- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:137.13-139.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多鲁斯注解了论证海是全部水之总体的论述(第一与第二论据)、关于海为何是咸的难题及其解答,并探讨了亚里士多德对太阳靠湿气滋养这一学说的驳斥。
" Περὶ δὲ τῆς γενέσεως αὐτῆς, εἰ γέγονε, καὶ τοῦ χυμοῦ τίς ἡ αἰτία τῆς ἁλμυρότητος καὶ τῆς πικρότητος, λεκτέον." Νῦν ζητεῖ ταῦτα δεύτερον, εἰ γενητή ἐστιν ἢ ἀγένητος, καὶ τὴν αἰτίαν τῆς ἁλμυρότητος, ἵνα διὰ τοῦ δεῖξαι, ὅτι ἀγένητός ἐστιν, δείξῃ, ὅτι ἁπλῆ ἐστιν, καὶ διὰ τοῦ δεῖξαι, ὅτι ἁπλῆ ἐστιν ἡ θάλασσα, δείξῃ, ὅτι ὁλότης ἐστὶ τοῦ παντὸς ὕδατος.
“关于它的生成,它是已经生成还是未经生成,以及关于它的味道,其咸与苦的原因是什么,必须予以讨论。” 现在他继而探讨这些问题:它是生成的还是非生成的,以及其咸的原因;这是为了通过表明它是非生成的,从而表明它是单纯的;并通过表明海是单纯的,从而表明它是全部水的总体。
"Δόξειε γὰρ ἂν εὔλογον, εἰ καὶ τῶν ἄλλων στοιχείων ἐστὶν ὄγκος καὶ ἀρχὴ διὰ τὸ πλῆθος." Ἐντεῦθεν τὸ πρῶτον ἐπιχείρημα τὸ λέγον, ὅτι ὥσπερ τὰ ἄλλα στοιχεῖα ἔχουσιν ὁλότητας, εἰκὸς εἶναι καὶ τοῦ ὕδατος ὁλότητα, ἐπεί τοί γε ἀποκληρωτικὸς ἔσται ὁ λόγος·1
“因为,如果其他元素也由于其数量而具有体积和本原,这似乎是合乎情理的。” 从这里开始的是第一个论据,该论据表明,正如其他元素具有诸总体一样,水也很可能有其总体;否则,这一论述将是武断的。
"Τὸ γὰρ τῶν ποταμῶν οὔτ’ ἀθρόον ἔσται οὔτε στάσιμον, ἀλλ’ ὡς γινόμενον ἀεὶ φαίνεται καθ’ ἡμέραν." Ὡς τινος ἀπορήσαντος2 ‘καὶ τί ἄτοπον, Ἀριστότελες, εἶναι τοῦ ὕδατος ὁλότητα τοὺς ποταμούς;’ αὐτὸς ἐπελύσατο λέγων, ὅτι οὐ δυνατόν, ἐπεὶ καὶ ῥυτοί εἰσι καὶ διῃρημένοι. ἔνθεν κέρδανον, ὅτι βούλεται ὁ φιλόσοφος πάσας τὰς θαλάσσας συνεχεῖς εἶναι καὶ οὐ διῃρημένας.
“因为江河之水既非汇聚一处,亦非静止不动,而是显见为每日不断生成。” 正如有人提出疑问说:“亚里士多德啊,江河作为水的总体,又有什么荒谬之处呢?”他自己通过说明这是不可能的予以解决,因为江河既是流动的,又是彼此分割的。由此应当明白,这位哲学家意指所有的海都是连续的,而不是分割的。
"Διὸ καὶ τοὺς ποταμοὺς οὐ μόνον εἰς ταύτην, ἀλλὰ καὶ ἐκ ταύτης φασί τινες ῥεῖν." Τὸ δεύτερον ἐπιχείρημα τὸ λέγον, ὅτι πάντες οἱ ποταμοὶ τῆς οἰκείας ὁλότητος ἐφιέμενοι εἰσρέουσιν ἐν τῇ θαλάσσῃ. ἴσως τῷ ποιητῇ κατακολουθῶν ὁ φιλόσοφος ἔφη, ὅτι οὐ μόνον εἰσρέουσιν εἰς αὐτὴν οἱ ποταμοί, ἀλλὰ καὶ ἀπ’ αὐτῆς ῥέουσιν, ἔννοιαν ἔχων τοῦ Ὠκεανοῦ. περὶ οὗ ὁ ποιητής· ‘ἐξ οὗ πάντες οἱ ποταμοὶ καὶ πᾶσαι πηγαὶ ἀεὶ ῥέουσι’.
“因此有人甚至说,江河不仅流入其中,而且也从其中流出。” 这是第二个论据,它表明一切江河追求自身的总体而流入海中。哲学家或许遵循了诗人的说法而说江河不仅流入海中,而且也从海中流出,这是想到了俄刻阿诺斯;关于它,诗人说:“一切江河与一切泉水皆常流出于彼”。
"Τί δήποτ’ οὖν οὐκ ἔστι τὸ συνεστὼς ὕδωρ πότιμον, εἴπερ ἄρα ἀρχὴ τοῦ παντός ἐστιν ὕδατος, ἀλλ’ ἁλμυρόν." Ἐπειδὴ κατεσκεύασεν διὰ τοῦ δευτέρου ἐπιχειρήματος, ὅτι ἡ θάλασσα ὁλότης ἐστὶ τοῦ παντὸς ὕδατος, ἀπορεῖ πρὸς ἑαυτὸν μήπω τὰ ἄλλα δύο ἐπιχειρήματα εἰρηκώς, ὅτι καὶ πῶς δυνατὸν τὴν ὁλότητα τοῦ ὕδατος ἁλμυρὰν εἶναι καὶ παρὰ φύσιν· εἶτα τὴν αἰτίαν τῆς ἁλμυρότητος ἐπάγων λύει τὴν ἀπορίαν. τί γάρ φησιν; ὅτι ὅσον μὲν καθ’ ἑαυτὴν ἡ θάλασσα πότιμός ἐστιν, ἀλλὰ διὰ τὸ περιτετάσθαι3 τὸ ὕδωρ αὐτῆς ἐπάνω τῆς γῆς εἰς πλάτος ἐξατμίζεται τὸ λεπτομερὲς καὶ πότιμον, μένει δὲ τὸ βαρὺ καὶ ἁλμυρόν· ὅθεν ἅμα τῇ λύσει τῆς ἀπορίας καὶ τὴν αἰτίαν λέγει τῆς ἁλμυρότητος τῆς θαλάσσης.
“那么,如果汇聚的水确实是全部水的本原,为何它不是可饮用的,反而是咸的呢?” 在他通过第二个论据确立了海是全部水的总体之后,在尚未陈述其余两个论据之前,他向自身提出了难题:水的总体怎么可能是咸的并且反乎自然呢?随后他通过引入咸的原因解决了这一难题。因为他是怎么说的呢?就海自身而言,它是可饮用的,但由于它的水在地面上广为铺展,细微且可饮用的成分被蒸发,而沉重且咸的成分留存下来;因此,在解决难题的同时,他也陈述了海之咸的原因。
"Τοῦτο γάρ ἐστι τὸ ἔσχατον, εἴτε ὡς πολλοὶ λέγουσιν εἴτε ὡς ἡμεῖς." Τοῦτο, φησί, τὸ ὕδωρ τὸ περιτεταμένον περὶ τὴν γῆν ἔσχατόν ἐστι τοῦ τε ἀέρος καὶ τοῦ πυρός, εἴτε συνεχές ἐστιν, ὥσπερ ἡμεῖς λέγομεν, ἢ διῃρημένον, ὡς οἱ τὰς γεωγραφίας ποιοῦντες λέγουσι.
“因为无论如众人所说还是如我们所说,这乃是极限。” 他说,这铺展在地面周围的水,是气和火两者的极限;无论它是如我们所说的那样是连续的,还是如撰写地理志的人所说的那样是分割的。
"Φερομένου δὲ τοῦ ἡλίου τοῦτον τὸν τρόπον." Ποῖον; ποτὲ μὲν βορειοτέρου, ποτὲ δὲ νοτιωτέρου γινομένου.
“而随着太阳以这种方式运行。” 以何种方式?通过时而偏北、时而偏南的方式。
"Διὸ καὶ γελοῖοι πάντες, ὅσοι τῶν πρότερον ὑπέλαβον ἥλιον τρέφεσθαι τῷ ὑγρῷ." Ἐάσας τέως τὰ λοιπὰ δύο ἐπιχειρήματα κατασκευάζοντα ὁλότητα εἶναι τὴν θάλασσαν4 ἵσταται πρὸς τὴν φυσικὴν δόξαν τὴν λέγουσαν ἐκ τῆς ἀτμίδος τρέφεσθαι τὸν ἥλιον.
“因此,前人中凡认为太阳由湿气滋养的人,全都是可笑的。” 他暂时搁置证明海是总体的其余两个论据,起而反对那主张太阳从水汽中获得滋养的自然学说。
"Καὶ γὰρ τὸ φανερὸν πῦρ, ἕως ἂν ἔχῃ τροφήν, μέχρι τούτου ζῇ." Διακωμῳδεῖ αὐτῶν τὴν ὑπόθεσιν, ἐπειδὴ ἔλεγον πῦρ ὄντα τὸν ἥλιον πάντως δεῖσθαι τροφῆς καθ’ ἑκάστην ὥραν· καίτοι οὔτε τὸ πῦρ τρέφεται.
“因为显见的火也是只要有养料,就存续至彼时。” 他嘲笑了他们的假说,因为他们说太阳既然是火,就必定在每一时刻都需要养料;尽管甚至连火也并不被滋养。
- 2.2.3ἐπεί τοί γε ἀποκληρωτικὸς ἔσται ὁ λόγος
连词 ἐπεί 引导一个假设性的推论(“否则”),τοι 与 γε 加强其逻辑必然性。将来时 ἔσται 表示一种不合理的逻辑后果(“论述就将成为任意武断的”)。
- 2.2.4Ὡς τινος ἀπορήσαντος
质词 ὡς 与属格独立结构(τινος ἀπορήσαντος)连用,表示假想的情境(“正如有人提出了难题那样”)。紧随其后的直接引语 ‘καὶ τί ἄτοπον...’ 充当该假想难题的具体内容。
- 2.2.6ὅτι ὅσον μὲν καθ’ ἑαυτὴν ἡ θάλασσα πότιμός ἐστιν, ἀλλὰ διὰ τὸ περιτετάσθαι
在 ὅτι 引导的间接陈述句中,带有限制性短语 ὅσον καθ' ἑαυτήν(“就其自身而言”)的 μέν 从句,并未接通常预期的 δέ,而是由表强烈转折的 ἀλλά 引出后续从句(“但由于……”),从而将对比的重心置于蒸发作用。
- 2.2.9κατασκευάζοντα ὁλότητα εἶναι τὴν θάλασσαν
现在分词中性复数宾格 κατασκευάζοντα 修饰前项的名词 τὰ λοιπὰ δύο ἐπιχειρήματα,并带有宾格加不定式结构(ὁλότητα εἶναι τὴν θάλασσαν,“海是总体”)作为其宾语补足成分。
