← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§131.9-133.4

依地势倾斜与泥沙堆积解释海流

亚里士多德否定了大海存在泉源的说法,指出地中海等海域的流动源于地势高低及河流泥沙的淤积而非泉源,并考证了大地北方地势高于南方的论点及其证据。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1.10

" Τούτων δὲ οὕτω διωρισμένων ἀδύνατον πηγὰς εἶναι τῆς θαλάττης." Ἐπειδή, φησίν, εἴρηται ἡ τῶν ὑδάτων διαίρεσις, σκοπήσωμεν, κατὰ ποίαν αὐτῶν διαφορὰν δύνανται εἶναι [αἱ] πηγαὶ τῆς θαλάττης· οὐ γάρ εἰσι.

“既然这些已被如此规定,大海也就不可能有泉源。” 他说,既然关于水的划分已被论及,就让我们来考察,大海的泉源能够依据它们的哪种差异而存在;因为它们实际上是不存在的。

§2.1.11

"Ῥέουσα δὲ ἡ θάλαττα φαίνεται κατά τε τὰς στενότητας." Ἐντεῦθεν δὲ συνηγορεῖ τῷ ἐναντίῳ, ὅτι πηγὰς ἔχει ἡ θάλασσα ῥυτὴ ὑπάρχουσα, εἴ γε τὸ ῥυτὸν ὕδωρ πάντως ἔχει πηγάς, ὅπερ ἐστὶ ψεῦδος.

“大海在狭窄处显出流动的样子。” 由此,他在假定流动之水必有泉源(尽管这是错误的)的前提下,为对立的论点进行辩护[并予以提出],即流动着的大海拥有泉源。

§2.1.12

"Διὰ τὸ ταλαντεύεσθαι δεῦρο κἀκεῖσε πολλάκις." Καλῶς τὴν παλίρροιαν ταλαντεύεσθαι ἐκάλεσε, τῷ δίκην ταλάντων εἰς τὰ ἐναντία περιάγεσθαι τὸ ὕδωρ.1 καὶ γὰρ τὸ τάλαντον ὅπου ἂν καταβαρήσῃ, ἐκτρέπεται, ὡς συμβαίνειν καὶ εἰς τὸ ἐναντίον ῥέπειν.

“由于常常如秤般来回摆动。” 他将潮汐的倒流称作“如秤般摆动”,十分恰当,这是因为水如秤盘般被带向相反的方向。因为秤盘无论在何处受压变重,都会倾斜,以致同样发生向相反方向倾斜的情况。

§2.1.13

"Τοῦτο δὲ ἐν μὲν πολλῷ πλήθει θαλάττης ἄδηλον." Τοῦτο ποῖον; τουτέστι τὸ ῥεῖν. ἐν γὰρ τῷ μέσῳ πελάγει οὐ φαίνεται ῥυτὸν ὑπάρχον τὸ ὕδωρ τῆς θαλάττης διὰ τὸ λανθάνειν τὸ ὅμοιον (ὁμοία γὰρ ἡ κίνησις)· περὶ δὲ γῆν φανερόν ἐστιν· ἐλέγχεται γὰρ τὸ κινούμενον παρὰ τὸ μένον.

“但这在浩瀚的大海中并不明显。” 这是指何物?也就是指流动。因为在远海中央,海水处于流动状态并不显露,这是由于匀常之物不易为人察觉(因为其运动是匀常的);但在陆地周围则是显明的,因为运动之物是在静止之物旁边得以显现的。

§2.1.14

"Ἡ δ’ ἐντὸς Ἡρακλείων στηλῶν ἅπασα κατὰ τὴν τῆς γῆς κοιλότητα ῥεῖ καὶ κατὰ τὸ τῶν ποταμῶν πλῆθος." Ἐντεῦθεν ἐπιλαμβάνεται τῆς μείζονος προτάσεως τῆς λεγούσης, ὅτι πᾶν ῥυτὸν πηγὰς ἔχει· ψεῦδος γὰρ τοῦτο. ἡ μὲν γὰρ ἐκτὸς Ἡρακλείων στηλῶν, φησί, θάλαττα, τουτέστιν ὁ Ὠκεανός, στάσιμός ἐστιν, ἡ δ’ ἐντός, τουτέστιν ἡ Κασπία, ῥυτή ἐστι· ῥεῖ γὰρ ἀπὸ τοῦ ὑψηλοτέρου τῆς γῆς εἰς τὰ κοῖλα, τουτέστιν ἀπὸ τῶν ἀρκτῴων εἰς τὰ νότια. ἀλλὰ καὶ οἱ ποταμοὶ πάντες εἰς ταύτην ῥέουσιν ὡς εἰς κοιλότητα· ὅθεν εἰς αὐτὴν ῥέουσι, καὶ τὰς εἰσροὰς ἀπογαιοῦντες μᾶλλον ὑψηλότερον ἐργάζονται αὐτῆς τὸ πρὸς τὸ ἀρκτῷον μέρος, ὡς καὶ διὰ τοῦτο μᾶλλον ῥεῖν αὐτὴν ἐπὶ τὰ νότια. ἰδοὺ γὰρ πολλοὶ μὲν ποταμοὶ εἰσβάλλουσιν εἰς τὴν Μαιώτιδα λίμνην, ὅθεν καὶ ἀπεγαιώθη. αὕτη δὲ πάλιν εἰσβάλλει εἰς τὸν Εὔξεινον πόντον· οὗτος δὲ εἰς τὸν Αἰγαῖον εἰσρεῖ ὡς κοιλότερον ὄντα· καὶ πάλιν οὗτος εἰς τὸν Σικελόν, καὶ οὗτος εἰς τὸν Σαρδόνιον καὶ εἰς τὸν Τυρρηνικόν, οἵτινες κοιλότεροι πάντων εἰσίν. ὁρᾷς, ὅτι ῥυτή ἐστιν ἡ θάλασσα διὰ τὴν θέσιν, οὐχὶ διὰ τὰς πηγάς. ἀλλὰ ζητητέον, πῶς τὰ ἀρκτῷα αὐτῆς μέρη ὑψηλότερά εἰσι. διὰ τοὺς ἐκεῖθεν εἰσβάλλοντας ποταμούς, καίτοι ὁ Νεῖλος μέγας ποταμὸς ἀπὸ τῶν νοτίων εἰσρεῖ· ἢ καὶ ὁ Νεῖλος ἀπὸ τῶν ἀρκτῴων ῥεῖ, ἀπὸ γὰρ τῆς ἀντοικουμένης.

“赫拉克勒斯之柱内侧的所有海域,都是顺着大地的凹陷和河流的众多而流动的。” 由此,他抓住并反驳了声称凡流动之物皆有泉源的大前提;因为这是虚假的。他说,赫拉克勒斯之柱外侧的大海,即大洋,是停滞的,而内侧的大海,即里海[内海],则是流动的。因为它从大地较高之处流向低凹之处,即从北方流向南方。不仅如此,所有河流都流向这片作为凹陷的海;因此河流注入其中,并通过泥沙淤积其入海口,使得这片海偏北的部分变得更高,以至于大海由此更加向南方流动。看啊,许多河流注入迈奥蒂斯湖,该湖由此也被泥沙淤塞。而该湖又注入优克辛海;此海又注入更为低凹的爱琴海;爱琴海又注入西西里海,而西西里海又注入在所有海中最凹陷的萨丁尼亚海和第勒尼安海。由此可见,大海的流动是由于地势的布局,而不是由于泉源。然而必须探究,为什么其偏北的部分更高。这是由于从那里注入的河流;尽管大河尼罗河是从南方注入的;或者说尼罗河也是从北方流来的,即从对跖地流来的。

§2.1.15

"Τὰ δὲ ἔξω τῶν στηλῶν βραχέα μὲν διὰ τὸν πηλόν, ἄπνοα δέ [οὐκ] ἐστιν, ὡς ἐν κοίλῳ τῆς θαλάττης οὔσης." Περὶ τοῦ Ὠκεανοῦ νῦν λέγει, ὅτι οὐκ ἔστι βαθύς, ἀλλὰ πρὸς τῷ μὴ εἶναι ῥυτὸν αὐτοῦ τὸ ὕδωρ,2 ἀλλὰ στάσιμον, καὶ βράχη τινὰ ἔχει διὰ τὸ τὸν πηλόν, τουτέστι τὴν γῆν, ἐν βάθει εἶναι τοῦ ὕδατος. ὅθεν καὶ ἄπλους ἐστὶ διὰ τὰ βράχη. ἀλλὰ μὴ τοῦτο νομίσῃς, ὅτι διὰ τὸ ὑψηλὸν εἶναι ἐν ἑαυτῷ τὸ ὕδωρ ἤδη καὶ ὑψηλοτέρα ἐστὶν ἡ ἐν αὐτῷ γῆ τῆς οὔσης ἐν ταῖς παρ’ ἡμῖν θαλάσσαις (πάντων γὰρ κοιλοτάτη ἐστὶν ἡ γῆ τοῦ Ὠκεανοῦ), ἀλλὰ διὰ τὸ ἄπειρα εἶναι τὰ πλάτη αὐτοῦ οὐκ ἔστιν οὕτω βαθὺς ὡς αἱ παρ’ ἡμῖν θάλατται. καὶ ὅτι κοιλότερός ἐστιν ὁ Ὠκεανὸς τῆς παρ’ ἡμῖν θαλάττης, δῆλον, ἐπειδὴ ἡ Ἐρυθρὰ θάλασσα εἰς αὐτὸν εἰσρεῖ ὡς εἰς κοιλότερον.

“柱外的部分由于泥沙而多浅滩,且由于大海处于凹陷中而无风。” 现在他谈论大洋,说它并不深;不仅它的水不是流动的而是停滞的,而且由于泥沙,即泥土,在水深处,因而具有某些浅滩。由此它也因浅滩而无法航行。但切勿以为,由于水本身位置较高,大洋中的陆地就比我们身边的海中的陆地更高(因为大洋的陆地是万物中最凹陷的);而是由于它的宽度漫无边际,它并不像我们身边的海那样深。而且大洋比我们身边的海更凹陷是显而易见的,因为红海因〔大洋〕更低凹而注入其中。

§2.1.16

"Περὶ δὲ τοῦ τὰ πρὸς ἄρκτον εἶναι τῆς γῆς ὑψηλά." Ἐπειδὴ ἔλεγεν ἀπὸ τῶν ἀρκτῴων μερῶν ῥεῖν τὴν καθ’ ἡμᾶς θάλατταν ἐπὶ τὰ νότια, νῦν πιστοῦται ἡμᾶς ἔκ τινος ἱστορίας, ὅτι ὑψηλότερά εἰσι τὰ ἀρκτῷα τοῦ νοτίου. φασὶ γάρ τινες οὕτως ὑψηλὰ εἶναι τὰ ἀρκτῷα μέρη, ὡς μὴ γίνεσθαι ἐκεῖσε τὸν ἥλιον ὑπὸ γῆν, ἀλλὰ νύκτα γίνεσθαι οὐχ ὑπὸ γῆν γινομένου τοῦ ἡλίου, ἀλλὰ τῶν ὑψηλοτάτων ὀρέων σκιαζόντων αὐτοῦ τὸ φῶς. ψεῦδος δὲ τοῦτο. εἰ γὰρ ὁρᾶται κἀκεῖσε ἐκλείπουσα ἡ σελήνη μεσουρανοῦσα, ἔκλειψις δὲ σελήνης ἐν τῷ μεσουρανήματι οὐ γίνεται μὴ ἐν τῇ διαμέτρῳ γεγονότος τοῦ ἡλίου,3 δῆλον, ὅτι κἀκεῖσε ὑπὸ γῆν ὁ ἥλιος γινόμενος ποιεῖ τὴν νύκτα καὶ οὐκ ἐν τοῖς ὑψηλοτάτοις ὄρεσι.

“关于大地面向北方的部分处于高处。” 因为他曾说过我们身边的海是从北方流向南方,现在他通过某种记述使我们确信,北方地域比南方更高。因为有人说,北方地域是如此之高,以至于太阳在那里并不落入地底,夜晚的形成并不是因为太阳落入地底,而是因为极高的山峰遮蔽了太阳的光芒。但这完全是错误的。因为如果月亮在那里中天时也可见发生月食,而在中天时的月食若非太阳位于径向相对的位置就不会发生,那么显而易见,在那里也是由于太阳落入地底才产生了夜晚,而不是在极高的山峰中[产生夜晚]。

语法注3 条
  1. 2.1.12τῷ δίκην ταλάντων εἰς τὰ ἐναντία περιάγεσθαι τὸ ὕδωρ

    中性单数与格定冠词 τῷ 引出不定式短语 περιάγεσθαι τὸ ὕδωρ,构成表示原因或方式的与格结构(“由于水被带向……”)。δίκην 是名词宾格作状语,后接属格 ταλάντων,意为“如秤盘般”。

  2. 2.1.15πρὸς τῷ μὴ εἶναι ῥυτὸν αὐτοῦ τὸ ὕδωρ

    介词 πρός 支配带与格冠词的不定式 τῷ ... εἶναι,表示附加(“除了它的水不是流动的之外”)。否定词 μή 规律性地用于否定不定式。

  3. 2.1.16μὴ ἐν τῇ διαμέτρῳ γεγονότος τοῦ ἡλίου

    独立属格结构(γεγονότος τοῦ ἡλίου)前附否定词 μή,起条件从句的作用(“若非太阳位于径向相对的位置”)。由于带有假设/条件语气,此处使用 μή 而非 οὐ。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:131.9-133.4