- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:13.19-14.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多鲁根据水汽所在的空间位置及其质变与凝结的组合,对雨、雪、雹、露、霜等周期性气象现象进行了系统分类;随后他阐释了亚里士多德对后续研究计划(普遍与个别的方法)的说明,并注解了关于四元素与四种原初性质的正文引论。
" Καὶ τῶν ἄλλων τῶν ἐγκυκλίων, οἷα διὰ πῆξιν συμβαίνει πάθη τῶν αὐτῶν τούτων σωμάτων." Στοιχείων ἐγκυκλίων λέγει τῶν καθ’ ἕκαστον ἔτος γινομένων, οἷον ὑετοῦ, χαλάζης, χιόνος καὶ τῶν λοιπῶν. ἀλλ’ ἵνα μὴ ἐν σκιαγραφίᾳ πᾶσαν ἔχητε τὴν τῆς πραγματείας διάνοιαν, εἴπωμεν καὶ τῆς ἀτμίδος τὴν διαίρεσιν. αὕτη τοίνυν ἢ ἐν τῷ περιγείῳ τόπῳ φέρεται ἢ ἐν τῷ ὑπεργείῳ. εἰ μὲν οὖν ἐν τῷ ὑπεργείῳ ἐνεχθῇ, ἢ ἀλλοιοῦται ἢ πήγνυται ἢ ἀλλοιοῦται καὶ πήγνυται· εἰ δὲ ἐν τῷ περιγείῳ ἐνεχθῇ, ἢ ἀλλοιοῦται ἢ πήγνυται, οὐκέτι δὲ καὶ τὸ συναμφότερον, διὰ τὸ μὴ ἐξαρκεῖν τὸν χρόνον. εἰ μὲν οὖν ἐν τῷ ὑπεργείῳ ἀλλοιωθείη, ποιεῖ τὸν ὑετόν· εἰ δὲ πῆξιν ὑπομένοι, ποιεῖ τὴν χιόνα· εἰ δὲ τὸ συναμφότερον, ποιεῖ τὴν χάλαζαν. εἰ δὲ ἐν τῷ περιγείῳ τόπῳ ἐνεχθῇ, εἰ μὲν ἀλλοιωθείη, ποιεῖ τὴν δρόσον, εἰ δὲ παγῇ, ποιεῖ τὴν πάχνην. οὐκέτι δὲ ἔστι τὸ συναμφότερον, ὅπερ εἶχεν ἀναλογεῖν τῇ χαλάζῃ.1 εἰ δέ τις εἴποι, ὅτι ἔστι ὁ κρύσταλλος, ῥητέον, ὅτι αὐτὸς ὕδωρ ἐστὶ παγέν, οὐ δρόσος.
“以及其余周期性的事物,即由于凝结而发生于这些相同物体的受动状态。” 所谓周期性的元素[现象],他指的是每年发生的事物,例如雨、雹、雪以及其余事物。但为了不使你们仅以粗略的轮廓把握整部论著的思想,让我们也来阐明水汽的划分。水汽要么在地表附近的区域运行,要么在地上方的区域运行。如果它在地上方的区域运行,要么发生质变,要么发生凝结,要么同时发生质变与凝结;但如果它在地表附近的区域运行,要么发生质变,要么发生凝结,而不再两者兼具,这是因为时间不够充分。因此,如果它在地上方的区域发生质变,就产生雨;如果承受凝结,就产生雪;如果两者兼受,就产生雹。另一方面,如果它在地表附近的区域运行:倘若发生质变,就产生露;倘若凝结,就产生霜。但不再有两者兼具之物,即原本应当对应于雹的事物。如果有人说有冰存在,必须指出,冰本身是凝结了的水,而不是露。
"Διεξελθόντες δὲ περὶ τούτων." Ἐντεῦθεν προανακηρύττεται τὸν σκοπὸν τοῦ ὑπολοίπου συγγράμματος, ὅτι τούτων ῥηθέντων ἡμῖν ὕστερον ῥηθήσεται καὶ περὶ φυτῶν καὶ ζῴων.
“在探讨完这些问题之后。” 从这里开始,他预先宣告了余下著作的意旨,即在这些内容被谈论之后,我们随后也将谈论植物与动物。
"Κατὰ τὸν ὑφηγημένον τρόπον." Ὑφηγημένον τρόπον ᾠήθη ὁ Ἀλέξανδρος εἰρῆσθαι τὸ ἀποδεικτικόν,2 ὅπερ οὐκ οἶμαι εἶναι ἀληθές, ἀλλ’ ὑφηγημένον τρόπον λέγει τὸ διαλεχθῆναι περὶ τούτων καὶ καθόλου καὶ ἰδίᾳ. καθόλου μὲν γὰρ ἐν τῇ Περὶ ζῴων γενέσεως, ἰδίᾳ δὲ ἐν τῇ Περὶ ζῴων ἱστορίᾳ καὶ ἔτι ἰδίως ἐν τῷ Περὶ τῆς καθ’ ὕπνον μαντικῆς· τούτῳ γὰρ τῷ τρόπῳ ἐχρήσατο καὶ περὶ ἄλλων. καὶ γὰρ ἐπὶ ἑκάστῳ σκοπῷ καὶ καθολικὴν ἐποιήσατο τὴν διδασκαλίαν καὶ ἰδικήν. ὅτι δὲ τοῦτο ἀληθές, πρόδηλον, ἐπειδὴ αὐτὸς ἐπιφέρει καθόλου τε καὶ χωρὶς καὶ αὐτὸν ἐξηγεῖται.
“依照所指示的方式。” 亚历山大认为所谓“指示的方式”说的是证明性的[方式],但我认为这并不符合事实,他所谓的“指示的方式”乃是指普遍地并且个别地探讨这些事物。因为普遍的探讨见于《动物生成论》,而个别的探讨见于《动物志》,更有具体特指的见于《论睡眠中的占卜》;因为关于其他事物他也采用了这种方式。事实上,针对每一个主题,他都进行了普遍的教学与具体的教学。而这一点是真实的,乃显而易见,因为他自己紧接着补充了“普遍地以及分别地”,从而对自身作了解释。
"Σχεδὸν γὰρ τούτων ῥηθέντων τέλος ἂν εἴη γεγονὸς τῆς ἐξ ἀρχῆς ἡμῖν προαιρέσεως.3" Τουτέστι τῆς φυσιολογίας. τὸ δὲ σχεδὸν πρόσκειται ἢ διὰ τὴν Περὶ ψυχῆς· οὐδαμοῦ γὰρ γέγονεν αὐτῆς μνήμη. ἢ οὖν διὰ τοῦτο ἢ διὰ τὸν γαλαξίαν πρόσκειται τὸ σχεδόν, ἐπειδὴ ἀμφιβάλλει περὶ αὐτοῦ.
“因为当这些被阐明之后,我们最初规划的终点便差不多达到了。” 也就是说自然哲学的[终点]。而“差不多”的附加,要么是由于《论灵魂》,因为在此完全没有提到它;要么是因为这一点,要么是因为银河而附加了“差不多”,因为他对银河心存疑虑。
"Ὧδε δὴ ἀρξάμενοι λέγωμεν περὶ αὐτῶν." Ἐντεῦθεν ἄρχεται λοιπὸν τῶν ἀγώνων. καὶ πρὶν εἰσβάλλειν, κατακολουθῶν τῷ οἰκείῳ κανόνι πρότερον περὶ τῶν αἰτίων διαλέγεται. ἀλλ’ ἐπειδὴ φιλοκαθόλου ὁ Ἀριστοτέλης, περὶ τῶν πρώτων στοιχείων διαλέγεται. καί φησιν, ὅτι πέντε εἰσὶ ταῦτα, ἓν τὸ πέμπτον στοιχεῖον καὶ τὰ ὑπόλοιπα τέσσαρα, πῦρ, ἀήρ, ὕδωρ, γῆ. διὰ τὰς τέσσαρας ἀρχὰς λέγει τὰς τέσσαρας ποιότητας, θερμότητας, ψυχρότητας, ξηρότητας, ὑγρότητας. διὰ ταύτας τέσσαρας οὔσας ἐδείχθησαν εἰκότως τέσσαρα εἶναι στοιχεῖα.
“那么,让我们从这里开始谈论它们。” 从这里开始他终于进入了真正的论战。而在切入主题之前,依循他固有的准则,他先探讨诸原因。但由于亚里士多德爱好普遍之物,他探讨最初的诸元素。并且他说这些元素有五个:一个是第五元素,其余四个是火、空气、水、土。他所谓的“由于四个本原”指的是四种性质:热、冷、燥、湿。正是由于这四种性质的存在,元素合理地被证明为四个。
- 1.2.14οὐκέτι δὲ ἔστι τὸ συναμφότερον, ὅπερ εἶχεν ἀναλογεῖν τῇ χαλάζῃ
关系从句中未完成过去时 ἔχω 搭配不定词(εἶχεν ἀναλογεῖν)带有一种虚拟反事实的意味,表示“原本应当对应于雹的事物”。
- 1.2.16ὑφηγημένον τρόπον ᾠήθη ὁ Ἀλέξανδρος εἰρῆσθαι τὸ ἀποδεικτικόν
在由 ᾠήθη 引出的宾格不定词结构中,τὸ ἀποδεικτικόν 是被动态完成时不定词 εἰρῆσθαι 的主语宾格,而 ὑφηγημένον τρόπον 充当其谓语宾格(即“亚历山大认为所谓的‘指示的方式’指的是证明性的方式”)。
- 1.2.17τέλος ἂν εἴη γεγονὸς τῆς ἐξ ἀρχῆς ἡμῖν προαιρέσεως
带有 ἄν 的完成时迂言希求法结构(ἄν εἴη γεγονός)表示一种带有保留态度的潜在或假定性结果(“本该/就差不多达到了”)。
