← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§139.5-141.4

驳太阳滋养说与海为全部水之总体

奥林匹奥多罗阐释了亚里士多德驳斥太阳及星辰由水汽滋养之说的五个论据(355a5–355a21),继而探讨证明海是全部水的总体的其余两个论据,即处所的容纳性及其占据最低洼处的特征(355b2–355b17)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2.11

" Ὥσπερ ἀφικνούμενον μέχρι πρὸς τὸν ἥλιον τὸ ἀναγόμενον τοῦ ὑγροῦ." Ἀγανακτοῦντος φωνή.1 οὕτω γὰρ ἠλίθιοί εἰσιν, ὅτι νομίζουσι τὸ ἐξατμισθὲν φθάνειν ἐπὶ τὴν ἡλιακὴν σφαῖραν καίτοι τοσούτων ἄλλων σφαιρῶν ἐν τῷ μέσῳ οὐσῶν καὶ τῆς ἀτμίδος μηδὲ τὰς ἀκρωρείας σχεδὸν ὑπερβαινούσης. καὶ ἰδοὺ ἔχεις τὸ πρῶτον ἐπιχείρημα.

“仿佛被抽引的水汽一直到达太阳那里似的。” 这是愤慨者的声音。因为他们如此愚蠢,竟认为蒸发之物能够到达太阳的天球,尽管其间存在着如此之多的其他天球,并且水汽甚至几乎未能越过山顶。看,这就是第一个论据。

§2.2.12

"Ἡ μὲν γὰρ διὰ συνεχοῦς ὑγροῦ καὶ ξηροῦ μεταβαλλόντων γίνεται καὶ οὐ τρέφεται." Ὅρα, πῶς σαφῶς λέγει ὁ φιλόσοφος μὴ τρέφεσθαι τὸ πῦρ.

“因为火是通过处于转变之中的连续湿气和干燥物而生成的,并不被滋养。” 看,这位哲学家多么清楚地说明了火是不受滋养的。

§2.2.13

"Δηλονότι καὶ ὁ ἥλιος οὐ μόνον, καθάπερ Ἡράκλειτός φησι, ‘νέος ἐφ’ ἡμέρῃ’ ἐστίν, ἀλλ’ ἀεὶ νέος συνεχῶς." Εἰ δώσομεν τὸν ἥλιον τρέφεσθαι,2 οὐ μόνον καθ’ ἡμέραν γίνεται, ἀλλὰ καὶ καθ’ ἑκάστην ὥραν τρέφεσθαι. καὶ ἔχεις ἐντεῦθεν τὸ δεύτερον ἐπιχείρημα.

“显然,太阳不仅如赫拉克利特所言是‘日日皆新’,而且是持续不断地永远常新。” 如果我们承认太阳被滋养,它不仅将每日生成,而且每一时刻都[必须]被滋养。由此你便得到了第二个论据。

§2.2.14

"Ἔτι δ’ ἡ ὑπὸ τοῦ ἡλίου ἀναγωγὴ τοῦ ὑγροῦ ὁμοία τοῖς θερμαινομένοις ὕδασίν ἐστιν ὑπὸ τοῦ πυρός." Ἐντεῦθεν δὲ τὸ τρίτον ἐπιχείρημα τὸ λέγον, ὅτι οὔτ’ ἐπὶ τοῦ παρ’ ἡμῖν πυρὸς * * * τὸ δ’ ἀντιφράττειν πολλάκις τὸ μέσον. οὕτως οὖν οὔτ’ ἐπὶ τοῦ ἡλίου τὸ ὑπ’ αὐτοῦ ἐξατμισθὲν τροφὴ αὐτοῦ ἐστιν.

“此外,太阳对湿气的抽引类似于被火加热的水。” 从这里开始的是第三个论据,该论据说明在我们这里的火中既非……而中间部分往往被阻隔。因此,在太阳那里,由它所蒸发之物同样不是它的养料。

§2.2.15

"Ἄτοπον δὲ καὶ τὸ μόνον φροντίσαι τοῦ ἡλίου, τῶν δ’ ἄλλων ἀστέρων παριδεῖν τὴν σωτηρίαν." Τὸ τέταρτον ἐπιχείρημα τὸ λέγον, τίς ἡ ἀποκλήρωσις τὸν ἥλιον μόνον τρέφεσθαι ὑπὸ τῆς ἀτμίδος, μηκέτι δὲ τοὺς ἄλλους ἀστέρας.

“只关心太阳,而忽视其他星辰的存续,这也是荒谬的。” 这是第四个论据,它指出:只让太阳被水汽滋养而不再滋养其他星辰,这是何等的武断偏颇。

§2.2.16

"Τὸ δὲ αὐτὸ συμβαίνει καὶ τούτοις ἄλογον." Τὸ πέμπτον ἐπιχείρημα. τί γάρ φησιν; ὅτι ἄλογόν ἐστι τὸ ὑποθέσθαι εὐθὺς μετὰ τὸν κατακλυσμὸν πλήρους ὕδατος ὑπαρχούσης τῆς γῆς ὑπὸ τῆς τοῦ ἡλίου καὶ τῶν ἀστέρων θερμασίας ἐξατμίζεσθαι κατὰ μέρος καὶ φέρεσθαι ἀπὸ τῆς ἀτμίδος ἀστέρας· οὐ μόνον δέ, ἀλλὰ καὶ τὸν ἀέρα ἀπὸ ταύτης γίνεσθαι τοῦ ἀνενεχθέντος ὁμοίως πάλιν κατενεχθέντος διὰ τῶν ὑετῶν·3 ἐχρῆν γὰρ ἄνω μεμενηκέναι.

“而对于这些人也发生着同样的荒谬之事。” 这是第五个论据。因为他是怎么说的呢?假定在大洪水之后大地充满水时,水在太阳和诸星的热力下逐部分被蒸发,星辰从水汽中运生出来,这是荒谬的;不仅如此,当被带上去的水汽同样通过降雨再次被带下来时,假定气也是由此生成的,这同样荒谬;因为原本应当是留在上方的。

§2.2.17

"Τὸ μὲν οὖν πότιμον καὶ γλυκὺ διὰ κουφότητα πᾶν ἄγεται." Μετὰ τὰ πέντε ἐπιχειρήματα ἐπανακάμπτει πάλιν ἐπὶ τὸ ἐξ ἀρχῆς αὐτῷ προτεθέν, ὅτι ὁλότης ἐστὶν ἡ θάλασσα καὶ ἐπαναμιμνῄσκει τοῦ τέλους τοῦ πρώτου ἐπιχειρήματος, ἵνα ἐφεξῆς τὰ λείποντα δύο ἐπάξῃ· ἐλέγετο γὰρ ἐν τῷ τέλει τοῦ πρώτου ἐπιχειρήματος ἅμα τε ἡ λύσις τῆς ἀπορίας καὶ ἅμα ἡ αἰτία τῆς ἁλμυρότητος. τοῦτο οὖν νῦν ἐπαναμιμνῄσκει.

“因此,可饮用且甘甜的部分因其轻便全部被带上去。” 在五个论据之后,他再次回到最初向自己提出的论题,即海是总体,并且重提第一个论据的结末,以便接着引入其余两个论据;因为在第一个论据的结末处,难题的解决与海之咸的原因被同时述及。因此他现在重提此事。

§2.2.18

"Ὃν γὰρ ὁρῶμεν κατέχουσαν τόπον τὴν θάλασσαν, οὗτος οὐκ ἔστι θαλάττης, ἀλλὰ μᾶλλον ὕδατος." Τὸ τρίτον ἐπιχείρημα τῶν τεσσάρων τῶν περὶ θαλάσσης ἐπιχειρημάτων τὸ λέγον, ὅτι ὁ ὑποκείμενος τόπος τῇ θαλάττῃ παντὸς ὕδατός ἐστι δεκτικός· ὁλότης ἄρα ἡ θάλαττα. τί γάρ φησιν; οὗτος ὁ τόπος οὐ μόνον θαλάττης ἐστὶ δεκτικός, τουτέστιν ἁλμυροῦ ὕδατος, ἀλλ’ ἁπλῶς ὕδατος, τουτέστι παντοίου ὕδατος.

“因为我们看见海所占据的处所,并非海的处所,毋宁说是水的处所。” 这是关于海的四个论据中的第三个论据,该论据表明海所居的处所可容纳一切水;因此海是总体。因为他是怎么说的呢?这个处所不仅能容纳海,即咸水,而且能容纳单纯的水,即各种各样的水。

§2.2.19

"Φαίνεται δὲ θαλάσσης, ὅτι τὸ μὲν ἁλμυρὸν ὑπομένει διὰ τὸ βάρος." Ὡς τινος ἀπορήσαντος ‘καὶ πῶς, Ἀριστότελες, ἁλμυροῦ ὕδατος φαίνεται περιεκτικὸς ὢν οὗτος ὁ τόπος;’ αὐτὸς τὴν λύσιν ἐπάγει, ὅτι διὰ τὸ ἀναρπάζεσθαι τὸ λεπτὸν ὑπὸ τοῦ ἡλίου ὑπομένει τὸ παχύ, ὥσπερ καὶ ἐπὶ τῆς γαστρὸς τῶν ζῴων. κἀκεῖσε γὰρ τοῦ ὁμοίου γινομένου † λέγεται ἡ γαστὴρ δεκτικὴ δεκτικοῦ, ἀλλὰ δεκτικὴ τῆς ἁπλῶς τροφῆς.

“它显见为属于海,是因为咸的部分因其沉重而留存下来。” 正如有人提出疑问说:“亚里士多德啊,这个处所怎么显得是容纳咸水的呢?”他自己引入了解答,说明由于细微的部分被太阳夺走,浓厚的部分留存下来,正如在动物的胃中一样。因为在那里发生着类似的情况,胃并不被称为[残渣]的受纳体,而是被称为单纯食物的受纳体。

§2.2.20

"Ἔστε γὰρ τὸ κοιλότατον ἡ ῥύσις,4 καὶ ἡ θάλαττα τὸν τοιοῦτον ἐπέχει τῆς γῆς τόπον." Τὸ δ’ ἐπιχείρημα τὸ λέγον, ὅτι ἐν τῷ κοιλοτάτῳ τῆς γῆς ἐστιν ἡ θάλασσα· διὸ αὕτη ὑπάρχει ὁλότης, ἐπειδὴ τὸ πάντων χαρακτηριστικὸν τοῦ ὕδατος, τουτέστι τὸ διώκειν τὸν κοιλότατον τῆς γῆς τόπον, ἐπέχει. καὶ ὅτι κοιλοτάτη ἐστὶν ἡ θάλαττα, δῆλον, ἐπειδὴ πᾶσα ῥύσις ποταμοῦ εἰς αὐτὴν ἐπείγεται.

“因为流向旨在最洼之处,而海正占据着大地的这种处所。” 这是第四个论据,该论据表明海位于大地的最洼之处;因此海作为总体而存在,因为它占据着一切水所特有的特征,即追求大地最洼处的特征。海是最洼之处也是显而易见的,因为江河的一切流动都奔向海中。

语法注4 条
  1. 2.2.11Ἀγανακτοῦντος φωνή.

    缺少主语和限定动词的省略句。针对引文中的假设性比喻结构(ὥσπερ 搭配分词),注解者指明其语气:“[这是]愤慨者的发声”。

  2. 2.2.13οὐ μόνον καθ’ ἡμέραν γίνεται, ἀλλὰ καὶ καθ’ ἑκάστην ὥραν τρέφεσθαι.

    破格结构(句式不一致):前半句为直陈式 γίνεται,后半句转为不定式 τρέφεσθαι。在 ἀλλὰ καί 之后隐含了表示必然性或必须的无人称表达(如 ἀνάγκη ἔσται 或 δεήσει),用以支配不定式。

  3. 2.2.16τοῦ ἀνενεχθέντος ὁμοίως πάλιν κατενεχθέντος διὰ τῶν ὑετῶν

    由不带显式名词的中性单数分词构成的独立属格结构,具有让步或对比含义:“尽管被抽引上去的成分同样通过雨水再次降下”,以此指出水汽滋养星辰或生成空气之假说的荒谬性。

  4. 2.2.20Ἔστε γὰρ τὸ κοιλότατον ἡ ῥύσις

    对亚里士多德原文本(写本中常作 ἔστ' ἐπὶ τὸ κοιλότατον)的异读或变体引用。奥林匹奥多罗将 ἔστε 理解为表示限度或方向(“直至/朝向”),以 ἡ ῥύσις 为主语,指向 τὸ κοιλότατον。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:139.5-141.4