← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§11.28-13.18

蒸发物与风及地震等现象的成因

奥林匹奥多鲁解释了亚里士多德在《气象学》开篇(338b25–339a3)中预告的关于风、地震、雷击、火旋风和暴风的原因,依据大地的种类与部分,以及烟状蒸发物的分离方式(单独或伴随水汽、点燃或未点燃)对其进行了分类。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2.10

" Ἐξ ὧν περί τε πνευμάτων καὶ σεισμῶν θεωρήσαιμεν ἂν τὰς αἰτίας." Ἀπὸ μὲν τῶν μερῶν, περὶ πνευμάτων· ἀπὸ δὲ τῶν εἰδῶν, περὶ1 " Καὶ περὶ πάντων τῶν γινομένων κατὰ τὰς κινήσεις τὰς τούτων." Ποίας λέγει κινήσεις; ἐκ τοῦ τὰ συμπτώματα, ἃ πολλάκις αὐτοῖς συμβαίνει † οἷον συμβαίνουσί τινες κινήσεις τοῖς πνεύμασι. πάντων γὰρ τῶν πνευμάτων ἐξωθούντων τὰ νέφη μόνος ὁ καικίας ἐπὶ αὑτὸν πάντα ἐπισπᾶται. τοῦτο δὲ πάσχει διὰ τὸ προσπνεῖν ὑψηλοῖς ὄρεσι καὶ ἀντανακλᾶσθαι τὸ πνεῦμα. ἀμέλει γοῦν καὶ τοιαύτη τις παροιμία ἐξενήνεκται· “ἕλκει ἐφ’ ἑαυτὸν ὥσπερ ὁ καικίας τὰ νέφη”. ἀλλὰ μὴν καὶ περὶ τοὺς σεισμοὺς συμβαίνουσί τινες κινήσεις, τὸ μετ’ αὐτοὺς γίνεσθαι ἢ χάσματα τῆς γῆς ἢ πηγὰς ἀφανίζεσθαι2 ἢ πολλάκις καὶ ἐκφαίνεσθαι (εἰσὶ γὰρ σεισμοὶ πηγῶν ἐκφαντικοί, εἰσὶ δὲ καὶ ἀφανιστικοί), καὶ ὅτι, φησί, τούτων προηγεῖται μυκηθμὸς τῆς γῆς καὶ πολλὴ ἄπνοια τῆς ἀναθυμιάσεως μὴ ἀναδιδομένης ἐκ τῆς γῆς, ἀλλὰ οὔσης ἐκεῖ ὅπου καὶ ὁ σεισμός.

“据此,我们将考察关于风和地震的原因。” 从部分出发,考察关于风的事宜;而从种类出发,考察关于[地震的事宜]。 “以及关于依循它们[风与地震]的运动而生成的一切事物。” 他指的是何种运动?从经常伴随它们出现的附带征候来看,例如风会有某些运动发生。因为当所有其他的风都在驱散云层时,唯独东北风把一切都引向自己。而它遭受这种情况,是因为它吹向高山且风发生了反弹。确实,甚至有这样一句谚语被传诵:“如同东北风卷云一样,将事物引向自身”。更有甚者,围绕着地震也会发生某些运动,即在地震之后要么大地上产生裂隙,要么泉水消失,或者常常甚至涌现(因为有些地震使泉水显现,而有些则使其消失);并且他说,在这些之前先有大地的轰鸣以及巨大的无风死寂,这是由于蒸发物没有从大地中散发出来,而是留在地震所在之处。

§1.2.12

"Ἐν οἷς τὰ μὲν ἀποροῦμεν, τῶν δὲ ἐφαπτόμεθα τρόπον τινά." Τοῦτο Ἀριστοτέλης προστέθεικε διὰ τὸν γαλαξίαν· ἐν τούτοις γὰρ εἰ καὶ συνηγορεῖ, ὅτι πάθος τοῦ ἀέρος, ἀλλ’ οὖν ὅμως ἀπορεῖ περὶ αὐτοῦ. βλέπε δέ, τί μέτριον ἔθος, πῶς οὐδ’ ἐν οἷς ἀποδείκνυσιν ἀποφαίνεται, ἀλλὰ μετριάζων φησὶν ἐφαπτόμεθα.

“在这些事物中,有些我们感到困惑,而另一些我们则以某种方式有所把握。” 亚里士多德补充这一点是由于银河;因为在这些问题中,即使他申辩银河是空气的一种受动状态,但他对此仍然感到困惑。且看何等谦逊的品性:即便在那些他加以证明的事物上,他也不妄作断言,而是谦抑地说“有所把握”。

§1.2.13

"Ἔτι δὲ περὶ κεραυνῶν πτώσεως καὶ πρηστήρων καὶ τυφώνων." Ἵνα δὲ μὴ ὀνόματα μόνον ἀκούσωμεν, φέρε ἕκαστον τούτων σαφηνίσωμεν. ἰστέον τοίνυν, ὅτι ἡ καπνώδης ἀναθυμίασις ἡ ἐκ τοῦ νέφους ἐκπυρηνιζομένη καὶ θλιβομένη διὰ τὴν ψύξιν ἢ αὐτὴ καθ’ ἑαυτὴν ἐκκρίνεται ἢ μετὰ ἀτμίδος, καὶ καθ’ ἑκάτερον τούτων ἢ ἐκπυρωθεῖσα ἢ ἀνεκπύρωτος. εἰ μὲν οὖν ἐκκριθείη αὐτὴ καθ’ ἑαυτὴν ἐκπυρωθεῖσα, ποιεῖ τὸν κεραυνόν. οὗτος δὲ διττός ἐστιν. ἢ γὰρ οὐκ ἔστι καυστικὸς οὐδὲ μελαίνει, ὅν φησιν ὁ ποιητὴς ἀργῆτα κεραυνόν, ἢ καίει καὶ μελαίνει, ὃν καλεῖ ψολόεντα. οὐ πάνυ δέ ἐστι καυστικὸς ὁ κεραυνὸς διὰ τὸ λεπτομερὲς τῆς καπνώδους ἀναθυμιάσεως, ὅπερ οὐκ ἔχει τὸ ἀντίτυπον·3 διὰ τοῦτο γὰρ καὶ ἀργῆτα κεραυνὸν εἶπε διὰ τὸ ἀργῶς καίειν, ψολόεντα δὲ διὰ τὸ ψαύοντα μελαίνειν. εἰ δὲ ἐκκριθείη ἐκπυρωθεῖσα μετὰ ἀτμίδος, ποιεῖ τὸν πρηστῆρα, ὅστις καίει. πλὴν μὴ ἀπορήσῃς, διὰ τί ὁ κεραυνὸς ὡς ἔχων ξηροτέραν ὕλην μὴ μᾶλλον καίει· ῥητέον γάρ, ὅτι διὰ τὸ μὴ ἀντιβαίνειν. οὕτως καὶ σιδήρου πυρωθέντος ἐπ’ ἔλαττον καίει τὸ πῦρ· μᾶλλον γὰρ ἁπτόμεθα πυρὸς ἤπερ σιδήρου πυρωθέντος. οὕτω μὲν οὖν, εἰ ἐκπυρωθεῖσα ἐξενεχθῇ. εἰ δὲ ἀνεκπύρωτος, εἰ μὲν αὐτὴ καθ’ αὑτήν, ποιεῖ τὰ ἐκνέφια πνεύματα, ἅπερ ἑλικοειδῶς ἑλίττονται καὶ κινοῦνται διὰ τὸ λοξὴν ποιεῖσθαι τὴν ἐκ τῶν νεφῶν δίοδον· καὶ γὰρ αἱ τρίχες οὖλαι γίνονται, ἡνίκα τύχωσι λοξότητος πόρων. ταῦτα μὲν οὖν, εἰ αὐτὴ καθ’ αὑτὴν ἐκκριθείη. εἰ μέντοι μετὰ ἀτμίδος, ποιεῖ τοὺς καλουμένους τυφῶνας, οἵτινες πολλάκις καὶ αὔτανδρα πλοῖα ἀνήρπασαν ἢ πρόρριζα δένδρα, ἅπερ ἀπολύουσιν ἡμίκαυτα γενόμενα διὰ τὴν πολλὴν κίνησιν τῆς καύσεως γινομένης. τούτους δὲ τοὺς τυφῶνας καὶ σίφωνας καλοῦσι διὰ τὸ καὶ ὕδωρ πολλάκις ἀνασπάσαι, καλοῦσι δὲ αὐτὴν καὶ οὐρανίαν ἰδιωτικῷ ὀνόματι. τυφὼν δὲ καλεῖται διὰ τὸ οἷον τύπτειν διὰ τοῦ τάχους τοῦ πνεύματος· διὰ γὰρ τοῦτο καὶ ὁ ποιητής φησι καὶ τὰς ἀέλλας καὶ τὰς συστροφὰς τῶν πνευμάτων.

“此外还有关于雷击的落下、火旋风以及暴风。” 为了使我们不只是听闻名称,来吧,让我们阐明其中的每一项。应当知晓,由于冷却而从云层中被去核挤压出的烟状蒸发物,要么自身单独被分离出来,要么与水汽一同被分离出来;并且在这两种情况中的每一种之下,要么被点燃,要么未被点燃。因此,如果它在被点燃后自身单独被分离出来,就产生雷击。而雷击是双重的:要么它没有燃烧性也不熏黑——诗人称之为明灿的雷击;要么它燃烧并熏黑,诗人称之为煤烟状的雷击。雷击并不完全具有燃烧性,是由于烟状蒸发物的微粒性质,它不具有阻抗力;正是因此,[诗人]因其迟钝地燃烧而称之为“明灿的雷击”,因其接触而熏黑称之为“煤烟状的雷击”。另一方面,如果它在被点燃后与水汽一同被分离出来,就产生火旋风,这是具有燃烧性的。不过不要困惑于为什么雷击具有更干燥的质料却不烧得更烈;因为必须说明,这是由于它没有遇到阻抗力。同样,当铁被烧热时,火的燃烧力相对较弱;因为我们宁可接触火,也不愿接触烧热的铁。如果它被点燃后被喷射出来,情况便是如此。但如果它未被点燃:倘若是自身单独的,就产生破云风,它们因从云层中斜向开辟通路而呈螺旋状盘旋和运动;因为毛发也是在遇到孔隙倾斜时才变卷曲的。自身单独被分离出的情况便是如此。然而,倘若是与水汽一同的,就产生所谓的暴风,它们常常连同船员一起卷走船只,或将树木连根拔起;由于剧烈运动产生燃烧,它们将这些[船只与树木]半烧焦后抛下。人们也把这种暴风称为吸水管,因为它们常常把水也吸上来;人们还用民间俗名称它为‘天降之物’。它被称为暴风[typhōn],是由于因风的迅猛而仿佛猛击[typtein];正是因此,诗人也谈到了暴风与狂风的旋转。

语法注3 条
  1. 1.2.10ἀπὸ δὲ τῶν εἰδῶν, περὶ

    句末介词 περὶ 之后脱落了与题元相对应的名词 σεισμῶν(“关于地震”),或是句子未完便进入下一节。根据前面“从部分出发,考察关于风的事宜”这一对照,此处显然预设了从大地的“种类”推导出地震原因的对应关系。

  2. 1.2.11τὸ μετ’ αὐτοὺς γίνεσθαι ἢ χάσματα τῆς γῆς ἢ πηγὰς ἀφανίζεσθαι

    带冠词的不定式短语 τὸ ... γίνεσθαι ... ἢ ἀφανίζεσθαι 作为前面 κινήσεις τινές(“某些运动”)的同位语,说明了地震之后所发生的具体现象(大地裂隙、泉水消失或涌现)。

  3. 1.2.13οὐ πάνυ δέ ἐστι καυστικὸς ὁ κεραυνὸς διὰ τὸ λεπτομερὲς τῆς καπνώδους ἀναθυμιάσεως, ὅπερ οὐκ ἔχει τὸ ἀντίτυπον

    关系代词 ὅπερ 的先行词是前方的中性名词化形容词 τὸ λεπτομερές(“微粒性质”)。其句法结构体现了这样一种逻辑:由于烟状蒸发物的微粒极其细小,因而不会产生阻抗或反冲(τὸ ἀντίτυπον),能径直穿透而不滞留燃烧。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:11.28-13.18