← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§134.18-135.31

水的总体论证的完结与大海咸性的原因

在完成关于大海是水的总体的第三和第四个论证并化解了断言海水反常自然的两条外部难题之后,奥林匹奥多罗阐述了亚里士多德转向探究大海咸性原因的过程,部分接纳了古人关于蒸发作用的学说,但否定了太阳以水汽为滋养的观点,确立了烟状蒸发物的混入作为真实原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2.1#2

εἰ δὲ λέγοι τις, ὅτι καὶ πῶς οὐχ ὁρῶμεν ἐν αὐτῇ πότιμον ὕδωρ, ῥητέον, ὅτι ὅσον μὲν ἐπὶ τῇ θαλάττῃ1 πότιμον ἔχει ὕδωρ, ἀλλὰ διὰ τὴν καθ’ ἡμέραν γινομένην ἐξάτμισιν ὑπὸ τοῦ ἡλίου καὶ τῆς σελήνης καὶ τῶν ἀστέρων οὔ. ἐπειδὴ οὖν τὸ χρηστὸν ἐξατμίζεται, μένει τὸ ἁλμυρόν, μηδὲ νομιστέον, ὅτι περὶ τὴν θάλατταν οὐκ ἔστι τόπος δεκτικὸς καὶ ποτίμου ὕδατος, ἀλλὰ μόνον ἁλμυροῦ. 〈ὁ〉 γὰρ τοῦτο λέγων ἔοικε τῷ οἰομένῳ μηδὲ τὴν γαστέρα τῶν ζῴων δεκτικὴν εἶναι τροφῆς, ἀλλὰ μόνον περιττώματος, διὰ τὸ ἀνηρπάσθαι τὸ χρηστὸν ἐν τοῖς χιτῶσι. τοῦτο καὶ τὸ τρίτον. τέταρτον καὶ τελευταῖον ἐπιχείρημα· ὅτι γὰρ ὁλότης ἡ θάλασσα, δῆλον, ἐπειδὴ τὸ χαρακτηριστικὸν τοῦ ὕδατος ὡς ὕδατός ἐστι τὸ ἐν κοιλοτάτῳ τῆς γῆς τόπῳ ἐπείγεσθαι καὶ τοῦτον ἀεὶ καταλαμβάνειν· ἡ δὲ θάλασσα ἐν τῷ παντὶ κοιλοτάτῳ τῆς γῆς τόπῳ ἐστί. καὶ ὅτι οὕτως ἐστὶν ἡ θάλασσα, δῆλον, ἐπειδὴ πάντες οἱ ποταμοὶ εἰς αὐτὴν ἐπείγονται. τοῦτο καὶ τὸ τέταρτον. καὶ διὰ μὲν τούτων τῶν τεσσάρων ἐπιχειρημάτων κατασκευάζει Ἀριστοτέλης, ὅτι ὁλότης ἡ θάλασσα τοῦ ὕδατος. φέρε δὲ ἡμεῖς ἔξωθεν ἀπορήσωμεν πρὸς τὸν λόγον διαφόρως καὶ τῶν ἀποριῶν ἐπαγάγωμεν τὰς λύσεις. ἐπειδὴ γὰρ αἱ ὁλότητες κατὰ φύσιν εἰσίν, ἡ δὲ θάλασσα παρὰ φύσιν (ἁλμυρὰ γάρ), ἡ θάλασσα ἄρα οὐχ ὁλότης. ἢ ῥητέον, ὅτι οὐκ ἔστι παρὰ φύσιν ἡ θάλασσα ἁλμυρά. εἰ γὰρ τοῦτο ἦν παρὰ φύσιν, τὸ εἶναι αὐτὴν γλυκεῖαν κατὰ φύσιν ἂν ὑπῆρχεν. ἀλλὰ τὸ μὲν κατὰ φύσιν ὕδωρ τὸ ἄποιόν ἐστιν· οὐκ ἄρα τὸ γλυκὺ καὶ ἁλμυρὸν κατὰ φύσιν ἐστὶν ἐν τῷ ὕδατι. κατὰ φύσιν γάρ ἐστι τῷ ὕδατι τὸ ψυχρὸν καὶ ὑγρὸν εἶναι, ἅπερ ἁπτικαὶ ποιότητές εἰσιν, οὐ γευσταί. ἑτέρα ἀπορία· παρὰ φύσιν ἐστὶ τὸ θαλάσσιον ὕδωρ, ἐπειδὴ γὰρ παντὸς τοῦ ὕδατος ἐστὶ τὸ ψύχειν καὶ ὑγραίνειν, ἡ δὲ θάλαττα οὐ τοῦτο ποιεῖ· θερμαίνει γὰρ καὶ ξηραίνει· οὐκ ἄρα ὁλότης ἐστί. λέγομεν δὲ καὶ πρὸς τοῦτο, ὅτι οὐ δι’ ἑαυτὴν ἡ θάλασσα θερμαίνει καὶ ξηραίνει, ἀλλὰ καὶ διὰ τὴν συνεζευγμένην αὐτῇ καπνώδη ἀναθυμίασιν, ἐπεὶ ὅσον ἐφ’ ἑαυτῇ πότιμον ἔχει ὕδωρ, τὸ δὲ πότιμον ψύχει καὶ ὑγραίνει. καὶ ὅτι ὅσον ἐφ’ ἑαυτῇ πότιμον ἔχει ὕδωρ, δῆλον. εἰ γάρ τις ὀρύξει λάκκους περὶ τὸν αἰγιαλόν, εὑρήσει αὐτοὺς πληρωθέντας ποτίμου ὕδατος· ᾧ δῆλον, ὅτι2 ἐν τῷ διηθεῖσθαι τὸ ὕδωρ ἀπὸ τῆς θαλάσσης ἐν τοῖς λάκκοις ἀπέθετο τὴν συμμεμιγμένην αὐτῷ καπνώδη ἀναθυμίασιν, ἐπειδὴ οὐκ ἔστιν αὐτῷ κεκραμένη, ἀλλὰ μόνον παρακειμένη. καὶ ταῦτα μὲν καὶ ἡμεῖς ἔξωθεν. ὁ μέντοι φιλόσοφος ἀποδείξας ὁλότητα εἶναι τὴν θάλασσαν καὶ διὰ τοῦτο λεληθότως ἀσύνθετον (πρέπει γὰρ ταῖς ὁλότησι τὸ ἁπλοῦν διὰ τὸ ἀεὶ διαμένειν), τρέπεται καὶ ἐπὶ τὸ τρίτον πρόβλημα τὴν [τε] αἰτίαν ζητῶν τῆς ἁλμυρότητος τῆς θαλάσσης. καὶ ἀποδέχεται μὲν τῶν παλαιῶν φιλοσόφων τὴν αἰτιολογίαν τῆς ἁλμυρότητος οὐχ ὡς αἰτίαν ἁπλῶς ὑπάρχουσαν τῇ ἁλμυρότητι, ἀλλ’ ὡς συναιτίαν τῶν ὑπ’ αὐτῶν λεγομένων.3 ἔφασκον γὰρ ἐκεῖνοι, ὅτι ἁλμυρά ἐστιν ἡ θάλασσα διὰ τὸ καθ’ ἡμέραν ἐξατμίζειν ἀπ’ αὐτῆς τὸν ἥλιον τὸ λεπτομερὲς διὰ τὸ τραφῆναι αὐτόν, καταλιμπάνειν δὲ τὸ τρυγῶδες καὶ ἁλμυρόν. καὶ ὅτι μὲν αἴτιόν ἐστι καὶ τὸ ἐξατμίζεσθαι τῆς ἁλμυρότητος, ἀποδέχεται. πλὴν οὐ μόνον τοῦτό ἐστιν αἴτιον, ἀλλὰ καὶ ἡ καπνώδης ἀναθυμίασις· εἰ γὰρ μόνον τοῦτο ἦν, ὅτε πάλιν καταρρεῖ τὸ ἐξατμισθὲν γλυκὺ καὶ μίγνυται αὐτῇ, οὐκ ἂν ἁλμυρὰ ὑπῆρχεν. οὐκοῦν ῥητέον, ὅτι ἁλμυρά ἐστιν ἡ θάλασσα καὶ διὰ τὸ ἐξατμίζεσθαι ὑπὸ τοῦ ἡλίου τὸ λεπτομερὲς αὐτῆς καὶ διὰ τὸ συμμεμῖχθαι αὐτῇ τὴν καπνώδη ἀναθυμίασιν. ἀλλὰ τοῦτο μὲν αὐτῶν ἀποδέχεται τὸ λέγειν, ὅτι ἐξατμίζει ὁ ἥλιος τὸ λεπτομερές· ἐκεῖνο δὲ οὐκ ἀποδέχεται τὸ λέγειν αὐτούς, ὅτι ἐκ τῆς ἀτμίδος τρέφεται ὁ ἥλιος.

如果有人说:那么为何我们在其中看不到可饮用的水呢?应当说,就大海自身而言,它确实拥有可饮用的水,但由于太阳、月亮和诸星辰每日引起的蒸发,情况并非如此。因此,由于优良的部分被蒸发,咸的部分留存下来;也不应认为大海周围的位置不能接纳可饮用水,而只能接纳咸水。因为说这话的人,就像是认为动物的胃也不能接纳食物,而只能接纳排泄物一样,因为优良的部分已经在肠壁中被摄取了。这也是第三个[论证]。第四个也是最后一个论证:大海是一个总体是显而易见的,因为水作为水的特有属性在于奔向大地最凹陷的位置并始终占据该处;而大海正处于整个大地最凹陷的位置。大海正是如此也是显而易见的,因为所有的河流都奔向它。这也是第四个[论证]。亚里士多德正是通过这四个论证确立了大海是水的总体。 且让我们自己从外部对这一论述提出不同的难题,并提出对这些难题的解决。因为既然诸总体是顺应自然的,而大海是反常自然的(因为它是咸的),那么大海就不是总体。或者应当说,大海之咸并非反常自然。因为如果这是反常自然的,那么它是甜的[淡水]就应是顺应自然的。但顺应自然的水是无性质的;因此甜与咸在水中都不是顺应自然的。因为对于水而言,顺应自然的乃是冷与湿,而这些是触觉性质,而非味觉性质。另一个难题:海水是反常自然的,因为冷却和加湿属于所有的水,而大海却不这样做;因为它是致热和干燥的;因此它不是总体。对此我们也要说,大海并非由于自身而致热和干燥,而是由于与它相伴的烟状蒸发物才如此,因为就其自身而言它拥有可饮用的水,而可饮用水能冷却和加湿。就其自身而言它拥有可饮用的水,这一点是显而易见的。因为如果有人在海岸周围挖掘水坑,就会发现它们被可饮用的水所充满;由此显而易见的是,当水从大海过滤到水坑中时,它脱去了与之混杂在一起的烟状蒸发物,因为蒸发物并未与它融合,而只是并置在一起。这些则是我们自己从外部提出的论述。 然而,哲学家在证明了大海是一个总体并因此隐然是非复合的(因为单纯性适于诸总体,乃是由于其永远存续)之后,转向了第三个问题,探究大海咸性的原因。他接受古代哲学家们关于咸性的原因论,但并非视其为咸性的纯粹原因,而是视其为他们所说的诸项中的协同原因。因为他们曾说,大海之所以是咸的,是因为太阳为了获得滋养,每天从大海中蒸发微细的部分,而留下了渣滓般的和咸的部分。至于蒸发也是咸性的原因,他是接受的。然而这并非唯一的原因,烟状蒸发物也是原因;因为如果仅有这一原因,当被蒸发的甜水重新流下并与大海混合时,大海就不会是咸的了。因此应当说,大海是咸的,既是因为它自身微细的部分被太阳蒸发,也是因为烟状蒸发物与之混合。但他接受他们关于太阳蒸发微细部分的说法,却不接受他们关于太阳从水汽中获得滋养的说法。

语法注3 条
  1. 2.2.1ὅσον μὲν ἐπὶ τῇ θαλάττῃ

    使用中性宾格 ὅσον 的限制性习惯表达,意为“就大海自身而言”或“在涉及大海的限度内”。它限定了除太阳、月亮和星辰的外部热效应之外的大海固有本质。后文出现的 ὅσον ἐφ’ ἑαυτῇ 也具有完全相同的构词与句法。

  2. 2.2.1ᾧ δῆλον, ὅτι

    关系代词与格 ᾧ 以紧接的前述整个句子(在海岸边挖坑会充满淡水这一经验观察)为先行词,作手段或根据与格,意为“由此显而易见的是……”。其先行对象是整个事实而非单一名词短语。

  3. 2.2.1ἀποδέχεται μὲν τῶν παλαιῶν φιλοσόφων τὴν αἰτιολογίαν τῆς ἁλμυρότητος οὐχ ὡς αἰτίαν ἁπλῶς ὑπάρχουσαν τῇ ἁλμυρότητι, ἀλλ’ ὡς συναιτίαν τῶν ὑπ’ αὐτῶν λεγομένων

    动词 ἀποδέχομαι 同时带表人的属格 τῶν παλαιῶν φιλοσόφων 和表被接纳之事的宾格 τὴν αἰτιολογίαν。接续的 οὐχ ὡς ... ἀλλ’ ὡς 作限定性说明,指明该学说并非作为纯粹原因被接受,而仅仅是作为他们所论诸因素中的“协同原因”被认可。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:134.18-135.31