← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§129.6-131.8

关于大海本性与生成的先贤学说分类

针对亚里士多德在《气象学》中梳理关于大海本性、咸味及生成的先贤学说(神学诗人的泉源说,以及自然哲学家关于蒸发、大地的汗液和过滤说),注疏者阐明了各项探究的分类及其学说差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1.2

" Περὶ δὲ τῆς θαλάσσης καὶ τίς ἡ φύσις αὐτῆς, καὶ διὰ τίνα αἰτίαν ἁλμυρὸν τοσοῦτόν ἐστιν ὕδατος πλῆθος, ἔτι δὲ περὶ τῆς ἐξ ἀρχῆς γενέσεως λέγωμεν." Τρία τινὰ ζητεῖ νῦν ὁ φιλόσοφος, πότερον ἁπλῆ ἢ σύνθετος, διὰ τίνα αἰτίαν ἁλμυρὸν αὐτῆς ὑπάρχει τὸ ὕδωρ, καὶ πότερον σύμφυτον ἔχει τὴν ἁλυκότητα αὐτῇ ἢ ἐπίκτητον, τουτέστιν ἀγενήτως τε καὶ ἀχρόνως αὐτῇ συνέστηκεν ἢ κατὰ χρόνον τινά, ἀλλ’ ὕστερον ἄλλη τις ἐγένετο. καὶ διὰ μὲν τοῦ εἰπεῖν τίς ἡ φύσις ἐσήμανε τὸ ‘ἁπλῆ ἐστιν ἢ σύνθετος’, διὰ δὲ τοῦ εἰπεῖν διὰ τίνα αἰτίαν ἁλμυρὸν τὸ δεύτερον ἐζήτησε, καὶ τὸ τρίτον ἐφεξῆς διὰ τοῦ τρίτου.

“关于大海,关于它的本性是什么,出于何种原因如此大量的水是咸的,此外关于它起初的生成,让我们来谈论吧。” 哲学家[亚里士多德]现在探究三件事:它是单纯的还是复合的;出于何种原因它的水呈现为咸的;以及它拥有这咸味是天生的还是后天获得的——也就是说,它是无生且无时间地与大海一同构成,还是在某个时间中[生成],但后来变成了别的东西。通过说“它的本性是什么”,他表示了“它是单纯的还是复合的”;通过说“出于何种原因它是咸的”,他探究了第二点;并通过第三个短语依序探究了第三点。

§2.1.3

"Οἱ μὲν οὖν ἀρχαῖοι καὶ διατρίβοντες περὶ τὰς θεολογίας ποιοῦσιν αὐτῆς πηγάς, ἵνα αὗται ὦσιν ἀρχαὶ καὶ ῥίζαι αὐτῆς." Ἐντεῦθεν τὴν δόξαν τῶν θεολογικῶν παρῳδεῖ περὶ θαλάττης καὶ γῆς· οὗτοι γὰρ μόνον θαλάττης πηγὰς ἁλμυρὰς ὑπετίθεντο, ἐξ ὧν ἀγένητός ἐστιν ἡ ταύτης ἁλμυρότης· ἀλλὰ καὶ γῆς ἔλεγον πηγὰς ὥσπερ τινὰς ῥίζας.

“古人,即那些从事神学说理的人,为它设立了泉源,以便这些成为它的本原和根基。” 由此,他转述了神学论者们关于大海和大地的观点;因为这些人不仅假定了大海的咸泉,由此大海的咸味是无生的,而且还谈论了大地的泉源,仿佛是某种根基一般。

§2.1.4

"Τραγικώτερον γὰρ οὕτω καὶ σεμνότερον ὑπέλαβον ἴσως εἶναι τὸ λεγόμενον ὡς μέγα τι τοῦ παντὸς τοῦτο τὸ μόριον." Καλῶς ἔφη τραγικώτερον. καὶ γὰρ Εὐριπίδης ἔφη τὸν ἥλιον διὰ τὴν γῆν γενέσθαι καὶ τὸν οὐρανὸν ὁμοίως, μέγα μέρος ὑποτιθέμενος τοῦ παντὸς εἶναι τὴν γῆν, ἐναντίως ἔχων τοῖς ἀστρονόμοις, οἵτινες σημείου λόγον ἐπέχειν λέγουσι τὴν γῆν πρὸς τὸν ὅλον οὐρανόν.1 ὡσαύτως δὲ καὶ ἄλλοι θεολόγοι, ὧν ἐστιν Ἡσίοδος, τοῦτό φασι· καὶ γὰρ τοῦτο τὸ μέγα μέρος ὑποτίθενται τὴν γῆν τοῦ παντὸς διὰ τὰ Σεληναῖα ὄρη, ἅτινα σχεδὸν λέγουσι ψαύειν τῆς σεληνιακῆς σφαίρας· ἔνθεν ὑπετίθεντο πηγὰς γῆς, αἵτινες ἀνωθοῦσιν αὐτὴν ἐπὶ τὰ ἄνω.

“因为他们或许设想,如此陈述更为悲剧化且更为庄严,仿佛这个部分是宇宙中某个伟大的部分一样。” 他称之为“更为悲剧化”,十分恰当。因为欧里庇得斯也曾说,太阳是因大地而生成的,天界亦是如此,他假定大地是宇宙的一个伟大组成部分,这与天文学家们截然相反,后者称大地相对于整个天界而言仅占有一个点的比例。同样,包括赫西俄德在内的其他神学家们也这样主张;因为由于月亮山脉,他们假定这片大地是宇宙的一个伟大组成部分,他们说这些山脉几乎触及了月球天球;由此他们假定了大地的泉源,这些泉源将大地推向高处。

§2.1.5

"Οἱ δὲ σοφώτεροι τὴν ἀνθρωπίνην σοφίαν ποιοῦσιν αὐτῆς γένεσιν." Ἔνθεν διαλέγεται περὶ τῶν φυσικῶν φιλοσόφων, οἵτινες γενητὴν ὑπετίθεντο τὴν θάλασσαν κατὰ τὴν ἁλυκότητα· καλῶς δὲ εἶπεν ἀνθρωπίνην σοφίαν, τουτέστιν ἀνθρωπίνην ἐπιστήμην, λέγω δὴ τὰ φυσικά.

“而在人类智慧方面更为睿智的人们,则设立了大海的生成。” 由此他论述了那些在咸味方面假定大海是生成的自然哲学家们;他称之为“人类智慧”,即人类科学——我指的当然是自然学——十分恰当。

§2.1.6

"Ὑπὸ δὲ τοῦ ἡλίου ξηραινόμενον τὸ μὲν διατμίσαν πνεύματα καὶ τροπὰς ἡλίου καὶ σελήνης φασὶ ποιεῖν, τὸ δὲ λειφθὲν θάλατταν." Τὴν πρώτην ὑπόθεσιν λέγει τῶν φυσικῶν. τί γάρ, φησίν, ἔφασκον οὗτοι; ἐπὶ τοῦ κατακλυσμοῦ ἅπασαν τὴν γῆν πεπληρῶσθαι τῶν ὑδάτων, εἶτα τοῦ ἡλίου ξηραίνοντός τινα μέρη καὶ ἐξατμίζοντος συνέβαινε τὸ μὲν γεῶδες καὶ παχὺ ὥσπερ τι περίττωμα μένον ἁλμυρὸν εἶναι καὶ ἄχρηστον, τὸ δὲ ἐξατμισθὲν τροφὴν γίνεσθαι τοῦ ἡλίου καὶ τῆς σελήνης καὶ τῶν ἄλλων ἀστέρων· ἔνθεν, φασί, τρεφόμενος ὁ ἥλιος τροπὰς ποιεῖ τῶν ὡρῶν· ἐπειδὴ γὰρ ἐν τῷ θέρει μᾶλλον ἐπὶ τὰ βόρεια οὖσα ἡ θάλασσα τροφὴν αὐτῷ παρέχεται τὸ ἐξ αὐτῆς ἐξατμιζόμενον, τούτου χάριν θέρους ὁ ἥλιος βορειότερος γίνεται κατακολουθῶν τῇ ὑπὸ τῆς θαλάσσης ἀναδιδομένῃ τροφῇ. χειμῶνος δὲ νότιος γίνεται, ἐπειδὴ ἔφθασε διὰ τοῦ θέρους ὅλον ἤδη τὸ χρηστὸν ἀνιμήσασθαι τῆς θαλάττης2 καὶ μηκέτι εὐπορῶν τροφῆς ἦλθεν εἰς τὰ νότια ὡς ἐκ δαψιλοῦς ὑπαρχούσης τῆς ἀτμίδος ἐκ τῶν γλυκέων ὑδάτων· καὶ οὕτω συνέβαινε θέρους γίνεσθαι καὶ χειμῶνος. ταῦτά φασί τινες τῶν φυσικῶν φιλοσόφων, ὅθεν οἴονται καὶ τὴν θάλασσάν ποτε ξηρανθήσεσθαι διὰ τὸ ἐπὶ πλεῖστον ἀνιμᾶσθαι ἐξ αὐτῆς τὸ ὑγρόν.

“他们说,当水被太阳晒干时,蒸发的部分产生了风以及太阳和月亮的至点(回归),而留下的部分则形成了大海。” 他陈述了自然哲学家们的第一种假说。因为这些人曾主张什么呢?大洪水时整个大地都被水充满,接着,当太阳晒干某些部分并使其蒸发时,结果便是,如残渣般的泥土质且黏稠的部分留存下来,成为咸的且无用的,而蒸发的部分则成为太阳、月亮和其他星辰的养料。他们说,太阳由此得到滋养,从而产生了季节的至点(回归):因为在夏季,由于大海位置更偏向北方,从海中蒸发之物为太阳提供养料,正因如此,太阳在夏季追随着大海释放出的养料而变得更为偏北;而在冬季,太阳则转向南方,因为在整个夏季中它已经把大海中所有有益的[淡水]部分汲取殆尽,不再富于养料,于是它便前往南方,仿佛那里来自淡水的水汽十分充裕;于是夏季和冬季便这样形成了。一些自然哲学家主张这些,他们由此也认为大海有朝一日会被晒干,因为水分最大程度地从大海中被汲取。

§2.1.7

"Ἔνιοι δέ φασι θερμαινομένης ὑπὸ τοῦ ἡλίου τῆς γῆς οἷον ἱδρῶτα γίνεσθαι." Ἡ δευτέρα ὑπόθεσις ἡ λέγουσα διὰ τὸ συμμίγνυσθαι αὐτῇ † γῆν ἁλμυράν· ἱδροῦν γὰρ ἔλεγον τὴν γῆν τῇ τοῦ ἡλίου θερμασίᾳ. ἀλλ’ ἄτοπος ἡ ὑπόθεσις· εἰ μὲν γὰρ ὑγρὰ οὖσα ἡ γῆ ἐθερμαίνετο ὑπὸ τοῦ ἡλίου θερμαινομένη * * * " Οἱ δὲ τῆς ἁλμυρότητος τὴν γῆν αἰτίαν εἶναί φασι, καθάπερ γὰρ διὰ τῆς τέφρας ἠθούμενον ὕδωρ." Ἡ τρίτη ὑπόθεσίς ἐστιν. ἀλλ’ ἐνταῦθα διελέγχονται οἱ νομίζοντες ταὐτὰ λέγειν αὐτοὺς τῷ Ἀριστοτέλει, ἐπειδὴ καὶ αὐτὸς τὴν ὑποκειμένην γῆν αἰτιᾶται. ἐντεῦθεν γὰρ πρόδηλος ἡ διαφορά· ἰδοὺ γὰρ σαφῶς λέγει γῆν αὐτοὺς λέγειν ἁλμυρὰν μίγνυσθαι τῇ θαλάσσῃ, οὐ καπνώδη ἀναθυμίασιν, ὡς αὐτὸς λέγει.

“还有一些人说,当大地被太阳加热时,便产生了如汗水般的东西。” 第二种假说是指那些声称因与咸的大地混合而产生咸味的说法;因为他们说大地因太阳的热量而出汗。但这种假说是荒谬的:因为如果大地是潮湿的,受热,被太阳加热…… “另一些人则说大地是咸味的原因,就像通过草木灰过滤的水一样。” 这是第三种假说。但在此,那些因为亚里士多德本人也归咎于底层的大地而认为他们与亚里士多德说法相同的人遭到了驳斥。因为两者的差异由此显而易见:看啊,亚里士多德明确指出,他们声称是咸土与大海混合,而不是如他自己所说的那样是烟状的升发物。

§2.1.9

"Ὅτι μὲν οὖν πηγὰς τῆς θαλάσσης ἀδύνατον εἶναι, διὰ τῶν ὑπαρχόντων ἤδη θεωρεῖν δεῖ." Ἐντεῦθεν ἀνατρέχει ἐπὶ τοὺς θεολόγους καὶ ἀνατρέπει αὐτῶν τὴν ὑπόθεσιν διὰ τῆς τῶν ὑδάτων διαιρέσεως· αὕτη δὲ εἴρηται ἐν τῇ θεωρίᾳ.

“因此,不可能存在大海的泉源,必须通过现有的实际情况来考察。” 由此,他回溯到神学家们那里,并通过水的划分推翻了他们的假说;而这种划分已在总论中论及。

语法注2 条
  1. 2.1.4σημείου λόγον ἐπέχειν λέγουσι τὴν γῆν πρὸς τὸν ὅλον οὐρανόν

    在依赖于 λέγουσι 的“宾格加不定式”结构中,τὴν γῆν 作不定式的主语宾格,ἐπέχειν 作不定式动词。σημείου λόγον(点的比例/地位)充当 ἐπέχειν 的宾格宾语,介词短语 πρὸς τὸν ὅλον οὐρανόν 表示比较/关联的对象。这是天文学和几何学中的固定习语,意为“相对于整个天球而言仅相当于一个数学点的比例”。

  2. 2.1.6ἐπειδὴ ἔφθασε διὰ τοῦ θέρους ὅλον ἤδη τὸ χρηστὸν ἀνιμήσασθαι τῆς θαλάττης

    动词 φθάνω 通常接分词,但此处接不定式 ἀνιμήσασθαι(汲取),表达“先于……”或“已经完成了……”的时间先后和完成意义。ὅλον τὸ χρηστόν(全部有用的[淡水]部分)是不定式的直接宾语,τῆς θαλάττης 则是作修饰用的部分属格(“海的……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:129.6-131.8