδουσιν εἰς τὴν θάλατταν ἐφιέμενοι ταύτης ὡς οἰκείας ὁλότητος, ἄλλου δὲ τοῦ λέγοντος, ὅτι ὁ ὑποκείμενος τῇ θαλάσσῃ τόπος δεκτικός ἐστι παντὸς ὕδατος, καὶ τέταρτον, ὅτι τὸν πάντων κοιλότατον ἐπέχει τόπον· ἀντιλογικῶς δὲ διὰ τοῦ δεῖξαι τὸν Τάρταρον μὴ ὄντα ὁλότητα ὕδατος καὶ διὰ τοῦ δεῖξαι, ὅτι ἁπλῆ ἐστιν ἡ θάλασσα καὶ οὐ σύνθετος· πρέπει γὰρ ταῖς ὁλότησι τὸ ἁπλᾶς εἶναι) νῦν καὶ ἐπὶ τὸ δεύτερον μετέρχεται πρόβλημα2 τὸ λέγον, τίς ἡ αἰτία τῆς ἁλμυρότητος τῆς θαλάττης. καὶ πρῶτον, ὡς ἔθος αὐτῷ, διελέγχει τῶν φυσικῶν φιλοσόφων τὰς περὶ τῆς ἁλμυρότητος δόξας τέσσαρας οὔσας. οἱ μὲν γὰρ ἔλεγον, ὅτι ἁλμυρὰ γίνεται ἡ θάλασσα, ἐπειδὴ τὸ ἐν αὐτῇ λεπτομερὲς καὶ πότιμον ἐξατμίζεται ὑπὸ τοῦ ἡλίου, μένει δὲ τὸ βαρὺ καὶ ἁλμυρόν. ἄλλοι δὲ ἔλεγον, ὅτι τοιαύτη ὑπάρχει φύσει οὖσα θάλασσα ἁλμυρά· ἄλλοι δέ, ὅτι εἰσβάλλοντες ἐν αὐτῇ ποταμοὶ ἐπισύρουσιν μεθ’ ἑαυτῶν γῆν ἁλμυράν, ἥτις μιγνυμένη τῇ θαλάττῃ μεταβάλλει τὸ ἐν αὐτῇ πότιμον εἰς ἁλμυρόν. ἄλλοι δ’ ἔλεγον, ὧν εἷς ὑπῆρχεν Ἡράκλειτος, ὅτι ἱδρὼς ὑπάρχει τῆς γῆς ἡ θάλασσα καὶ ὥσπερ ὁ τῶν ζῴων ἱδρὼς περίττωμα ὑπάρχων τοῦ σώματος ἁλμυρός ἐστιν, οὕτω καὶ ὁ τῆς γῆς ἱδρὼς περίττωμα ταύτης ὑπάρχων ἁλμυρὸς ὑπάρχει. καὶ οὕτως ἐστὶν ἡ θάλασσα ἁλμυρά. ταύτας δὲ τὰς δόξας ἐπαναλαμβάνει νῦν Ἀριστοτέλης καὶ ἤδη ταύτας προαγαγών, ἵνα διελέγξῃ αὐτάς· ἀνωτέρω γὰρ μόνον τὰς δόξας παρήγαγεν, οὐ μὴν καὶ τὸν ἔλεγχον αὐτῶν, ἡμεῖς δ’ ἔξωθεν καὶ τοὺς ἐλέγχους τινῶν αὐτῶν εἰρήκαμεν. νῦν δὲ μέλλων αὐτὰς διελέγχειν ἐπανέλαβε τὰς δόξας, εἶθ’ οὕτως ἐπάγει τοὺς ἐλέγχους καὶ ἐλέγχει τὴν πρώτην αὐτῶν λόγῳ κεχρημένος τοιούτῳ· εἰ, ὡς ὑμεῖς φατε, διὰ τὴν ἐξάτμισιν τοῦ ἡλίου γέγονεν ἁλμυρὰ ἡ θάλασσα, ἔδει θέρους μὲν εἶναι ἁλμυράν, χειμῶνος δὲ γλυκεῖαν, ἐπειδὴ θέρους μὲν γίνεται ἡ ἐξάτμισις, χειμῶνος δὲ ἀντικαταρρεῖ τὸ ἐξατμισθὲν καὶ μίγνυται τῇ θαλάσσῃ γλυκὺ ὄν. οὐ μόνον δέ, ἀλλὰ καὶ οἱ ποταμοὶ γλυκεῖς ὄντες μίγνυνται αὐτῇ. οὐκ ἔδει οὖν αὐτὴν εἶναι ἁλμυρὰν ἀεί, ἀλλὰ θέρους μόνον. καὶ ταῦτα μὲν ἡ λέξις. σὺ δ’ εἰπὲ καὶ ἔξωθεν ἄλλην αἰτίαν, ὅτι καὶ τοὺς ποταμοὺς ἔδει ἁλμυροὺς εἶναι, ἐπειδήπερ καὶ ἐξ αὐτῶν γίνεται ἡ ἐξάτμισις. δευτέραν δόξαν ἐλέγχει τὴν λέγουσαν, ὅτι φύσει τοιαύτη ἐστὶν ἡ θάλασσα, λέγων, ὅτι αὐτονομία ἐστὶ τὸ τοῦτο λέγειν, οὐκ ἀπόδειξις·3 ἄλλως τε εἰ ἐξ ἀρχῆς οὕτως ἦν φύσει ἁλμυρὰ ἡ θάλασσα, τί τὸ αἴτιον, ὥστε πρῶτον μὲν ἁλμυρὸν ἀνάγεσθαι τὸ ἐξατμιζόμενον ὑπὸ τοῦ ἡλίου ἀπ’ αὐτῆς, νῦν δὲ γλυκὺ εἶναι τὸ ἀναγόμενον; πρὸς δὲ τὴν τρίτην τὴν λέγουσαν, ὅτι ἰλὺς ἐκ τῶν ποταμῶν μίγνυται τῇ θαλάττῃ ἐκ διαφόρων τόπων ἁλμυρῶν καὶ ποιεῖ αὐτὴν ἁλμυράν, φησίν· ὅτι δεῖ οὖν καὶ αὐτοὺς τοὺς ποταμοὺς ἁλμυροὺς εἶναι, εἴ γε πρῶτον αὐτοῖς ἐγκαταμίγνυται ἡ ἁλμυρὰ ἰλύς. ἄλλως τε μᾶλλον ἐπιτήδειόν ἐστι τὸ ὀλίγον ὕδωρ πρὸς τὸ ἐκ τῆς ἰλύος ποιωθῆναι ἤπερ τὸ πολύ· ὀλίγον δὲ τὸ τῶν ποταμῶν ὕδωρ πρὸς τὸ τῆς θαλάττης. ὑπαντᾷ δὲ καὶ πρὸς τὴν τετάρτην ὑπόθεσιν τὴν Ἡρακλείτειον ὁ φιλόσοφος τὴν λέγουσαν, ὅτι ἱδρώς ἐστι τῆς γῆς ἡ θάλασσα, τὸν τρόπον τοῦτον· ἐπειδὴ γάρ, φησίν, ὁ ἱδρὼς ἐν τοῖς ζῴοις γινόμενος ἢ καὶ ἁπλῶς εἰπεῖν ἅπαν περίττωμα ἁλμυρὸν γίνεται διὰ δύο αἰτίας, ἢ διὰ παρέμπτωσιν ἀπέπτου τινὸς οὐσίας, ὥσπερ ἐν τῇ δευτέρᾳ πέψει (λέγω δὴ τοῦ ἥπατος· καὶ γὰρ τῷ οὔρῳ συνεμπίπτει τις ἄπεπτος οὐσία, ἥτις ἐν τοῖς ὑελίνοις ἀγγείοις ἐμφαίνεται ὑφισταμένη. αὕτη γὰρ ποιεῖ τὸ πᾶν οὖρον ἁλμυρὸν διὰ τὸ εἶναι αὐτὴν ἄπεπτον· δραπετεύουσα γὰρ τὸ θερμὸν συμμίγνυται τῷ οὔρῳ) ἢ διὰ τὸ ἐξατμισθῆναι τὸ λεπτομερὲς ἀπὸ τῆς ὑποκειμένης ὑγρότητος καὶ μεῖναι τὸ παχὺ καὶ γεῶδες ὥσπερ ἐπὶ τῆς τρίτης πέψεως περιττώματα, λέγω δὴ ἱδρώτων (ἐν αὐτοῖς γὰρ τὸ μὲν ἀερῶδες ἐξατμίζεται καὶ χωρεῖ εἰς τὰ μόρια τρέφον αὐτά, τὸ δὲ παχυμερὲς ἁλμυρὸν ὂν ποιεῖ τοὺς ἱδρῶτας), ζητήσωμεν κἀνταῦθα τὴν αἰτίαν τῆς ἁλμυρότητος.
“关于其咸度,对于那些曾使之生成一次的人,以及一般认为它生成的人来说,都不可能使它变咸。” 哲学家在正面地以及反驳性地向我们教导了海是全部水之全体之后——正面地是通过那四个论证:其一主张,如果其他元素都有其全体而水却没有,这一论点将是武断的;其二主张,江河奔向大海,乃是向往它作为自己固有的全体;另一条主张,处于海之下的场所接纳一切水;第四条主张,海占据了一切处所中最深凹的场所;而反驳性地则是通过表明塔耳塔罗斯并非水之全体,以及表明海是单纯的而非复合的(因为全体理应是单纯的)——,现在又进而探讨第二个难题,即海变咸的原因是什么。而且他首先按照其惯例,彻底反驳自然哲学家们关于咸度的四种学说。因为有些人说,大海之所以变咸,是因为其中细腻且可饮用的部分被太阳蒸发,而沉重且咸的部分留存了下来。另一些人则说,大海因其自然本性如此,原本就是咸海;另一些人说,注入大海的江河随身带来了咸土,咸土与大海混合,便将其中可饮用的水变成了咸水。还有一些人(赫拉克利特即是其中之一)说,海是大地的汗水,正如动物的汗水作为肉体的排泄物是咸的一样,大地的汗水作为大地的排泄物也是咸的;大海就是这样变咸的。亚里士多德现在重新提起这些学说(此前他已提出过它们),以便驳斥它们;因为在前面他仅仅引述了诸学说,并未引述对它们的驳斥,而我们则从外部补充了其中某些学说的反驳。但现在由于他将要反驳它们,因而重述了诸学说,然后以这种方式引入驳斥,并运用如下的论证驳斥第一种学说:如果正如你们所言,大海是由于太阳的蒸发而变咸的,那么它理应在夏天变咸,在冬天变甜,因为在夏天发生蒸发,而在冬天被蒸发的部分又反向落下,作为甜水与大海混合。不仅如此,江河本身是甜水,也与大海混合。因此大海本不应永远是咸的,而应当仅仅在夏天是咸的。经文的字面即是如此。你还应当从外部补充另一个原因:江河既然也发生蒸发,江河本身也本该是咸的。他驳斥了声称大海因本性如此的第二种学说,指出这样说乃是独断主张,而非证明;此外,如果大海从一开始在自然本性上就是咸的,那么究竟是什么原因使得起初被太阳从大海蒸发上去的东西是咸的,而如今升上去的却是甜的呢?针对声称来自不同咸处的江河泥沙与大海混合并使之变咸的第三种学说,他说:如果咸泥沙首先是混入江河之中的,那么江河本身也必然应当是咸的。何况少量的水比大量的水更容易被泥沙赋予性质;而江河的水相对于大海的水而言是微不足道的。哲学家也以下列方式应对第四种赫拉克利特的假说(即声称大海是大地的汗水):他说,因为在动物体内产生的汗水,或者干脆说任何排泄物,都是由于两个原因变咸的——要么是由于混入了某种未消化的实质,正如在第二次消化中那样(我指的是肝脏的消化;因为某些未消化的实质也混入尿液中,显现在玻璃器皿中作为沉淀物,这便由于其未消化而使全部尿液变咸;因为它逃脱了热的作用而混入尿中);要么是由于细腻的部分从下伏的湿气中蒸发,而浓稠和土性的部分残留下来,正如在第三次消化的排泄物中那样,我指的正是汗水(因为在汗水中,气性的成分蒸发并走向各器官以滋养它们,而浓稠的部分作为咸物构成了汗水)——既然如此,让我们在这里也探讨咸度的原因。
- 2.4.1ἀποκληρωτικὸς ἔσται ὁ λόγος τῶν ἄλλων στοιχείων ἐχόντων ὁλότητας τὸ ὕδωρ μὴ ἔχειν
短语 τῶν ἄλλων στοιχείων ἐχόντων ὁλότητας 为属格独立结构,表让步(“尽管其他元素都有其全体”)。带有定冠词的不定式短语 τὸ ὕδωρ μὴ ἔχειν 作为主语性或解释性不定式,具体说明形容词 ἀποκληρωτικός(“武断的”、“偏颇的”)的实际内容。
- 2.4.1Διδάξας ἡμᾶς ὁ φιλόσοφος, ὅτι ὁλότης ἐστὶν ἡ θάλασσα τοῦ παντὸς ὕδατος ... νῦν καὶ ἐπὶ τὸ δεύτερον μετέρχεται πρόβλημα
该句的骨干为主动词 μετέρχεται 及其主语 ὁ φιλόσοφος。开头的过去分词 Διδάξας ἡμᾶς ὁ φιλόσοφος 引出对前文论证的长篇总结,导致主语与谓语动词之间产生较长间隔,最终在括号式展开后汇入主句 νῦν καὶ ἐπὶ τὸ δεύτερον μετέρχεται πρόβλημα(“现在又进而探讨第二个难题”)。
- 2.4.1αὐτονομία ἐστὶ τὸ τοῦτο λέγειν, οὐκ ἀπόδειξις
名词 αὐτονομία 在此并非指政治上的“自治”,而是指缺乏论据的“独断专断”或“随心所欲的断言”。该句的语法主语为带有定冠词的不定式短语 τὸ τοῦτο λέγειν(“这样说”)。
