← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§133.6-134.18

论大海为所有水之总体的两项论证

在梳理亚里士多德关于大海的生成与咸性的诸问题后,注解者引入了大海是否为所有水的总体这一议题,并阐述了四个论证中的前两个:关于元素的总体性、连续性与静止性,以及关于部分对总体的趋向性与全接纳性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2.1#1

" Περὶ δὲ τῆς γενέσεως αὐτῆς, εἰ γέγονε, καὶ τοῦ χυμοῦ τίς ἡ αἰτία τῆς ἁλμυρότητος καὶ τῆς πικρότητος, λεκτέον." Τρία τινὰ προβλήματα περὶ θαλάττης δεδωκὼς ἡμῖν ὁ φιλόσοφος τῇ προτεραίᾳ, ἓν μὲν τὸ ζητῆσαι, εἴτε σύνθετός ἐστιν ἢ ἁπλῆ, ἕτερον δέ, εἰ γενητή ἐστιν ἢ ἀγένητος κατὰ τὴν ἁλυκότητα, καὶ τρίτον, τίς ἡ αἰτία τῆς ἁλυκότητος, νῦν καὶ ἕτερον πρόβλημα περὶ θαλάττης ἐκτίθεται, οὐχ ἕτερον τέταρτον ὂν παρὰ τὰ εἰρημένα. ζητεῖ γάρ, εἰ ὁλότης ἐστὶν ἡ θάλασσα τοῦ παντὸς ὕδατος, καὶ τοῦτο κατασκευάζει διὰ τεσσάρων ἐπιχειρημάτων· τοῦτο δὲ ὑπὸ τὸ ἓν τῶν εἰρημένων ἀνάγεται. εἰ γὰρ ὅλως ἀποδειχθῇ, ὅτι ὁλότης ἐστὶν ἡ θάλασσα, δῆλον, ὅτι καὶ ἁπλῆ ἐστι· πρέπει γὰρ ταῖς ὁλότησι τὸ ἁπλᾶς εἶναι. καὶ ὅτι ὁλότης ἐστὶν ἡ θάλασσα τοῦ παντὸς ὕδατος, κατασκευάζει διὰ τεσσάρων ἐπιχειρημάτων, ὧν τὸ πρῶτον τοῦτον ἔχει τὸν τρόπον· ἀποκληρωτικὸς ὁ λόγος, ὥστε τὰ μὲν ἄλλα στοιχεῖα ἔχειν ὁλότητας, εἰς ἃς ἐφιέμενα σπεύδουσι, μόνον δὲ τὸ ὕδωρ μὴ ἔχειν ὁλότητα.1 εἰ δὲ ἔχει ὁλότητα καὶ τὸ ὕδωρ, ζητητέον, τίς αὐτοῦ ἡ ὁλότης. ἆρα οἱ ποταμοί; οὐδαμῶς. πρέπει γὰρ τῇ ὁλότητι συνεχεῖ εἶναι· οἱ δὲ ποταμοὶ οὐ συνεχεῖς· οὐ γὰρ ἔχουσιν ὕδωρ ἀθρόον. οὐκ ἄρα ὁλότης εἰσὶν οἱ ποταμοί, ἀλλ’ ἡ θάλασσα ὡς συνεχὴς οὖσα καὶ ἀθρόον ἔχουσα ὕδωρ, μὴ κεχωρισμένον. καὶ ἐντεῦθεν κέρδανον δόγμα Ἀριστοτέλους, ὅτι βούλεται τὴν θάλασσαν συνεχῆ εἶναι καὶ οὐ διῃρημένην, ὡς φασιν οἱ γεωγράφοι. εἰ δὲ καὶ λέγει τις, ὅτι οὔτε αἱ θάλασσαι συνεχεῖς εἰσι (διῄρηνται γὰρ ἀπ’ ἀλλήλων), οὐκ ἄτοπον καὶ τοῦτο ὑποθέσθαι, ὥστε καὶ ἐν ἄλλοις τόποις μέρη εἶναι τῆς θαλάττης διὰ τὸ πάντα ἐν πᾶσιν εἶναι. ἰδοὺ γοῦν τῆς ὁλότητος τοῦ πυρὸς ἐν τῷ ὑπεκκαύματι οὔσης ὑπὸ γῆν πυρός εἰσι κρατῆρες διὰ τὸ πάντα ἐν πᾶσιν εἶναι. οὕτω μὲν οὖν κατασκευαστέον, ὅτι οὐχ οἱ ποταμοί εἰσιν ὁλότητες διὰ τὸ καταχεῖσθαι, ἀλλ’ ἡ θάλασσα. καὶ ἄλλως δὲ οὐ δυνατὸν τοὺς ποταμοὺς εἶναι ὁλότητα τοῦ ὕδατος, ἐπειδὴ ῥυτοί εἰσιν, ἡ δὲ θάλασσα στάσιμος· πρέπει δὲ τῇ ὁλότητι ἡ στάσις· ἡ θάλασσα ἄρα ὁλότης τοῦ παντὸς ὕδατος διὰ τὴν στάσιν, καὶ οὐχὶ οἱ ποταμοί. εἰ δὲ καὶ ῥυτὴν αὐτὴν ἔλεγεν Ἀριστοτέλης τῇ προτεραίᾳ, ἀλλ’ οὐχ οὕτως ἐστὶ ῥυτὴ ὥσπερ οἱ ποταμοί· ἐκεῖνοι μὲν γὰρ ἀλλαχοῦ ῥέουσι, τουτέστιν εἰς τὴν θάλασσαν, αὕτη δὲ οὐκ ἀλλαχοῦ, ἀλλ’ εἰς αὐτήν, εἰ μὴ ἄρα τις λέγει, ὅτι καὶ οἱ ποταμοὶ ἐκ τῆς μεγάλης θαλάττης εἰσί,2 τουτέστι τοῦ Ὠκεανοῦ κατὰ τὸν ποιητήν, ὅς φησιν· ‘ἐξ οὗ πάντες εἰσὶ ποταμοὶ πᾶσαί δέ τε πηγαί.’ ἔστι γὰρ ὑποθέσθαι, ὅτι αἱ τοῦ ποταμοῦ πηγαὶ ἢ ἄντικρυς αὐτοὶ οἱ ποταμοὶ ἐκ τοῦ Ὠκεανοῦ συνίστανται καὶ ἐξ αὐτοῦ ῥέουσιν. ἀλλ’ ἀποτίθενται τὴν ἁλμυρότητα διὰ τῆς γῆς διηθούμενοι καὶ διὰ τοῦτο πότιμον ἔχουσιν ὕδωρ. ἡ δὲ θάλασσα στάσιμός ἐστι· πρέπει δὲ τῇ ὁλότητι ἡ στάσις τοῦ παντὸς ὕδατος. καὶ μή τις λεγέτω, ὅτι ἰδοὺ τὸ ὑπέκκαυμα τοῦ πυρὸς ὑπάρχον ὁλότης κινεῖται, ὥστε οὐκ ἔστιν ἐν τῇ ὁλότητι ἡ στάσις. λέγομεν γάρ, ὅτι εἰ καὶ κινεῖται τὸ ὑπέκκαυμα, τὴν κύκλῳ φορὰν κινεῖται· πρέπει γὰρ ταῖς ὁλότησιν ἡ ἀϊδιότης, ἀΐδιοι δὲ μένουσιν ἢ ἱστάμεναι ἢ κύκλῳ κινούμεναι. καὶ τοῦτο μὲν τὸ πρῶτον ἐπιχείρημα. δεύτερον ἐπιχείρημα· ὅτι γὰρ ἡ θάλασσα ὁλότης ἐστὶ τοῦ ὕδατος, δῆλον, ἐπειδὴ πᾶν ὕδωρ ποταμοῦ τῆς οἰκείας ὁλότητος ἐφιέμενον εἰς αὐτὴν σπεύδει (φιλοῦσι γὰρ τὰ μέρη ταῖς ὁλότησι συνάπτεσθαι· ἰδοὺ γοῦν ἡ βῶλος τῆς γῆς ἐφιεμένη, τουτέστι τῆς οἰκείας ὁλότητος, ἐπ’ αὐτὴν πάλιν ἀνακάμπτει)· ἐπειδὴ πάλιν ὁ ὑποκείμενος αὐτῇ τόπος δεκτικός ἐστι παντὸς ὕδατος ἁλμυροῦ τε καὶ ποτίμου, τοῦτο δὲ ὁλότητος ἴδιον τὸ πᾶν ὕδωρ ὑποδέχεσθαι.

“然而关于它的生成,它是否生成,以及关于其味道,咸与苦的原因是什么,必须予以阐述。” 哲学家[亚里士多德]前一天向我们提出了关于大海的三个问题:其一是探究它是复合的还是单纯的;其二是在咸性方面它是生成的还是未生成的;其三是咸性的原因是什么。现在他又阐述了关于大海的另一个问题,但这并非不同于前述问题的第四个问题。因为他在探究大海是否是所有水的一个总体,并通过四个论证来确立这一点;而这被归入前述问题之一。因为如果完全证明了大海是一个总体,显而易见它也是单纯的;因为成为单纯的适于诸总体。至于大海是所有水的总体,他通过四个论证来确立,其中第一个论证具有这样的方式:若说其他元素都拥有它们所向往并奔赴的总体,唯独水没有总体,这是一种任意武断的说辞。但如果水也拥有总体,就必须探究它的总体是什么。难道是河流吗?绝非如此。因为连续性适于总体;但河流并不连续;因为它们没有汇聚在一起的水。因此河流不是总体,而大海是总体,因为它是连续的,并拥有汇聚在一起而非分离开的水。由此请领会亚里士多德的学说:他主张大海是连续的,而非如地理学家们所说的那样是被分割开的。即便有人说诸海也并不连续(因为它们彼此分离),但设想这一点也并非不合理,即由于万物在万物之中,在其他地方也有大海的各部分。看啊,尽管火的总体处于易燃层中,但由于万物在万物之中,地下也有火的喷口。因此应当如此确立:由于倾泻流淌,河流不是总体,而大海是总体。从另一角度来看,河流也不可能是水的总体,因为它们是流动的,而大海是静止的;而静止适于总体;因此由于静止,大海才是所有水的总体,而非河流。即使亚里士多德在前一天也称它是流动的,但它并不像河流那样流动;因为河流流向他处,即流入大海,而大海并非流向他处,而是流向自身——除非有人如诗人所说的那样说河流也是来自大海,即大洋,诗人说:“一切河流与一切泉源皆源于此。”因为可以设想,河流的泉源,或者说河流本身,是由大洋构成的,并从大洋流出。但它们通过大地过滤而除去了咸性,并因此拥有适于饮用的水。而大海则是静止的;对于所有水的总体而言,静止是适宜的。切勿有人说:看啊,火的易燃层作为一个总体是在运动的,可见静止并不属于总体。因为我们要说,即使易燃层在运动,它是以圆周运动在行进;因为永恒性适于诸总体,而它们或者处于静止,或者作圆周运动,从而保持永恒。这就是第一个论证。第二个论证:大海是水的总体是显而易见的,因为河中的所有水向往着自身固有的总体而奔向大海(因为部分喜好与它们的总体相连结;看啊,土块向往着大地,也就是向往其固有的总体,又重新返回其上);又因为处于其下的位置能够容纳一切水,无论是咸水还是可饮用水,而接纳所有的水乃是总体的特有属性。

语法注2 条
  1. 2.2.1ἀποκληρωτικὸς ὁ λόγος, ὥστε τὰ μὲν ἄλλα στοιχεῖα ἔχειν ὁλότητας... μόνον δὲ τὸ ὕδωρ μὴ ἔχειν ὁλότητα

    表语形容词 ἀποκληρωτικός(任意武断的、偏颇的)省略系动词 ἐστί 置于句首,后接带不定式的 ὥστε 从句用以说明该武断说辞的具体内容(其他元素皆有总体,唯独水没有)。整体构成“若说……乃是一种任意武断的主张”之句式结构。

  2. 2.2.1εἰ μὴ ἄρα τις λέγει, ὅτι καὶ οἱ ποταμοὶ ἐκ τῆς μεγάλης θαλάττης εἰσί

    连词短语 εἰ μὴ ἄρα(“除非确实有人说”)在此引出对前述“大海流向自身而非流向他处”这一断言的限定与保留。它引入荷马式的“万水源于大洋”作为对立假说,随后以 ἔστι γὰρ ὑποθέσθαι(“因为可以设想”)展开说明该假说的具体内容并进行辨析。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:133.6-134.18