← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§141.6-142.25

海水不增的原因与对塔耳塔罗斯说的反驳

奥林匹奥多鲁斯承接亚里士多德关于江河注入而海水不增(因表面广阔、蒸发与吸纳)的解释,阐释了反驳柏拉图在《斐多篇》中主张塔耳塔罗斯为水之总体的第一个论据,即水在越过中心后将荒谬地反乎自然向上运动。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.3.1#1

" Τὸ δὲ ζητεῖν τὴν ἀρχαίαν ἀπορίαν, διὰ τί τοσοῦτον πλῆθος οὐδαμοῦ φαίνεται." Ἐπειδὴ κατασκευάζει ὁ φιλόσοφος, ὅτι ἡ θάλαττα ὁλότης ἐστὶ τοῦ παντὸς ὕδατος, ἐχρήσατο ἑνὶ ἐπιχειρήματι τῷ λέγοντι, ὅτι οἱ ποταμοὶ ἅπαντες εἰσβάλλουσιν ἐν τῇ θαλάττῃ ὡς ὁλότητος ἐφιέμενοι ἢ ὡς τῆς ἐν αὐτῇ κοιλότητος. νῦν αὐτὸ τοῦτο ζητεῖ, τί δήποτε πολλοῦ καὶ μεγίστου ποταμοῦ ἐμβάλλοντος ἐν τῇ θαλάττῃ ὅμως αὕτη κατ’ οὐδένα τρόπον φαίνεται αὐξανομένη παρὰ τὸ πρότερον. καὶ ταύτην τὴν ἀπορίαν λύει τοιούτῳ λόγῳ κεχρημένος· ἐπειδὴ γάρ, φησί, τὸ τῆς θαλάττης ὕδωρ κατὰ τὸ τῆς γῆς πλάτος φαίνεται ἐκτεταμένον, ὥσπερ ἄν τις κύαθον ὕδατος ἐπὶ τραπέζης ἐξαπλώσῃ,1 τούτου χάριν ἐξηπλωμένου τοῦ ὕδατος αὐτῆς ἐπὶ μέγιστον τῆς γῆς τόπον συμβαίνει τὸ πολὺ αὐτοῦ μέρος ἀπόλλυσθαι, πῇ μὲν ἐξατμιζόμενον ὑπὸ τῆς τοῦ ἡλίου περιφορᾶς, πῇ δ’ ὑπὸ τῆς ὑποκειμένης γῆς ἀναπινόμενον. ἐπειδὴ οὖν πολὺ ἐστιν ἐξ αὐτῆς ἀπολλύμενον ὕδωρ, εἰκότως οὐ φαίνεται αὐξανομένη, εἰ καὶ πάντες εἰσβάλλοιεν οἱ ποταμοί. οὕτω περὶ τῆς ὁλότητος τῆς θαλάττης διαλεχθεὶς ὁ φιλόσοφος, ἐπεὶ μὴ συνῳδὰ αὐτῷ φθέγγεται ὁ Πλάτων — βούλεται γὰρ αὐτὸς ἐν τῷ Φαίδωνι μὴ τὴν θάλατταν εἶναι ὁλότητα τοῦ παντὸς ὕδατος, ἀλλὰ ποταμόν τινα καὶ τοῦτον ὑπὸ γῆν ὄντα, φημὶ δὴ τὸν Τάρταρον. ἔλεγε γὰρ περὶ τὸ τῆς γῆς κέντρον εἱλεῖσθαι τοῦτον τὸν ποταμόν, ἀπ’ αὐτοῦ δ’ ἑτέρους τρεῖς προϊέναι, λέγω δὴ Ἀχέροντα, Κωκυτόν, Πυριφλεγέθοντα· ἐκ δὲ τούτων πάντας προϊέναι τοὺς ποταμοὺς καὶ τὴν θάλατταν. τοῦτον δ’ αὐτὸν τὸν Τάρταρον ἀνάστατον ὄντα καὶ ὄχλου μεστὸν κυμαίνεσθαι περὶ τὸ κέντρον καὶ ποτὲ μὲν ἐάσαντα τὸ κέντρον γίνεσθαι περὶ τὸ διάμετρον, ποτὲ δὲ περὶ τὸ ἕτερον διάμετρον, καὶ οὕτως ἄλλοτε ἀλλαχόθεν φερόμενον ταράχου εἶναι μεστόν. καὶ τούτων οὕτως ἐχόντων ἔλεγεν ὁλότητα αὐτὸν εἶναι τοῦ παντὸς ὕδατος· πάντας γὰρ τοὺς ποταμοὺς καὶ τὴν θάλασσαν εἰς αὐτὸν ἔλεγε χωρεῖν ὡς αὐτῶν ἐφιεμένων τῆς οἰκείας αὐτῶν ὁλότητος. ταύτην τὴν ὑπόθεσιν ἀναιρεῖ Ἀριστοτέλης διὰ τεττάρων ἐπιχειρημάτων, ὧν τὸ πρῶτον τοῦτον ἔχει τὸν τρόπον· οὐ καλῶς, ὦ Πλάτων, τὸν Τάρταρον λέγεις τοῦ παντὸς ὕδατος εἶναι ὁλότητα· δυσὶ γὰρ ἀτόποις ὑποπίπτεις οὕτως ὑποτιθέμενος· πρῶτον μέν, ὅτι εὑρεθήσεται ἡ τοῦ ὕδατος ὁλότης ὑπὸ γῆν οὖσα περὶ τὸ τοῦ παντὸς κέντρον, ὅπερ ἄτοπον· ἔπειτα δὲ εὑρεθήσεται τὸ ὕδωρ μηκέτι τὴν κάτω φορὰν κινούμενον κατὰ φύσιν, ἀλλὰ τὴν ἄνω ἐφιέμενον τῆς οἰκείας ὁλότητος, ὅπερ ἐστὶν ἀδύνατον. πᾶσι γὰρ τοῦτο γνωστόν, ὅτι ἡ μὲν ἐπὶ τὸ κάταντες φορὰ κατὰ φύσιν ἐστὶ τῷ ὕδατι, ἡ δ’ ἐπὶ τὸ ἄναντες παρὰ φύσιν· ἐπειδὴ οὖν τῆς οἰκείας ὁλότητος ἐφιέμενον τὸ ὕδωρ, τουτέστι τοῦ Ταρτάρου, ὡς σὺ φῄς, μέχρι μὲν τοῦ κέντρου τὴν κάτω 〈φορὰν κατὰ〉 φύσιν κινηθήσεται, ὑπερβὰν δὲ τὸ κέντρον καὶ ὡς ἐπὶ τὴν ὁλότητα χωροῦν τὴν ἄνω φορὰν κινηθήσεται παρὰ φύσιν, ὅπερ ἄτοπον (ἄτοπον γὰρ τὸ πρὸς τὴν οἰκείαν ὁλότητα κινούμενον παρὰ φύσιν κινεῖσθαι· ὅτι δὲ ἐπὶ τὸ ἄνω κινεῖται τὸ ὕδωρ τὸ ἀπὸ τῆς ἐπιφανείας τῆς γῆς φερόμενον ἐπὶ τὸν Τάρταρον 〈εἰ〉 ὑπερβαίνει τὸ κέντρον, δῆλον, ἐπειδὴ πᾶσα μὲν ἡ ἐπὶ τὸ κέντρον κίνησις κατωφερὴς ὑπάρχει, ἡ δ’ ἀπὸ τοῦ κέντρου ἐπὶ τὸν κύκλον ἀνωφερής), ἐπειδὴ οὖν ὑπετίθετο2 ὁ Πλάτων περὶ τὸ κέντρον τῆς γῆς εἰλεῖσθαι τὸν Τάρταρον, μὴ † ψαύοντα δὲ τὴν τούτου κυρτὴν ἐπιφάνειαν τῆς κοίλης ἐπιφανείας3 τῆς γῆς ὡς ὕδωρ ἐν ἀγγείῳ, ἀλλ’ εἶναι μεταξὺ τῶν δύο ἐπιφανειῶν τόπον κενόν, εἰς ὃν κυμαίνων ὁ Τάρταρος ἄλλοτε ἄλλον καταλαμβάνοι τόπον, συμβαίνει ποτέ, [κυμαίνων ὁ Τάρταρος] ἐν τῷ ἑνὶ μέρει τοῦ κέντρου εἰ ἐγένετο, εἶτα τοῦ ὕδατος τοῦ κατὰ τὴν ἐπιφάνειαν τῆς γῆς πρὸς αὐτὸν ἐρχομένου, ἐπειδὴ πρῶτον διὰ τοῦ κέντρου παρερχόμενον ἐμίγνυτο τῷ Ταρτάρῳ, μέχρι μὲν τοῦ κέντρου τὴν κάτω φορὰν ἐκινεῖτο, μετὰ δὲ τὸ κέντρον ἐπειγόμενον παρ’ αὐτοῦ τὴν ὁλότητα ἀνάγκη τὴν ἄνω φορὰν κινηθῆναι, εἴπερ πᾶσαι αἱ ἀπὸ τοῦ κέντρου κινήσεις ἀνωφερεῖς εἰσι· καὶ συνέβαινε παρὰ φύσιν ἐπὶ τὴν οἰκείαν ὁλότητα κινεῖσθαι, ὅπερ ἄτοπον.

“探讨古老的难题,即何以如此大量的〔水〕却无处显现……” 当这位哲学家确证海是一切水的总体时,他曾使用过一个论据,该论据指出所有江河注入海中,仿佛渴求着一个总体,或者仿佛渴求着其中的洼陷。如今他正是探究这一点:究竟为何在如此之多且如此巨大的江河注入海中之时,它却绝未显出比先前有所增加。他运用如下的论证解答了这一难题:因为他说,既然海的水显见为顺着大地的广度延展伸开,正如有人将一杯水摊平在桌面上一样,由于它的水摊平在大地极其巨大的处所,它的绝大部分便随之损耗,一部分被太阳的运转所蒸发,另一部分被底下的泥土所吸纳。因此,既然从它那里损耗的水极多,即便所有江河都注入,它自然也不显出有所增加。这位哲学家如此论述了海的总体性之后,由于柏拉图所言与他不相协调――因为柏拉图自己在《斐多篇》中主张,一切水的总体并不是海,而是某条江河,并且这条江河处于地下,我指的正是塔耳塔罗斯。因为他说这条江河环绕着大地的中心盘旋,而从它那里生出另外三条江河,我指的正是阿刻戎河、科库托斯河与珀里佛勒格同河;从这些江河中产生出所有的江河与海。并且这个塔耳塔罗斯自身动荡不安且充满翻腾,在中心周围翻涌,时而离开中心来到某一径向周围,时而来到另一径向周围,如此忽而从此处忽而从彼处奔流,充满了扰动。在这些情况如此成立的条件下,他说塔耳塔罗斯是一切水的总体;因为他说所有的江河与海都流向它,仿佛渴求着它们固有的总体。亚里士多德通过四个论据驳斥了这一假说,其中第一个论据如下:“柏拉图啊,你说塔耳塔罗斯是一切水的总体是不对的;因为做出这样的假定,你便陷入了双重的荒谬:第一,水的总体将被发现处于地下且环绕着宇宙的中心,这是荒谬的;第二,水将被发现不再顺乎自然作向下的运动,而是因渴求固有的总体而作向上的运动,这是不可能的。”因为人人都知晓这一点:向着下坡的运动顺乎水的自然,而向着上坡的运动则反乎自然。因此,既然水因渴求其固有的总体(即如你所言的塔耳塔罗斯),在到达中心之前将顺乎自然作向下的[运动],然而一旦越过中心并如同趋向总体那样,便将反乎自然作向上的运动,这是荒谬的(因为趋向自身固有总体的运动反乎自然是荒谬的;而从大地的表面流向塔耳塔罗斯的水如果越过了中心就是向上运动,这是显而易见的,因为一切向着中心的运动都是向下运动,而离开中心向着圆周的运动则是向上运动)。因此,既然柏拉图假定塔耳塔罗斯环绕大地的中心盘旋,并非像器皿中的水那样以其凸面接触大地的凹面,而是在两个表面之间存在空虚的处所,塔耳塔罗斯翻涌着进入其中,时而占据这一处所,时而占据另一处所;于是有时便会发生这样的情况:如果塔耳塔罗斯在中心的一侧翻涌生成,随后大地表面的水流向它时,既然先穿过中心才与塔耳塔罗斯混合,在到达中心之前它作向下的运动,但在越过中心之后,当它从中心急迫地奔向总体时,若是所有离开中心的运动都是向上的运动,它就必然要作向上的运动;于是便发生了反乎自然地趋向自身固有总体的运动,这是荒谬的。

语法注3 条
  1. 2.3.1ὥσπερ ἄν τις κύαθον ὕδατος ἐπὶ τραπέζης ἐξαπλώσῃ

    在比喻从句中,小辞 ἄν 与不定过去时虚拟式 ἐξαπλώσῃ 连用(ὥσπερ ἄν...),表示一种假设性的比喻(“正如有人将一杯水摊平在桌面上一样”)。

  2. 2.3.1ἐπειδὴ οὖν... (ἄτοπον γὰρ ... ἀνωφερής), ἐπειδὴ οὖν ὑπετίθετο

    由于插入了较长的括注解释(ἄτοπον γὰρ ... ἀνωφερής),连词 ἐπειδὴ οὖν 发生了复取性重叠(resumptive repetition),以重新引出最终落实在 συμβαίνει... ἀνάγκη τὴν ἄνω φορὰν κινηθῆναι 上的主干逻辑。

  3. 2.3.1μὴ † ψαύοντα δὲ τὴν τούτου κυρτὴν ἐπιφάνειαν τῆς κοίλης ἐπιφανείας

    此处于校勘本中带有剑号(crux)。阳性单数宾格分词 ψαύοντα 在语法上可能承接间接引语的不定式结构或存在抄传讹误;它支配属格 τῆς κοίλης ἐπιφανείας 作为其接触的对象,义为“它的凸面并不接触大地的凹面”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:141.6-142.25