← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§145.10-146.27

海水不增的理由与塔耳塔罗斯的双重阐释

奥林匹奥多鲁斯阐释了亚里士多德关于海水因表面辽阔而蒸发与吸收导致海水不增的解答(355b25),并针对亚里士多德对《斐多篇》将塔耳塔罗斯视为水之泉源的批判(355b32–356a2),将塔耳塔罗斯在伦理上阐释为治疗性惩罚灵魂之所,在自然学上阐释为质料。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.3.2

" Τὸ γὰρ αὐτὸ πλῆθος ὕδατος εἰς πλάτος διαταθέν." Ἐντεῦθεν ἡ ἐπίλυσις τῆς ἀπορίας, ὅτι διὰ τὸ ἐκτετάσθαι περὶ τὸ πλάτος τῆς θαλάσσης τὸ ὕδωρ πολὺ ἀπ’ αὐτῆς διαφορεῖ αὐτὴν1 καθ’ ἡμέραν ἄνωθεν μὲν ὑπὸ τοῦ ἡλίου ἐξατμιζομένην, κάτωθεν δ’ ὑπὸ τῆς γῆς ἀναπινομένην. διὰ οὖν τὴν πολλὴν αὐτῆς διαφόρησιν οὐχ ὁρᾶται πλήθουσα, εἰ καὶ πάντες οἱ ποταμοὶ εἰς αὐτὴν ἐμβάλλουσιν.

“因为同等数量的水,一旦在宽度上展开。” 从这里开始是对该难题的解答:即由于水在海的广阔范围内延展,大量[的水]每天都使海消散,它在上方被太阳蒸发,在下方被大地吸收。因此,由于其大量的消散,即便所有江河都注入其中,也看不出它在增多。

§2.3.3

"Τὸ δ’ ἐν τῷ Φαίδωνι γεγραμμένον περί τε ποταμῶν καὶ θαλάττης ἀδύνατον." Ἐντεῦθεν ἐπειδὴ ᾔσθετο τοῦ Πλάτωνος ἐναντιουμένου αὐτῷ τοῦ μὴ εἶναι τὴν θάλατταν ὁλότητα, ἀλλὰ τὸν Τάρταρον,2 πειρᾶται αὐτὸς ἀνατρέπειν αὐτόν, ἀλλὰ πρῶτον τὴν ἱστορίαν αὐτοῦ τοῦ Πλάτωνος παρατίθεται.

“但在《斐多篇》中所写的关于江河与海的事情是不可能的。” 从这里开始,既然他察觉到柏拉图在“海不是[水的]总体,而塔耳塔罗斯才是”这一点上与自己相左,他本人便试图反驳柏拉图;但他首先陈述了柏拉图本人的叙述。

§2.3.4

"Λέγεται γάρ, ὡς ἅπαντα μὲν εἰς ἄλληλα συντέτρηται ὑπὸ γῆν." Ἐντεῦθεν ἡ ἱστορία τοῦ Πλατωνικοῦ μύθου. φησὶ γάρ, ὅτι πάντα ἔχει πόρους τινὰς ὑπὸ γῆν τετρημένους, δι’ ὧν ἀφικνοῦνται εἰς τὸν Τάρταρον· ᾧ δῆλον, ὅτι πρὸς ὁλότητα χωροῦσιν.

“因为据说,一切都在地下相互穿通。” 从这里开始是柏拉图神话的叙述。因为他说,一切都在地下具有穿通的某些通道,通过这些通道它们到达塔耳塔罗斯;由此显而易见,它们是走向总体。

§2.3.5

"Ἀρχὴ δὲ πάντων εἴη καὶ πηγὴ τοῦ ὕδατος ὁ καλούμενος Τάρταρος περὶ τὸ μέσον τῆς γῆς ὕδατός τι πλῆθος." Ὅρα, πῶς ὁ Πλάτων ὑποτίθεται περὶ τὸ μέσον τῆς γῆς, τουτέστι τὸ κέντρον, εἱλεῖσθαι τὸν Τάρταρον.

“而万物的本原与水的泉源,乃是所谓的塔耳塔罗斯,位于大地中央附近的某一数量的水。” 且看柏拉图是如何设想塔耳塔罗斯在大地中央附近,即中心点周围回旋的。

§2.3.6

"Ἐξ οὗ τὰ ῥέοντα καὶ μὴ ῥέοντα ἀναδίδωσι πάντα." Ἀπὸ γὰρ τοῦ Ταρτάρου, φησί, καὶ τὰ ῥέοντα ὕδατα, τουτέστιν αἱ πηγαὶ καὶ οἱ ποταμοί, καὶ μὴ ῥέοντα, τουτέστιν ἡ θάλασσα, ἀναδίδονται καὶ πάλιν εἰς αὐτὸ χωροῦσιν ὥσπερ εἰς ὁλότητα. ἡμεῖς δὲ τοῦτο καὶ ἠθικῶς καὶ φυσικῶς ἀνεπτύξαμεν. ἠθικῶς μέν, ὅτι ὁ Τάρταρος τόπος ἐστὶ δικαστικός, ἐξ οὗ εἰσιν ἅπαντες οἱ δικαστικοὶ τόποι, Κωκυτός, Ἀχέρων, Πυριφλεγέθων, εἰς οὓς ἐμβάλλονται αἱ ψυχαὶ κατὰ τὰς διαφορὰς τῶν ἁμαρτάδων, αἱ μὲν ἀιδίως κολασθησόμεναι διὰ τὸ ἀνίατα ἡμαρτηκέναι ἐν τῷ Ταρτάρῳ.3 πλὴν εἰ καὶ λέγω ἀιδίως, μὴ δὴ νομίσῃς, ὅτι εἰς ἀπείρους αἰῶνας κολάζεται ἡ ψυχὴ ἐν τῷ Ταρτάρῳ (εὖ γε οὐ διὰ μῆνιν τοῦ θείου κολάζεται ἡ ψυχή, ἀλλ’ ἰατρείας χάριν), ἀλλ’ αἰωνίως φαμὲν κολάζεσθαι τὴν ψυχὴν αἰῶνα καλοῦντες τὸν αὐτῆς βίον καὶ τὴν μερικὴν αὐτῆς περίοδον. τῷ γὰρ ὄντι τὰ μέγιστα πλημμελήσασαι ψυχαὶ οὐκ ἀρκοῦνται μιᾷ περιόδῳ καθαρθῆναι, ἀλλ’ εἰσὶν ἐν τῷ βίῳ διηνεκῶς ὥσπερ ἐν τῷ Ταρτάρῳ, ἣν περίοδον αἰῶνα ἐκάλεσεν ὁ Πλάτων. χρὴ δὲ καὶ τοῦτο μὴ ἀγνοεῖν, ὅτι ἕτερόν ἐστιν αἰώνιον καὶ ἕτερον τὸ ἀίδιον. τὸ γὰρ αἰώνιόν ἐστι τὸ ὅλον, ὡς ὅλον νῦν τὸ ἐστερημένον παρεληλυθότος χρόνου καὶ μέλλοντος, ὅλον δ’ ἐν τῷ καθεστῶτι νῦν ὑπάρχον· ἀίδιον δ’ ἐστίν, ὃ καὶ αὐτὸ μὲν ἀεὶ ὑπάρχει, ἐν δὲ τοῖς τρισὶ χρόνοις θεωρούμενον. ὅθεν αἰώνιον μὲν λέγομεν τὸν θεὸν διὰ τὸ μὴ ἐν χρόνῳ τὸ εἶναι ἔχειν, ἀλλὰ πάντα χρόνον καὶ ἐνεστῶτα καὶ παρῳχηκότα καὶ μέλλοντα ὡς νῦν ἔχειν αὐτόν (αὕτη γὰρ ἡ φύσις τοῦ αἰωνίου)· ἀίδιον δ’ οὐ λέγομεν, ἐπειδὴ οὔτ’ ἐν χρόνῳ ἔχει τὸ εἶναι. ἀλλ’ εἰ ἄρα, τὴν ὕλην ἀίδιον ῥητέον ὡς ἐν χρόνῳ εἰδοποιουμένην καὶ πάλιν ἄλλα εἴδη προσλαμβάνουσαν τῶν πρώτων φθαρέντων. ὅθεν οὐ μόνον ἠθικῶς τὸν Τάρταρον ἐξηγησάμεθα, ἀλλὰ καὶ φυσικῶς φήσαντες, ὅτι Τάρταρός ἐστιν ὕλη διὰ τὴν ἐνοῦσαν αὐτῷ ταραχὴν καὶ στάσιν τῶν ἐναντίων.

“流动与不流动的水全都出自其中。” 因为他说,从塔耳塔罗斯中,既涌出流动的水(即泉源和江河),也涌出不流动的水(即海),并且再度流向它,如同流向总体一样。而我们已经从伦理上和自然学上两方面阐明了这一点。在伦理上,是指塔耳塔罗斯是一个审判之所,所有的审判之所——科库托斯、阿刻戎、珀里弗勒革同——皆出自其中,灵魂按照罪过的差异被投进这些场所,有的灵魂因犯下不可救药之罪而在塔耳塔罗斯中将受永恒惩罚……不过,即便我说“永恒地”,你也切莫以为灵魂在塔耳塔罗斯中受惩罚会长达无限的世代(确实,灵魂受惩罚并非由于神圣者的忿怒,而是为了治疗);相反,我们说灵魂受到“时代性”的惩罚,将灵魂自身的生命及其个别的周期称为“时代”。因为事实上,犯下极大过错的灵魂,在一个周期中得以净化是不够的,而是如同置身于塔耳塔罗斯中一般持续处于生命之中,而柏拉图将这一周期称为“时代”。并且也不应当忽视这一点:即“时代的”是一回事,而“恒常的”是另一回事。因为“时代的”乃是整体,犹如一个没有过去和未来时间的整体当下,作为一个整体存在于既定的当下之中;而“恒常的”虽然自身也总是存在,却是在三种时间之中被观察的。因此我们说神是时代的,因为他的存在不在时间之中,而是将所有时间——无论是现在、过去还是未来——都作为当下而拥有(因为这正是“时代的”之本性);但我们不说他是恒常的,既然他在时间中根本没有存在。但若要说,应当说质料是恒常的,因为它是在时间中获得形式,并在原初的形式毁灭后再度接纳其他形式。因此我们不仅从伦理上阐释了塔耳塔罗斯,而且也从自然学上阐释了它,指出塔耳塔罗斯就是质料,这是由于其中存在着对立面的混乱与争斗。

语法注3 条
  1. 2.3.2πολὺ ἀπ’ αὐτῆς διαφορεῖ αὐτὴν

    διαφορεῖ 在此处虽为主动态,但作及物动词使用,以 πολύ(大量[的水/蒸气])为主语,αὐτήν(海)为直接宾语,意为“大量[的水]使海消散”。后接的两个分词 ἐξατμιζομένην 与 ἀναπινομένην 均为阴性单数宾格,与 αὐτήν 一致,印证了海是被蒸发和被吸收的承受者。

  2. 2.3.3τοῦ μὴ εἶναι τὴν θάλατταν ὁλότητα, ἀλλὰ τὸν Τάρταρον

    带冠词的属格不定式短语 τοῦ μὴ εἶναι... 依附于前面的分词结构 τοῦ Πλάτωνος ἐναντιουμένου αὐτῷ(柏拉图与他相对立),作为说明性/限定性属格,用以具体说明柏拉图在何种观点上与他相悖。

  3. 2.3.6αἱ μὲν ἀιδίως κολασθησόμεναι διὰ τὸ ἀνίατα ἡμαρτηκέναι ἐν τῷ Ταρτάρῳ.

    主格分词短语 αἱ μὲν ... κολασθησόμεναι 本作为前文 αἱ ψυχαί 的部分同位语,用于分述不同情况;但由于下文立即通过 πλὴν εἰ καὶ λέγω... 转向对“永恒地”一词的词义辨析,使得句子未出现相对应的 αἱ δέ... 结构,构成了破格句(anacoluthon)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:145.10-146.27