← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§127.36-129.5

大海无泉源说与海流产生的原因

注解针对大海具有咸泉的观点进行了驳斥,指出大海与泉源的三种分类(流动之泉、自生停滞之泉、人工停滞之泉)中的任何一种都不相符。随后处理了因大海流动而主张其必有泉源的反论,指出海流源于地形高低与河流泥沙淤积而非泉源,并借助对比原理阐释了为何唯在海峡中才能察知水流。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1.1#3

ταῦτα οὖν λέγει νῦν χειρόκμητα ὁ φιλόσοφος, οὐ τὰ διὰ μηχανῆς ἀρυόμενα. ἐπειδὴ οὖν τριτταί εἰσιν αἱ πηγαὶ1 ἢ ῥυτὸν ἔχουσαι ὕδωρ ὡς ἐν τοῖς ὄρεσιν, ἢ στάσιμον ὡς ἐν τοῖς πεδίοις, καὶ αἱ στάσιμοι ἢ χειρόκμητοί εἰσιν ἢ αὐτόματοι, ἴδωμεν, εἰ κατὰ μίαν διαφορὰν τῶν πηγῶν τούτων εἰκός ἐστι γίνεσθαι τὴν θάλασσαν. ἀπὸ μὲν γὰρ τῶν ῥυτὸν ὕδωρ ἐχουσῶν πηγῶν οὐκ εἰσρέεται ἡ θάλασσα·2 οὐδαμοῦ γὰρ τῆς γῆς ὁρῶμεν ἀπὸ ὑψηλῶν πηγὰς ῥεούσας ἁλμυρὸν ἐχούσας ὕδωρ. ἀλλ’ ἆρα μὴ ἀπὸ τῶν χειροκμήτων εἰσρεῖται; οὐδὲ τοῦτο· οὐδὲ γὰρ ὑπὸ τέχνης ὑδροφαντικῆς θάλασσα γίνεται. ἀλλ’ ἆρα μὴ ἀπὸ τῶν αὐτομάτων; οὐδὲ τοῦτο· οὐδὲ γὰρ ἀπὸ τῶν μερῶν τὸ ὅλον γίνεται. οὐκ ἠδύνατο οὖν ἀπὸ τοιούτων πηγῶν μερικῶν γίνεσθαι ἡ θάλασσα ὁλότης οὖσα τοῦ παντὸς ὕδατος· λείπεται ἄρα μὴ ἔχειν πηγὰς ἁλυκὰς τὴν θάλασσαν, ὑφ’ ὧν εἰσρεῖται. οὕτως διελέγξας τὴν τοιαύτην ὑπόθεσιν ὁ φιλόσοφος τρέπεται ἐπὶ τὸ ἐναντίον καὶ συνηγορεῖ τοῖς ἐναντίοις. δοκεῖ γὰρ ἴσως, φησί, πηγὰς ἔχειν ἡ θάλασσα, ἐπειδὴ ῥυτή ἐστι. ῥυτὴ δὲ ὑπάρχει διὰ συλλογισμοῦ τοιούτου· ἡ θάλασσα ῥυτὸν ἔχει ὕδωρ· πᾶν ῥυτὸν ὕδωρ πηγὰς ἔχει· ἡ θάλασσα ἄρα πηγὰς ἔχει. ἀλλ’ ἐνταῦθα τὴν πρώτην πρότασιν3 οὐκ ἀποδεξόμεθα τὴν λέγουσαν, ὅτι πᾶν ῥυτὸν ἔχει πηγάς· οὐ γὰρ πάντως ἔχει πηγάς. τί γάρ, εἰ διὰ τὴν θέσιν τοῦ τόπου ἐστὶ ῥυτόν, ὡς ὅταν ἀπὸ ὑψηλοῦ τόπου ἐπὶ τὸν κοῖλον ῥεῖ; τάχα δὲ ἄμφω αἱ αἰτίαι εἰς ταὐτὸν συντρέχουσι· καὶ γὰρ οἱ μεγάλοι ποταμοὶ 〈εἰ〉 εἰσβάλλοιεν, ἠιόνα ποιοῦντες ἐν τοῖς στομίοις διὰ τὴν ἐξ αὐτῶν γινομένην πρόσχωσιν ἀναγκάζουσιν ὡς ἀπὸ ὑψηλοῦ τόπου φέρεσθαι τὸ ὕδωρ ἐπὶ τὸν κοῖλον καὶ οὕτω ῥυτὸν εἶναι καὶ μὴ στάσιμον. ἐπειδὴ οὖν οὕτω συμβαίνει τὴν θάλασσαν καὶ ὑπὸ μεγάλων εἰσρεῖσθαι ποταμῶν καὶ προσχώννυσθαι, δῆλον ὅτι καὶ ῥυτή ἐστι καὶ ῥεῖ καὶ οὐ παρὰ τοῦτο πηγὰς ἔχει. ἀλλ’ οὐ πανταχῇ ἐλέγχεται ῥυτὴ οὖσα, ἀλλὰ μόνον ἐν τοῖς πορθμοῖς, ὥσπερ ἐν τῷ κατὰ τὸν Βόσπορον πορθμῷ καὶ τῷ κατὰ Καλχηδόνα. ἐνταῦθα γὰρ φαίνεται ῥέουσα ἡ θάλασσα δίκην ποταμοῦ διὰ τὸ πλησίον εἶναι τὰ παρ’ ἑκάτερα τῆς θαλάσσης. ἐκείνων γὰρ ἱσταμένων ἐλέγχεται ῥέον τὸ ὕδωρ. ἰστέον γάρ, ὅτι κινούμενον παρὰ κινουμένου οὐκ ἐλέγχεται κατὰ τὴν κίνησιν,4 κινούμενον δὲ παρὰ μένον ἐλέγχεται. τοῦτο δὲ γίνεται, ἐπειδὴ καθόλου τὰ ὅμοια λανθάνει ἐν τοῖς ὁμοίοις, ἐλέγχεται δὲ τὰ ἀνόμοια ἐν τοῖς ἀνομοίοις. οὕτως οὖν ἐν μέλανι ξύλῳ λευκὰ γράμματα γράφομεν, ἐν δὲ λευκῷ μέλανα διὰ τὸ ἐλέγχεσθαι· εἰ γὰρ ὅμοια γράψομεν, οὐ διελέγχονται. οὕτω γὰρ καὶ νῦν· ἐπειδὴ παρ’ ἑκάτερα φαίνεται ἡ γῆ ἱσταμένη ἐν τοῖς πορθμοῖς, φαίνεται τὸ ὕδωρ κατάρρυτον ὑπάρχον. ἐν δὲ μέσῳ πελάγει οὐ φαίνεται ῥέον, ἐπεὶ ὁμοίως κινεῖται. ἀλλ’ εἰ καὶ λέγω, ὅτι ῥεῖ ἡ θάλασσα, ἐν τοῖς πορθμοῖς, ἀλλ’ οὐχ ὁμοίως· ἐν μὲν γὰρ τῷ Βοσπόρῳ μόνον τὴν κατ’ εὐθεῖαν ἀπὸ τοῦ ἑνὸς μέρους ἐπὶ τὸ ἕτερον, ἐν δὲ τῷ Καλχηδονίῳ πορθμῷ παλίρρυτον ὑπομένει τὸ ὕδωρ τῆς θαλάσσης· ῥεῖ γὰρ ἐκ τοῦ ἑνὸς μέρους καὶ πάλιν ἀναστρέφεται εἰς τὸ ἕτερον. τοῦτο δὲ γίνεται, ἐπειδὴ συμβαίνει τὸν ἄνεμον σφοδρότατον ὄντα πολλάκις, φησί, πνεῖν ἐκ τοῦ ἑνὸς μέρους τῆς θαλάσσης κατ’ ἐναντίωσιν τοῦ ῥεύματος καὶ ἀνασοβεῖν τὸ ὕδωρ ὡς ἐπὶ τὰ ὀπίσω, εἶτα αὐτοῦ μηκέτι ἰσχύοντος ἐπ’ ἄπειρον ἀποσοβεῖν τὸ ὕδωρ ἐνδίδωσι, καὶ λοιπὸν φέρεται τὴν οἰκείαν ῥύσιν, ὥσπερ καὶ πρώην. καὶ τούτου χάριν φαίνεται ὡς παλίρροιαν ἔχον τὸ ὕδωρ. ἐκεῖσε ταῦτα παραδίδωσιν ἡ μετὰ χεῖρα λέξις.

因此,哲学家[亚里士多德]现在所说的“人工的”,指的是这些,而不是通过机械汲取的水。因此,既然泉源有三种——要么如在山中那样具有流动之水,要么如在平原那样具有停滞之水,而停滞之水要么是人工的,要么是自生的——那么让我们来看看,大海是否可能依据这些泉源的某一种区分而产生。因为大海并非由具有流动之水的泉源注入;因为在大地上的任何地方,我们都未曾见过从高处流下的含有咸水的泉源。那么,难道是由人工的泉源注入的吗?也不是;因为大海绝非由探水术所产生。那么,难道是由自生的泉源注入的吗?这也不是;因为整体绝非由其部分产生。因此,大海作为全部水之整体,绝不可能从这种局部的泉源产生;于是所剩下的结论便是:大海并不具有向其注入水流的咸泉。 在如此驳斥了这一假说之后,哲学家[亚里士多德]转向了对立的立场,并为对立者们辩护。因为他说,大海或许之所以看起来具有泉源,是因为它是流动的。而它是流动的,是通过如下的三段论[得出的]:“大海具有流动之水;凡流动之水皆有泉源;因此大海有泉源。”但在此,我们不接受那条声称“凡流动之水皆有泉源”的第一前提;因为流动的并不必然都有泉源。试问,如果它是由于地形位置而流动,正如当它从高处流向低洼处那样,情况会如何呢?或许两种原因汇合成了同一结果:因为如果大河汇入,由于它们所产生的淤积而在河口形成沙洲,便迫使水仿佛从高处流向低洼处,从而呈现为流动的而非停滞的。因此,既然像这样发生了大海既被大河注入又被淤积的情况,显而易见,它既是流动的且在流动,却并非因此而具有泉源。 然而,大海是流动的这一事实并非处处都能被察知,而仅在海峡中被察知,正如在博斯普鲁斯海峡与卡尔西顿海峡那样。因为在那里,由于大海两侧的陆地临近,大海看起来如河流般流淌。事实上,正是因为两侧的陆地静止不动,水流才被察知为流动着的。因为必须知道,运动之物在运动之物身旁时,其运动不被察知;但在静止之物身旁时,运动之物便被察知。之所以如此,是因为通常同类之物隐藏于同类之中,而不同之物则在不同之物中被凸显。因此,为了使其被察知,我们在黑色的木板上写白字,在白色的木板上写黑字;因为如果我们以同类写在同类之上,它们便不会被分辨出来。现在的情况也是如此:既然在海峡中两侧的陆地显得静止不动,水流便显得向下流淌;但在大洋中央,它并不显得流淌,因为它同样处于运动之中。 然而,即使我说大海在海峡中流动,但也并非以同一种方式流动:因为在博斯普鲁斯海峡,海水仅经历从这一方到另一方的单向直线流动;而在卡尔西顿海峡,海水则经历逆流;因为它从这一方流去,又再度折回另一方。他说,之所以发生这种情况,是因为往往极其猛烈的风从大海的一方逆着水流吹来,将水向后驱赶;随后,当风不再有力气无限期地阻挡水流时,便会减弱,于是水流便如先前一样沿着其固有的流向奔流。正因如此,水流看起来仿佛具有潮汐涨落一般。眼下的经文在该处所传达的正是这些内容。

语法注4 条
  1. 2.1.1τριτταί εἰσιν αἱ πηγαὶ

    该句法结构将前一部分确立的分类(流动之泉、自生停滞之泉、人工停滞之泉)归纳为“三类泉源”。ἢ... ἤ(要么……要么)构成了嵌套结构:第一支为“具有流动之水”,第二支“停滞之水”进一步被划分为人工与自生,从而总共得出三类。

  2. 2.1.1οὐκ εἰσρέεται ἡ θάλασσα

    通常用作不及物动词的 εἰσρέω 在此采用被动结构(以 ἡ θάλασσα 为主语)。结合带有介词 ἀπό(从……)的来源属格,字面含义为“大海不被[水]流入”。

  3. 2.1.1τὴν πρώτην πρότασιν

    指代前述三段论中大前提(“凡流动之水皆有泉源”)的逻辑学术语用法。在古代逻辑学注解中,“第一前提”即指大前提。

  4. 2.1.1κινούμενον παρὰ κινουμένου οὐκ ἐλέγχεται κατὰ τὴν κίνησιν

    阐述通过对比进行感知的普遍命题。中被动态分词 κινούμενον(运动之物)作主语,介词短语 παρὰ κινουμένου(在运动之物身旁)表明比较基准;在随后的对比分句 κινούμενον δὲ παρὰ μένον ἐλέγχεται 中,μένον(静止之物,宾格)受 παρά 支配(由前句的属格转换为了宾格)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:127.36-129.5