- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:135.31-137.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多鲁斯注解了亚里士多德驳斥太阳及天体由海洋水汽滋养这一古老学说的五个论证,并补充了自己提出的三个论证,以证明天体不可能从水汽中摄取养分。
ἀλλὰ τοῦτο ἀναιρεῖ διὰ πέντε ἐπιχειρημάτων, ὧν τὸ πρῶτον τοῦτον ἔχει τὸν τρόπον· οὐ δυνατὸν τρέφεσθαι τὸν ἥλιον ἐκ τῆς ἀτμίδος, εἴ γε ἡ ἀτμὶς οὐχ ὑπερβαίνει τὰς ἀκρωρείας τῶν ὀρῶν, ἀλλ’ ἐκεῖσε εἰς ὕδωρ μεταβαλλομένη διὰ τὴν ἐκεῖσε ψύξιν πάλιν ἀντικαταρρεῖ. ὁ δὲ ἥλιος δέδεικται τῆς σελήνης εἰκοσαπλάσιον ἔχειν διάστημα ἀπὸ τοῦ κέντρου. εἰ δὲ λέγοι τις, ὅτι πῦρ ὑπάρχων ὁ ἥλιος ἀνάγκη αὐτὸν τρέφεσθαι ἐπὶ τῷ διαμένειν ὡς καὶ τὸ πῦρ (τοῦτο γὰρ τῆς ὕλης ἐπιλειπούσης σβέννυται), ἐροῦμεν, ὅτι πρῶτον μὲν οὐκ ἔστι πῦρ ὁ ἥλιος (ἐδείχθη γὰρ μὴ ὢν θερμός, ἀλλὰ θερμοποιός), ἔπειτα δὲ εἰ καὶ πῦρ αὐτὸν ὑποθώμεθα, οὐδ’ οὕτως τρέφεται, ἐπεὶ μήτε τὸ πῦρ τρέφεται † ἀστέρα. ὅτι γὰρ οὐ τρέφεται πῦρ, δῆλον, ἐπειδὴ πᾶν τὸ τρεφόμενον ὅρον ἔχει αὐξήσεως * * * ἀλλὰ συνεπεκτείνεται τῇ ὕλῃ καὶ ἡ αὔξησις· οὐκ ἄρα τρέφεται. ἔπειτα δὲ τὸ τρεφόμενον διὰ θρεπτικοῦ ὀργάνου τρέφεται· οὐκ ἔστι δὲ τῷ πυρὶ θρεπτικὰ ὄργανα· ᾧ δῆλον, ὅτι οὐ τρέφεται ὁ ἥλιος ὑπὸ τῆς ἀτμίδος. ὑπερβησόμεθα δὲ τὴν Ἡρακλείτου παραδοξολογίαν. οὐκέτι γὰρ ‘νέος ἐφ’ ἡμέρῃ’1 γενήσεται ὁ ἥλιος διὰ τὸν Ἡράκλειτον, ἀλλὰ νέος καθ’ ἕκαστον νῦν. ἔλεγε γὰρ ὁ Ἡράκλειτος, ὅτι πῦρ ὑπάρχων ὁ ἥλιος, ὅταν μὲν ἐν ταῖς ἀνατολαῖς ὑπάρχῃ, ἀνάπτεται διὰ τὴν ἐκεῖσε θερμότητα· ὅταν δὲ ἐν ταῖς δυσμαῖς ἔλθῃ, σβέννυται διὰ τὴν ἐκεῖσε ψύξιν. εἰ οὖν ἡμεῖς προσθήσομεν, ὅτι καὶ τρέφεται ὑπὸ τῆς ἀτμίδος, ποιήσομεν αὐτὸν καθ’ ἕκαστον νῦν τρέφεσθαι καὶ διὰ τοῦτο καθ’ ἕκαστον νῦν γίνεσθαι· τὸ γὰρ τρεφόμενον καὶ γίνεται. οὐκοὖν καθ’ ἕκαστον νῦν ἐστι νέος, καὶ οὐ καθ’ ἑκάστην ἡμέραν μόνον. καὶ τοῦτο καὶ τὸ δεύτερον. τρίτον ἐπιχείρημα· οὐ δυνατὸν τρέφεσθαι τὸν ἥλιον ὑπὸ τῆς ἀτμίδος· ἰδοὺ γὰρ καὶ τὸ πῦρ ἐξατμίζει μὲν τὸ ὕδωρ τὸ ὂν ἐν τῷ λέβητι, οὐ τρέφεται δὲ ὑπ’ αὐτοῦ * * * διὰ τὸ ἀντιφράττειν αὐτῷ πολλὰς σφαίρας καὶ μὴ ἀνάγεσθαι ὡς 〈ἐπ’〉 αὐτὸν τὴν ἀτμίδα. τοῦτο τὸ τρίτον. τέταρτον ἐπιχείρημα· τίς ἡ ἀποκλήρωσις, ἵνα μόνος ὁ ἥλιος καὶ οἱ λοιποὶ πλάνητες ὑπὸ τῆς ἀτμίδος τρέφωνται2 (καὶ τούτου χάριν καὶ κατὰ πλάτος κινοῦνται τοῦ ζωδιακοῦ, ἔνθα εὐπορήσουσι πλείονος τροφῆς, τουτέστι πλείονος ἀναφερομένης ἀτμίδος), οἱ δ’ ἀπλανεῖς ἀστέρες μὴ τρέφωνται ἀπὸ τῆς ἀτμίδος; εἰ δὲ λέγει τις, ὅτι καὶ αὐτοὶ τρέφονται, ἐχρῆν καὶ αὐτοὺς κατὰ πλάτος κινεῖσθαι, ὅπερ οὐ γίνεται. οὐκ ἄρα οὗτοι οἱ πλάνητες διὰ τὸ τρέφεσθαι κινοῦνται κατὰ πλάτος· οὐ γὰρ τρέφονται ὅλως. πέμπτον καὶ τελευταῖον ἐπιχείρημα· εἰ ἐτρέφοντο οἱ ἀστέρες ἀπὸ τῆς ἀτμίδος, ἐχρῆν τὴν ἀναθυμίασιν τὴν ἀτμιδώδη μηκέτι καταφέρεσθαι, ἀλλ’ ἀναλίσκεσθαι ἄνω εἰς τὴν τῶν ἀστέρων τροφήν. ἀλλὰ μὴν ὁρῶμεν, ὅτι εἰς ὕδωρ μεταβληθεῖσα πάλιν καταφέρεται, εἰ καὶ μὴ ἐν τῷ προσεχεῖ ἐνιαυτῷ πᾶσα, ἀλλ’ οὖν ἐν τῷ ἐφεξῆς πάντως. τοὺς γὰρ ξηροτέρους ἐνιαυτοὺς διαδέχονται ἔπομβροι· οὐκ ἄρα ἐκ τῆς ἀτμίδος τρέφονται οἱ ἀστέρες. διὰ μὲν τούτων τῶν πέντε ἐπιχειρημάτων ἀποδείκνυσιν ὁ φιλόσοφος, ὅτι οὐ τρέφονται οἱ ἀστέρες ἀπὸ τῆς ἀτμίδος. φέρε δὲ καὶ ἡμεῖς ἔξωθεν προσευπορήσωμεν τρία ἐπιχειρήματα τὸ αὐτὸ τοῦτο κατασκευάζοντες. πρῶτον μέν, ὅτι πῶς δυνατὸν τρέφεσθαι τὸν ἥλιον ἀπὸ τῆς ἀτμίδος 〈ἑκατοντα〉εβδομηκονταπλασίονα ὄντα τῆς γῆς.3 εἰ γὰρ ἅπαν τὸ ὕδωρ καὶ πᾶσα ἡ γῆ εἰς ἀτμίδα μεταβληθείη, οὐκ ἀρκέσειε πρὸς τὴν τοῦ ἡλίου μόνον τροφήν, οὐ λέγω καὶ τῶν ἄλλων ἀστέρων. τοῦτο πρῶτον. δεύτερον ἐπιχείρημα· εἰ δὴ ὡσαύτως καὶ κατὰ τὰ αὐτὰ ἔχουσιν οἱ ἀστέρες, οὐ τρέφονται· εἰ γὰρ καὶ τρέφονται, καὶ γίνονται· εἰ καὶ γίνονται, καὶ φθείρονται· εἰ φθείρονται, οὐκ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσι. τρίτον ἐπιχείρημα· εἰ τρέφονται οἱ ἀστέρες, ἐχρῆν αὐτούς, ἔνθα πολλὴν εὐπορίαν τροφῆς ἕξουσιν, ἐκεῖσε γίνεσθαι· πολλὴ δ’ 〈εἰ〉 εὐπορία τροφῆς ἔξω τροπικοῦ, ἐχρῆν αὐτοὺς ἔξω τούτου γίνεσθαι, ὅπερ ἄτοπον· οὐ γὰρ ἐξέρχονταί ποτε τὸν ζῳδιακόν· οὐκ ἄρα τρέφονται οἱ ἀστέρες. ταῦτα παραδίδωσιν ἡ μετὰ χεῖρα λέξις.
然而[亚里士多德]通过五个论证驳斥了这一点,其中第一个是这样的:如果水汽确实无法越过山峰,而是在该处由于当地的冷却转变为水并再次向下倒流,那么太阳就不可能由水汽滋养。另一方面,太阳已经被证明距离中心拥有月亮二十倍的距离。如果有人说,既然太阳是火,它就必然为了存续而如火一样获得滋养(因为火在燃料耗尽时就会熄灭),我们就会说:首先,太阳并不是火(因为已被证明它不是热的,而是产生热的);其次,即使我们假定它是火,它这样也不会获得滋养,因为火也是不被滋养的。因为火不被滋养是显而易见的,既然凡被滋养者都有生长的界限,[但在火中]生长却随着燃料一同延展;因此它不被滋养。其次,被滋养者是通过营养器官获得滋养的;而火并没有营养器官;由此显而易见,太阳不被水汽滋养。而且我们将超过赫拉克利特的奇谈怪论。因为根据赫拉克利特的说法,太阳将不再是“日日更始”,而是在每一个“当下”都是新的。因为赫拉克利特曾说,太阳既然是火,当它处于东方时因当地的炎热而点燃,当它到达西方时因当地的寒冷而熄灭。因此,如果我们再加上它也被水汽滋养,我们就会使它在每一个“当下”都受到滋养,并因此在每一个“当下”都生成;因为被滋养者也会生成。因此它在每一个“当下”都是新的,而不仅是在每一天。这也是第二个[论证]。第三个论证:太阳不可能被水汽滋养;因为看啊,火虽然使锅中的水蒸发,却并不被它滋养;并且由于诸多天球阻挡了它,水汽并没有上升到它那里。这是第三个[论证]。第四个论证:有什么武断的理由,使得只有太阳和其余行星被水汽滋养(并因此沿着黄道带的纬度运动,在那里它们将拥有更充足的食物,即更多向上升腾的水汽),而恒星却不从水汽获得滋养?如果有人说恒星也获得滋养,它们也应当沿纬度运动,然而这并没有发生。因此这些行星并不是为了获得滋养而沿纬度运动;因为它们根本不被滋养。第五个也是最后一个论证:如果诸星辰从水汽中获得滋养,水汽状的蒸发物就应当不再向下运送,而应在上方为了星辰的滋养而被消耗殆尽。然而我们确实看到,它转变为水后再次向下运送,即使并非全部在紧接着的一年中,但无论如何在随后的一年中必定如此。因为多雨之年接续干旱之年;因此诸星辰不从水汽获得滋养。哲学家正是通过这五个论证证明了星辰不从水汽获得滋养。 且让我们自己也从外部补充三个论证来确立这同一结论。首先,太阳既然是大地的一百七十倍大,怎么可能从水汽中获得滋养呢?因为即使所有的水和所有的土都转变为水汽,也不足以仅作为太阳的食物,更不用说其他星辰了。这是第一个。第二个论证:如果诸星辰确实始终保持相同且处于同一状态,它们就不被滋养;因为如果它们被滋养,它们也生成;如果它们生成,它们也消灭;如果它们消灭,它们就不是始终处于同一状态并保持相同的。第三个论证:如果诸星辰被滋养,它们就应当出现在能够获得丰富食物的地方;但如果丰富的食物存在于回归线之外,它们就应当出现在回归线之外,而这是荒谬的;因为它们从未离开黄道带;因此诸星辰不被滋养。当下的文句传授的正是这些内容。
- 2.2.1νέος ἐφ’ ἡμέρῃ
引自赫拉克利特的残篇(DK 22 B6)。前置词 ἐπί 与单数与格 ἡμέρῃ(爱奥尼亚方言形式)结合,构成表示时间频率与更新的副词短语(“日日”或“逐日”)。
- 2.2.1τίς ἡ ἀποκλήρωσις, ἵνα μόνος ὁ ἥλιος καὶ οἱ λοιποὶ πλάνητες ὑπὸ τῆς ἀτμίδος τρέφωνται
紧随名词 ἀποκλήρωσις(任意指定、武断区分)之后的 ἵνα 从句并非目的从句,而是起同位语或说明性名词从句的作用,构成反问句“有何武断的理由,以至于……”。
- 2.2.1πῶς δυνατὸν τρέφεσθαι τὸν ἥλιον ἀπὸ τῆς ἀτμίδος 〈ἑκατοντα〉εβδομηκονταπλασίονα ὄντα τῆς γῆς
在由非人称表达 πῶς δυνατὸν [ἐστι] 支配的“宾格加不定式”结构中,分词 ὄντα 与逻辑主语 τὸν ἥλιον 依宾格一致。属格 τῆς γῆς 是从属于倍数形容词 ἑκατονταεβδομηκονταπλασίονα 的比较属格。
