← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§143.35-145.9

对德谟克利特的批判与对柏拉图塔耳塔罗斯的辩护

奥林匹奥多鲁斯在介绍了亚里士多德反驳德谟克利特关于海可毁灭说的第二、第三个论据后,指出柏拉图关于塔耳塔罗斯的论述是神话式与伦理性的冥界传说而非自然学学说,从而为其辩护,继而进入探讨海何以不显增多的引文(355b20)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.3.1#3

δεύτερον ἐπιχείρημα· ἐχρῆν σε γὰρ ἐννοεῖν,1 ὦ Δημόκριτε, ὅτι τὸ ἐξατμιζόμενον ὕδωρ ἀντικαταρρεῖ πάλιν καὶ οὐχ ὥς φασί τινες ἀναλίσκεται τοῦτο εἰς τὴν τροφὴν τοῦ ἡλίου καὶ τῶν ἀστέρων. εἰ οὖν τοῦτο πάλιν ἀντικαταρρεῖ καὶ οὐδὲν ἐλαττοῦται, πῶς φῂς ταύτην τῷ ἀπείρῳ χρόνῳ ἐκλιμπάνειν; τρίτον ἐπιχείρημα· οὐ γὰρ ὡς σὺ φῄς, ὦ Δημόκριτε, εἰ καὶ ἄφθαρτόν ἐστι τὸ πᾶν,〈φθαρτὴ ὅμως ἡ θάλασσα〉, ἀλλ’ οὖν τοὐναντίον· εἴτε ἄφθαρτον εἴτε φθαρτόν ἐστι τὸ πᾶν, ἄφθαρτος διαμενεῖ ἡ θάλασσα. αὐτίκα οὖν ὁ ἥλιος εἰ μὲν ἄφθαρτος εἴη, εἰκότως ἡ θάλασσα ἄφθαρτος ἔσται· ὃ γὰρ ἐν τῷ θέρει ἐξ αὐτῆς ἀνήρπασε βορειότερος γεγονώς, τοσοῦτον πάλιν ἀποδίδωσι καὶ ἐν τῷ χειμερινῷ νοτιώτερος ἀποκαταστάς. ἀλλὰ μὴν εἰ καὶ φθαρτὸς ὁ ἥλιος εἴη, ἀλλ’ ὅμως ἡ θάλασσα μενεῖ ἄφθαρτος διὰ τὸ μὴ εἶναι τὸ ἐξατμίζον. τούτοις μὲν οὖν τοῖς λόγοις ὁ φιλόσοφος ἐνίσταται πρὸς Πλάτωνά τε καὶ Δημόκριτον. φέρε δὲ ἡμεῖς ὑπὲρ τούτου ἀπολογησώμεθα δείξαντες, ὅτι οὐ καλῶς Ἀριστοτέλης καταδρομῇ κατὰ τούτων ἐχρήσατο. μᾶλλον δ’ οὐ τούτοις ἐναντιοῦται, ἀλλὰ τοῖς κακῶς τὰ παρ’ αὐτῶν λεγόμενα διαλαμβάνουσιν. οὐ γὰρ ὡς σὺ φῄς, ὦ δαιμόνιε φαμὲν Ἀριστότελες, ὁ Πλάτων ὁλότητα τοῦ ὕδατος ἔλεγεν ὄντα τὸν Τάρταρον,2 ἀλλὰ τοῦτο ἔλεγε μυθικῶς· οὐ χρὴ οὖν τὰ μυθικῶς λεγόμενα φυσικῶς ἐκλαμβάνειν, ἀλλὰ ταῦτα ἔλεγεν ὁ Πλάτων ἄλλα τινὰ αἰνιττόμενος. ἀποδείξας γὰρ αὐτὸς ἐν τῷ Φαίδωνι διὰ πέντε ἐπιχειρημάτων ἀθάνατον οὖσαν τὴν ψυχὴν καὶ εἰρηκώς, ὅτι εἰ μὲν θνητὴ ὑπῆρχεν, ἐχρῆν μᾶλλον σωμασκίας ἐπιμελεῖσθαι καὶ ὑγείας πρὸς τὸ μακρὰ βιῶναι, οὐ μόνον δὲ τούτου, ἀλλὰ καὶ πλούτου καὶ δόξης καὶ τῶν ἄλλων ἡδονῶν· εἰ δὲ ἀθάνατός ἐστι, τούτοις μὲν κατὰ πάροδον χρῆσθαι ὥσπερ πανδοχείῳ παριόντα, δύο δέ τινων ἐπιμελεῖσθαι, ἢ τοῦ ὁμοιωθῆναι θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώποις ἢ τοῦ δίκας μὴ ὑποσχεῖν. ἐντεῦθεν διὰ τοῦ ὑποσχεῖν δίκας ἐμνημόνευσε τῶν καθ’ Ἅιδου δικαιωτηρίων ὥσπερ νέκυιάν τινα συγγραψάμενος. οὐ μόνον δὲ ταύτην συνεγράψατο, ἀλλὰ καὶ ἄλλας δύο, ὡς εἶναι πάσας τρεῖς [ἐν τῇ Πολιτείᾳ] διαφερούσας ἀλλήλων. ἡ μὲν γὰρ ἐν Γοργίᾳ γεγραμμένη περὶ τοῦ δικάζοντος καθ’ Ἅιδου τὰς ψυχὰς περιέχει· εἰσφέρει γὰρ ἐκεῖσε Ῥαδάμανθυν, Αἰακόν τε καὶ Μίνωα δίκας εἰσπράττοντας τὰς καθ’ Ἅιδου ψυχάς, Ῥαδάμανθυν μὲν τοὺς ἀπὸ τῆς Ἀσίας, Αἰακὸν δὲ τοὺς ἀπὸ τῆς Εὐρώπης (Αἰγινήτης γὰρ ἦν, Αἴγινα δὲ τῆς Εὐρώπης), Μίνωα δὲ καὶ δικαστὴν ἀδέκαστον κατατάττει, ὡς πρέπει νομοθέτῃ. ἐν δὲ τῷ Φαίδωνι γράφων νέκυιαν διαλέγεται περὶ τῶν δικαστικῶν τόπων καὶ παραδίδωσι τὸν Τάρταρον καὶ Πυριφλεγέθοντα, Κωκυτόν τε καὶ Ἀχέροντα, οἵτινες ἐξ αὐτῶν προέρχονται, ὡς εἶναι τὸν Τάρταρον οὐχ ὕδατος ὁλότητα, ἀλλὰ τῶν δικαστικῶν τόπων. ἡ δ’ ἐν τῇ Πολιτείᾳ νέκυια περιέχει περὶ τῶν δικαζομένων· εἰσάγει γὰρ ἐκεῖσε τὸν Ἔριδον3 πολλὰ ἁμαρτήσαντα καὶ ὑπὲρ τούτου εὐθύνας ἀπαιτούμενον. ἐπειδὴ οὖν ἐν τῷ Φαίδωνι παρατίθεταί τινας τόπους κολαστικοὺς πρὸς τὰς διαφορὰς τῶν ἁμαρτημάτων — τὰς μὲν γὰρ ἀνίατα ἁμαρτανούσας ψυχὰς εἰς τὸν Τάρταρον κατατάττει, ἔνθα εἰσὶ καὶ ἀΐδιοι αἱ κολάσεις, τὰς δὲ δυσίατα ἁμαρτανούσας, εἰ μὲν διὰ θυμόν, τουτέστιν ἐξ ἀνάγκης καὶ μὴ προβουλευσαμένας, εἰς τὸν Πυριφλεγέθοντα, τὰς δὲ μὴ διὰ θυμόν, ἀλλ’ ἐκ προβουλεύσεως ἁμαρτησάσας, ταύτας δ’ εἰς τὸν Κωκυτὸν ὡς ἂν ἐπιτατικωτέρας οὔσης ἐκεῖ τῆς κολάσεως. ἄμεινον γὰρ ἦν * * * 〈p. 355 b 20 Τὸ δὲ ζητεῖν τὴν ἀρχαίαν ἀπορίαν, διὰ τί τοσοῦτον πλῆθος ὕδατος οὐδαμοῦ φαίνεται.〉 Ἡ πρώτη ἀπορία ἐστὶν αὕτη ἡ λέγουσα· τί δήποτε μὴ φαίνεται πληθυνομένη ἡ θάλασσα καίτοι πάντων τῶν ποταμῶν εἰς αὐτὴν εἰσβαλλόντων;

第二个论据:“德谟克利特啊,你本应当想到,蒸发掉的水会再度向下倒流,并不像某些人所说的那样作为太阳与星辰的滋养而被耗尽。因此,如果这水再度向下倒流且毫无减少,你怎能说〔海〕在无限的时间中会枯竭竭尽呢?”第三个论据:“德谟克利特啊,绝非如你所言,即便宇宙是不朽的,海却依然是可毁灭的;相反,无论宇宙是不朽的还是可毁灭的,海都将保持不朽而存续。例如,如果太阳是不朽的,海理所当然将是不朽的;因为太阳在夏季偏北时从海中夺走了多少,在冬季回退偏南时就会再度偿还多少。然而即便太阳是可毁灭的,海也依然会因为没有蒸发者而保持不朽。”因此,哲学家便用这些论证向柏拉图和德谟克利特二人发难。不过,且让我们就此事为[柏拉图]辩护,指出亚里士多德对他们施加抨击并不妥当;或者不如说,他反对的不是他们,而是那些错误理解他们所言之人。“绝非如你所言,神异的亚里士多德啊,我们说,柏拉图并未声称塔耳塔罗斯是水的总体,而是神话式地谈论此事的;因此不应当以自然学的方式去理解神话式讲述的事情,柏拉图说这些话乃是另有所指。”因为他自己在《斐多篇》中通过五个论据证明了灵魂是不朽的,并且说过,如果灵魂是必死的,人们本应当更多地关照体格锻炼与健康以求长寿,而且不仅如此,还应当关照财富、声誉及其他快乐;但如果灵魂是不朽的,就应当顺道使用这些东西,如同行路者投宿客栈一般,而应当关照两件事,要么是在人类力所能及的范围内同化于神,要么是免受刑罚。由此,借由“遭受刑罚”,他提到了冥府的审判所,仿佛撰写了一篇冥界游记。而且他不仅撰写了这一篇,还撰写了另外两篇,以至于总共有三篇彼此互不相同的游记。因为在《高尔吉亚篇》中所写的包含关于在冥府审判灵魂者的内容;他在那里引入了拉达曼提斯、埃阿科斯和米诺斯向冥府的灵魂追索刑罚,拉达曼提斯审判来自亚洲者,埃阿科斯审判来自欧洲者(因为他是埃吉那人,而埃吉那属于欧洲),并且他将米诺斯安置为公正廉洁的法官,正如立法者所当有的那样。但在《斐多篇》撰写冥界游记时,他探讨的是审判的处所,并交代了塔耳塔罗斯、珀里弗勒革同、科库托斯和阿刻戎(这些江河出自它们),从而表明塔耳塔罗斯并非水的总体,而是审判处所的总体。至于《理想国》中的冥界游记,则包含关于受审判者的内容;因为他在那里引入了犯下许多罪过并为此被追究责任的厄里斯。既然他在《斐多篇》中根据罪过之差等罗列了若干惩戒处所——因为他把犯下不可救药之罪的灵魂安置在塔耳塔罗斯,那里的惩罚也是永恒的;而把犯下难以救药之罪的灵魂,若是出于愤怒,即出于必然性且未经预谋者,安置在珀里弗勒革同,若是并非出于愤怒而是出于预谋而犯下罪过者,则把它们安置在科库托斯,理由是那里的惩罚更为严厉。因为宁可…… “而探究那个古老的难题,即为什么如此大量的水并不在任何地方显现。” 第一个难题就是这个主张:尽管所有的江河都注入海中,为什么海却不见有所增多?

语法注3 条
  1. 2.3.1ἐχρῆν σε γὰρ ἐννοεῖν

    非人称动词过去时 ἐχρῆν 搭配宾格主语 σε 与不定式 ἐννοεῖν,构成表示与过去事实相反的虚拟/责难结构,意为“你本应当想到(而实际上却没有想到)”。

  2. 2.3.1οὐ γὰρ ὡς σύ φῃς, ὦ δαιμόνιε φαμὲν Ἀριστότελες, ὁ Πλάτων ὁλότητα τοῦ ὕδατος ἔλεγεν ὄντα τὸν Τάρταρον

    句子的核心骨架为 οὐ γὰρ [...] ὁ Πλάτων ἔλεγεν ὄντα τὸν Τάρταρον ὁλότητα τοῦ ὕδατος,动词 ἔλεγεν 搭配分词 ὄντα 引出宾语 τὸν Τάρταρον 及补足语 ὁλότητα。中间插入的 ὦ δαιμόνιε φαμὲν Ἀριστότελες(“神异的亚里士多德啊,我们说”)形成了向亚里士多德直接对话的修辞呼告。

  3. 2.3.1τὸν Ἔριδον

    指柏拉图《理想国》卷十末尾“厄尔神话”中的阿尔美纽斯之子厄尔(Ἦρ)。在奥林匹奥多鲁斯的文本传抄中出现了 Ἔριδον 的形态,在句法上作为 εἰσάγει 的宾语及分词短语 πολλὰ ἁμαρτήσαντα... 的逻辑主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:143.35-145.9