- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:148.14-150.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多鲁斯注解了柏拉图就塔耳塔罗斯涌出之水的多样性所作的辩解,以及亚里士多德证明塔耳塔罗斯并非水之全体的四条反驳论证,随后探讨了针对德谟克利特关于海洋永恒性与咸度的驳斥。
" Τοὺς δὲ χυμοὺς καὶ χροιὰς ἴσχειν τὸ ὕδωρ δι’ οἵας ἂν τύχωσι ῥέοντα τῆς γῆς." Ὡς τινος ἀπορήσαντος1 ὅπως φῄς, ὦ Πλάτων, πάντα ταῦτα τὰ ὕδατα ῥεῖν ἐκ τοῦ Ταρτάρου, ὁπότε τὰ μὲν αὐτῶν ἐστιν ἁλμυρά, τὰ δὲ θειώδη, τὰ δ’ ἀσφαλτώδη, τὰ δὲ πότιμα; ἐχρῆν γὰρ πᾶν ὕδωρ ὁμοιομερὲς εἶναι, εἴπερ ἀφ’ ἑνὸς ῥέουσι τόπου· αὐτὸς ἐπήγαγεν, ὅτι πᾶν μὲν ὕδωρ ἐκ τοῦ Ταρτάρου προϊὸν ὁμοιομερὲς ὑπάρχει, ἀλλὰ λοιπὸν πρὸς τὴν κρᾶσιν τῆς ὑποκειμένης γῆς μεταβάλλοντες ἐκρέουσι. σὺ δὲ πάλιν γνῶθι τὰς ψυχάς, αἵτινες πρὸς τὴν ὑποκειμένην κρᾶσιν τοῦ σώματος μεταβάλλονται, ἐπὰν μὴ ἔχωσι τὸν ἡνιοχοῦντα λόγον· λόγου γὰρ ὄντος οὐχ ὑπείκει ἡ ψυχὴ τῇ τοῦ σώματος κράσει.
“而水则根据其碰巧流经的大地性质而获得其风味与颜色。” 正好像有人提出了难问:“柏拉图啊,既然这些水中有的咸、有的含硫、有的含沥青、有的可饮用,你怎能说所有这些水都从塔耳塔罗斯流出呢?因为如果确实是从单一地点流出,所有的水就应当是同质的”;于是他自己补充道,所有从塔耳塔罗斯涌出的水确实都是同质的,但随后它们流出时,随着下伏大地的混合成分而发生改变。而你应当再次想到那些灵魂,当缺乏作为御者的理性时,它们便随着下伏肉体的混合状态而发生改变;因为当理性存在时,灵魂并不屈从于肉体的混合状态。
"Συμβαίνει δὲ τοὺς ποταμοὺς οὐκ ἐν αὐτῷ ἀεὶ ῥεῖν." Μέχρι τοῦ ἐνταῦθα ὁ Πλατωνικὸς παρέδραμε μῦθος. λοιπὸν τοῦτο πρῶτον ἐπιχείρημα, ὅτι οὐκ ἔστιν ὁ Τάρταρος ὁλότης τοῦ ὕδατος, ἐπεὶ τὴν ἐναντίαν κίνησιν κινηθήσεται πᾶν ὕδωρ εἰς αὐτὸν ἐρχόμενον, ὅπερ ἄτοπον.
“但这导致江河并非总是在其中流淌。” 柏拉图的神话到此便告一段落。接下来是第一条反驳论证,即塔耳塔罗斯并非水之全体,因为所有进入其中的水都将做相反的运动,而这是荒谬的。
"Ἔτι γινόμενον ὕδωρ καὶ τὸ πάλιν ἀναγόμενον πόθεν ἔσται." Τὸ δεύτερον ἐπιχείρημα τὸ λέγον, ὅτι οὐχ ὅσον εἰσρεῖ εἰς τὸν Τάρταρον, ἀεὶ τοσοῦτον καὶ ἐκρεῖ. εἰ γὰρ τοῦτο ἦν, καὶ θέρους καὶ χειμῶνος τὸ ἀναγόμενον ὕδωρ ἔδει πάλιν ὁμοίως καταφέρεσθαι καὶ πάλιν ὁμοίως ἀνάγεσθαι καὶ οὐ ποτὲ μὲν πολὺ ἀνάγεσθαι, ἐλάχιστον δὲ κατάγεσθαι, ὥσπερ ἐν τῷ θέρει, οὔτε τὸ ἐναντίον, ὥσπερ ἐν τῷ χειμῶνι.
“此外,生成的水和再次被引上去的水又从何而来呢。” 第二条反驳论证主张,并非流入塔耳塔罗斯多少水,就总有同样多的水流出。因为如果是这样,无论夏冬,被引上去的水都应当同样向下流动,同样再次被引上去,而不是像在夏天那样有时引上去极多而落下的极少,也不会像在冬天那样适得其反。
"Καίτοι πάντες οἱ ποταμοὶ φαίνονται τελευτῶντες εἰς τὴν θάλασσαν." Τὸ τρίτον ἐπιχείρημα· οὐδεὶς πώποτε ἐθεάσατο χαούμενον ποταμὸν εἰς τὸν Τάρταρον (ἀλλὰ κἂν ἀναποθῇ, πάλιν ἀναφαίνεται), πάντας δὲ εἰς τὴν θάλατταν χωροῦντας ἢ ἄντικρυς ἢ διὰ μέσου ποταμῶν μεγάλων, ὡς ῥεῖν ἢ ἐκ μιᾶς γῆς ἢ ἐκ δύο, ἐξ ὧν ὑπάρχουσιν οἱ συμμιγέντες. ὅθεν ὁ Ἴστρος καὶ ὁ Νεῖλος μέγιστοί εἰσι διὰ τὸ ἄλλους ποταμοὺς συμμίγνυσθαι αὐτοῖς καὶ ῥεῖν εἰς τὴν θάλασσαν, οὐκ εἰς τὸν Τάρταρον· οὐκ ἄρα ὁλότης ὁ Τάρταρος.
“然而所有的江河显然都终结于海。” 第三条反驳论证:从来没有任何人见过有江河汇入塔耳塔罗斯而消逝(相反,即便被吸入地下,也会重新出现),而是看到所有的江河要么直接、要么通过大河汇入大海,从而或者是从一片土地、或者是从汇合江河所在的两片土地流出。因此伊斯特罗斯河和尼罗河之所以最大,乃因其他河流汇入它们并流入大海,而不是流入塔耳塔罗斯;因此塔耳塔罗斯并非水之全体。
"Ἄλλως τε καὶ θαλάττης ἐκεῖθεν τὴν ἀρχὴν ἐχούσης." Προσυπάκουσον σύ· ‘ἔδει αὐτήν ποτε ἀναπίνεσθαι τῆς οἰκείας ὁλότητος ἐφιεμένην’, καὶ ποιεῖς2 τὸ τέταρτον ἐπιχείρημα.
“尤其是如果海也发源于那里的话。” 你自己补足这句话:“由于向往自身固有的全体,它本应曾被吸干”,如此你便得出了第四条反驳论证。
"Ὅτι μὲν οὖν ὕδατος τόπος ἐστὶ καὶ οὐ θαλάττης." Ἐλέγξας τὸ εἶναι τὸν Τάρταρον ὁλότητα κατασκευάζει τὴν θάλασσαν εἶναι ὁλότητα διὰ τοῦ πρώην εἰρημένου, ὅτι ὁ ὑποκείμενος αὐτῇ τόπος παντὸς ὕδατος ἁπλῶς ἐστι δεκτικός, οὐ θαλάττης μόνης.
“因此,[该处]是水[全体]的场所,而非海的场所。” 在驳斥了塔耳塔罗斯是水之全体之后,他通过前文所说的话——即处于海之下的场所纯粹接纳所有的水,而不仅接纳海水——确立了海才是全体。
"Περὶ δὲ τῆς ἁλμυρότητος αὐτῆς λεκτέον, καὶ πότερον ἀεί ἐστιν αὐτὴ ἢ οὔτε ἦν οὔτ’ ἔσται." Τοῦτο ἕπεται πρὸς Δημόκριτον φθαρτὴν ὑποτιθέμενον τὴν θάλατταν. τοῦτο γὰρ σημαίνει ἢ οὔτε ἦν οὔτ’ ἔσται, τουτέστιν ‘ἀλλὰ φθαρήσεται’.
“关于海自身的咸度,以及它是永恒存在,还是曾经不存在且将来也不存在,必须予以讨论。” 这是针对假定海是可毁灭的德谟克利特而提出的。因为“或者曾经不存在且将来也不存在”意味着“毋宁说它将会毁灭”。
"Τὸ δὲ νομίζειν ἔλαττον γίνεσθαι τὸ πλῆθος." Τὴν ἀπάτην τὴν Δημοκρίτου λέγει, ὅτι θεωρῶν κατά τινα μέρη αὐτῆς ἠπειρουμένην ἔδοξέ ποτε καὶ πᾶσαν αὐτὴν ξηραίνεσθαι.
“而认为其水量在变少。” 他指出了德谟克利特的错误:德谟克利特观察到海的某些部分变成了陆地,便以为有朝一日整片大海也会完全干涸。
"Τοῖς δὲ τὴν ἀλήθειαν ζητοῦσιν ἧττον." Καλῶς εἶπεν, ὅτι τοῖς φιλοσόφοις ἀρκεῖ τὸ ἧττον θυμοῦσθαι, οὐ τὸ μηδ’ ὅλως θυμοῦσθαι· τῷ μὲν γὰρ θείῳ πρέπει ἡ ἀπάθεια, τοῖς δὲ φιλοσόφοις ἀρκετὴ καὶ ἡ μετριοπάθεια.
“但对于追求真理的人而言则较少如此。” 他很好地说,对于哲学家而言,少动怒就足够了,而不是完全不动怒;因为对于神圣之物而言适宜于无情欲,而对于哲学家而言,情欲的适度便已足够。
"Εἴτε διὰ βάρος... εἴτε δι’ ἄλλο τι." Ἄλλο τι εἶπε διὰ τὸ ἀπειροδύναμον. καὶ ἔχεις τὸ πρῶτον ἐπιχείρημα, ὅτι δι’ ἃς αἰτίας μέχρι νῦν μεμένηκε, διὰ τὰς αὐτὰς αἰτίας καὶ μενεῖ.
“无论是因为重量……还是因为某种其他原因。” 由于无限的能力,他说了“某种其他原因”。由此你就得到了第一条论证,即由于它迄今为止得以留存的那些原因,由于这些相同的原因它也仍将留存。
"Ἢ γὰρ λεκτέον αὐτοῖς, ὅτι οὐδὲ τὸ ἀνενεχθὲν ὕδωρ." Τὸ δεύτερον ἐπιχείρημα τὸ λέγον, ὅτι οὐ φθαρήσεται τοῦ ἀνιόντος ἀπ’ αὐτῆς ὕδατος πάλιν ἀντικαταρρέοντος εἰς αὐτήν.3
“因为他们必须说,就连升上去的水也不[会毁灭]。” 第二条论证主张,海不会毁灭,因为从它升上去的水会再次反向流回其中。
"Εἰ μὲν οὖν τὸν ἥλιον παύσει τις τῆς φορᾶς." Τὸ τρίτον ἐπιχείρημα, ὅτι εἴτε φθαρτὸς ὁ ἥλιος εἴτε ἄφθαρτος, κύκλον ἀναγκαῖον ἀεὶ βαδίζειν· ἀπὸ γὰρ ὑγροῦ ξηρὸν καὶ ἀπὸ ξηροῦ ὑγρόν, ὡς ἀπὸ σπέρματος σπέρμα.
“因此,如果有人制止太阳的运行。” 第三条论证是,无论太阳是可毁灭的还是不灭的,它都必然总是沿着圆周运行;因为正如由种子产生种子那样,由湿产生干,由干产生湿。
- 2.3.12Ὡς τινος ἀπορήσαντος
由 ὡς 引导的独立属格结构,表述设想的提问者所提出的诘难,与句末的主节谓语动词 αὐτὸς ἐπήγαγεν 相应。
- 2.3.16Προσυπάκουσον σύ· ‘ἔδει αὐτήν ποτε ἀναπίνεσθαι τῆς οἰκείας ὁλότητος ἐφιεμένην’, καὶ ποιεῖς
祈使语气动词 Προσυπάκουσον 通过连词 καί 与现在时直陈语气 ποιεῖς 相连,构成了“做……则你将……”的条件与结果并列句式。
- 2.3.22τοῦ ἀνιόντος ἀπ’ αὐτῆς ὕδατος πάλιν ἀντικαταρρέοντος εἰς αὐτήν
用于解释间接引语从句 οὐ φθαρήσεται 之原因或条件的独立属格结构,分词 ἀντικαταρρέοντος 与 τοῦ ... ὕδατος 一致。
