← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§146.28-148.13

塔耳塔罗斯摇摆说的批判与河流循环寓意

奥林匹奥多鲁斯注释了亚里士多德对柏拉图塔耳塔罗斯摇摆说(其导致水流发生荒谬的上下运动)的批判,并从伦理寓意(灵魂的轮回与净化)和自然学寓意(自然物的自身消亡与受对立面消亡)两方面阐释了地下江河循环流径的论述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.3.7

" Τὴν δ’ ἐπίρρυσιν ποιεῖν ἐφ’ ἑκάστῳ τοῦ ῥεύματος διὰ τὸ σαλεύειν ἀεὶ τὸ πρῶτον καὶ τὴν ἀρχήν." Τί φησιν; ὅτι ὁ Τάρταρος στάσιν μὴ ἔχων, ἀλλὰ σαλευόμενος ἀπὸ τόπου ἐπὶ τόπον πέριξ τοῦ κέντρου ποιεῖ τὰς προχοὰς τῶν ποταμῶν καὶ πάντων τῶν ὑπὲρ γῆν ὑδάτων. ὅθεν πολλάκις 〈ἐν〉 ἑνὶ μέρει γενόμενος τοῦ κέντρου ἢ ἐκ τοῦ διαμέτρου τις ποταμὸς εἰς αὐτὸν παρῆλθεν, ἵνα ἔλθῃ πρὸς τὸν Τάρταρον· ὅθεν καὶ ἄνω καὶ κάτω ἀφικνεῖσθαι τὸ πρὸς αὐτὸν ἐρχόμενον ὕδωρ εἶπεν ὁ Ἀριστοτέλης,1 κάτω μὲν μέχρι τοῦ κέντρου, ἄνω δ’ ἀπὸ τοῦ κέντρου ἐπὶ τὸν Τάρταρον, ὅπερ ἐστὶν ἄτοπον.

“而它之所以使诸水流各自产生流入,乃因第一者与本原总是在摇摆。” 他说了什么呢?是指塔耳塔罗斯没有固定的立足点,而是在中心周围从一处摇摆到另一处,由此造成了江河及所有地上[地下流出]之水的涌出。因此,当它常常处于中心的一侧或正对面时,某条河流就会流向它,以便到达塔耳塔罗斯;因此亚里士多德说,流向它的水既到达上方也到达下方——向下直到中心,向上则从中心到达塔耳塔罗斯,而这是荒谬的。

§2.3.8

"Οὐκ ἔχειν γὰρ ἕδραν, ἀλλ’ ἀεὶ περὶ τὸ μέσον εἰλεῖσθαι." Ἰδοὺ ἐνταῦθα σαφῶς ὑποτίθεται ὁ Πλάτων [τὸν Τάρταρον] μὴ συνεχῆ εἶναι τὴν κυρτότητα τοῦ Ταρτάρου τῇ κοιλότητι τῆς γῆς,2 ἀλλ’ εἶναι μὲν ἀνερμάτιστον διὰ τὸ μὴ ἐρείδειν ἐν τῇ γῇ, ἔχειν δὲ βάσιν τὸ κέντρον.

“因为它没有基座,而总是围绕中央回旋。” 看啊,在这里柏拉图清楚地设定了塔耳塔罗斯的外凸面与大地的内凹面是不连续的,并且由于不支承在大地中因而是不稳定的,但它以中心为支点。

§2.3.9

"Κινούμενον δὲ ἄνω καὶ κάτω ποιεῖν τὴν ἐπίχυσιν τοῖς ῥεύμασιν." Οὕτω καὶ πρῶτον εἴρηται, ὅτι τῇδε κἀκεῖσε κυκώμενος ὁ Τάρταρος ποιεῖ τὰς προχοὰς τῶν ποταμῶν καὶ τῆς θαλάσσης· ἀλλὰ ταῦτα μὲν ἠθικῶς ἐκληπτέον, ἔστω δὲ παράδειγμα τὸ λεγόμενον τοιοῦτον.

“并且上下运动,造成了诸水流的泛滥。” 正如前面也说过的,塔耳塔罗斯在此处与彼处受搅动,从而造成了江河与海的涌出;但这应当从伦理上理解,且让所说的比喻成为这样。

§2.3.10

"Πάντα μὲν κύκλῳ περιάγειν εἰς τὴν ἀρχήν, ὅθεν ἤρξατο ῥεῖν." Τί φησιν; ὅτι τῶν ποταμῶν τῶν ἀπὸ τοῦ Ταρτάρου προϊόντων ὑπὲρ γῆς † τὸ πᾶν πολλαχόθι τῆς γῆς πάλιν εἶθ’ οὕτως τοὔμπαλιν εἰς τὸν Τάρταρον χωροῦσιν, ὅθεν αὐτοῖς καὶ ἡ ἀρχὴ τῆς ῥύσεως δέδοται.

“全都沿圆周引回到其开始流出的本原。” 他说了什么呢?是指从塔耳塔罗斯流向地上的江河中,所有[流经]大地许多地方的江河,随后又反向汇入塔耳塔罗斯,而它们流动的本原也正是由塔耳塔罗斯赋予的。

§2.3.11

"Πολλὰ μὲν κατὰ τὸν αὐτὸν τόπον, τὰ δὲ καταντικρὺς τίθησι τῆς ἐκροῆς, οἷον εἰ ῥεῖν ἤρξατο κάτωθεν, ἄνωθεν εἰσβάλλουσιν." Οὗτοι, φησίν, οἱ ποταμοὶ ἀπὸ τοῦ Ταρτάρου ἐκδιδόμενοι, οἱ μὲν αὐτῶν ἐπὶ βραχὺ μόνον προϊόντες πάλιν ὑπονοστοῦσιν εἰς αὐτὸν διὰ τοῦ αὐτοῦ τόπου, ὅθεν καὶ προῆλθον· οἱ δ’ ἐπὶ μήκιστον προϊόντες οὐκέτι διὰ τοῦ αὐτοῦ τόπου ὑπονοστοῦσιν, ὅθεν καὶ προῆλθον, ἀλλὰ πάλιν ποιήσαντες περίοδον κατὰ τὸ διάμετρον τῆς προελεύσεως αὐτῶν εἰσβάλλουσιν εἰς τὸν Τάρταρον. † ἐπεὶ δὲ τοῦτο ἠθικῶς καὶ φυσικῶς·3 ἠθικῶς μέν, ὅτι διὰ μὲν τοῦ ἐπ’ ὀλίγον προϊόντος [τοῦ] ποταμοῦ καὶ παλινδρομοῦντος διὰ τῆς αὐτῆς πορείας αἰνίττεται τὰς ψυχάς, αἵτινες δυσίατα ἁμαρτήσασαι ἢ καὶ ἀνίατα οὐδ’ ἐπ’ ὀλίγον ἀναχωροῦσι τῆς γενέσεως, τουτέστι τοῦ Ταρτάρου, ἥτις γένεσις ἀντὶ κολάσεως αὐταῖς δέδοται, ἵνα καθαρθῶσιν. ἀλλ’ εἰ καὶ δόξουσι ἀναχωρεῖν διὰ τῆς σώματος λύσεως, πάλιν διὰ τοῦ αὐτοῦ ἀνθυποστρέφουσιν εἰς τὴν γένεσιν ἐν σώματι οὖσαι. αἱ δὲ εὐίατα ἁμαρτήσασαι ψυχαί, αἷς οὐ πάνυ προσφιλής ἐστιν ὁ Τάρταρος, τουτέστιν ἡ γένεσις, μετὰ τὸ αὐτὰς προελθεῖν οὐκ εὐθέως εἰς αὐτὸν ἐπείγονται, ἀλλὰ χρόνους τινὰς μακροὺς καὶ βίους ἐκτὸς μείνασαι τῆς γενέσεως, κατά τινα πάλιν περίοδον ἔρχονται ἐν τῇ γενέσει χάριν τοῦ τὰ προημαρτημένα καθαρθῆναι. οὕτω μὲν οὖν ἠθικῶς. φυσικῶς δ’ οὕτως· ἰστέον δ’ ὅτι τοῦ φυσικοῦ ἡ φθορὰ γίνεται ἢ διὰ τὴν ἐνοῦσαν ἀσθένειαν τῷ φθειρομένῳ, ὥσπερ λυχνιαίας φλογός (αὕτη γὰρ διὰ τὴν ἔλλειψιν τῆς τροφῆς ἐξασθενήσασα σβέννυται) ἢ διὰ τὴν τοῦ ἐναντίου ἐπικράτειαν. ἐνταῦθα οὖν διὰ μὲν τῶν ποταμῶν τῶν εὐθὺς παλινδρομούντων ἐσήμανε τὴν ἀφ’ ἑαυτοῦ φθορὰν τοῦ φυσικοῦ, διὰ δὲ τοῦ ἐναντίου εἰσβάλλοντος εἰς τὸν Τάρταρον ποταμοῦ ἐδήλωσε τὴν ἐκ τῶν ἐναντίων φθοράν.

“许多在同一地点,另一些则置于与流出处正相对之处,例如若从下方开始流出,便从上方注入。” 他说,这些从塔耳塔罗斯涌出的江河,其中一些仅前进了很短的距离,便再度通过它们流出的同一地点返回其中;而另一些前进了极远距离的江河,则不再通过它们流出的同一地点返回,而是再度做了一个回旋,沿着与其前行正相对的直径方向注入塔耳塔罗斯。[我们]也从伦理上和自然学上[阐释]这一点。在伦理上,是指通过仅仅前进了片刻并沿着相同路径折返的江河,他暗指了那些犯下难治之罪乃至不可救药之罪的灵魂,它们甚至片刻也不脱离生成,即塔耳塔罗斯;而这一生成是代替惩罚赋予它们,以便使它们得到净化的。然而即便它们看似通过肉体的解体而脱离,却依然在肉体之中,通过相同的道路再度折返回生成中。相反,那些犯下易治之罪的灵魂,对于它们而言塔耳塔罗斯(即生成)完全不是可亲近的,它们在走出之后并不立即赶向那里,而是在生成之外停留了某些漫长的时间和生命之后,根据某种周期再度进入生成中,以求净化以前所犯的罪过。伦理上便是如此。而在自然学上则是这样:应当知道,自然物的毁灭要么是由于被毁灭者自身内在的虚弱(正如油灯的火焰,因为这火焰由于缺乏养料而衰弱熄灭),要么是由于对立面的压制。因此在这里,通过立即折返的江河,他指明了自然物由于自身而产生的毁灭;而通过从相反方向注入塔耳塔罗斯的江河,他表明了由对立面引起的毁灭。

语法注3 条
  1. 2.3.7ὅθεν καὶ ἄνω καὶ κάτω ἀφικνεῖσθαι τὸ πρὸς αὐτὸν ἐρχόμενον ὕδωρ εἶπεν ὁ Ἀριστοτέλης

    该句由置于句末附近的 εἶπεν ὁ Ἀριστοτέλης 统辖,前面的 ὅθεν 引导的不定式短语(以 τὸ ... ὕδωρ 为逻辑主语,ἀφικνεῖσθαι 为不定式)构成间接引语。此处指出了亚里士多德所推导出的荒谬结论:水向下运动到中心是自然的,但越过中心流向塔耳塔罗斯则是反常的向上运动。

  2. 2.3.8μὴ συνεχῆ εἶναι τὴν κυρτότητα τοῦ Ταρτάρου τῇ κοιλότητι τῆς γῆς

    此结构为依附于动词 ὑποτίθεται 的带对格不定式结构。逻辑主语是宾格 τὴν κυρτότητα,形容词 συνεχῆ 作宾语补足语(宾格),并支配与格 τῇ κοιλότητι。校勘本中置于方括号的 [τὸν Τάρταρον] 应视为冗余的重复对格而不予取入。

  3. 2.3.11† ἐπεὶ δὲ τοῦτο ἠθικῶς καὶ φυσικῶς

    标有剑号(†)的传抄讹误之处。根据上下文(衔接 §2.3.9 的 ἠθικῶς ἐκληπτέον 及前一文本块结尾的论述),此处须补足如“我们[解释/考查]此点”(如省略了 ἐξηγησόμεθα 之类的动词),使副词 ἠθικῶς καὶ φυσικῶς 修饰支配 τοῦτο 的动作。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:146.28-148.13