← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§122.3-125.1

大地干涸化的事例与河流的有限性

奥林匹奥多罗通过埃及、利比亚、迈奥提斯湖和博斯普鲁斯海峡的地理演变,论证大地局部的变化是由湿润向干燥推移的。他进一步指出,在永恒的宇宙中,作直线运动的河流皆有其极限,即使看似经久不息的江河亦必将随时间消逝干涸。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.18.10

" Οἷον ἀενάους ποιεῖν τὰς ὑγρότητας τῶν ποταμῶν." Καλῶς τὸ οἷον. ὡς γὰρ μέλλει εἰπεῖν παρακατιών, καὶ αὐτὸς ὁ Νεῖλος οὐκ ἔστιν ἀέναος· φθαρήσεται γὰρ τῷ χρόνῳ.

“仿佛使河流的湿润经久不息。” “仿佛”一词用得甚好。因为正如他在下文所将说的那样,尼罗河本身亦非经久不息;因为它随着时间的推移必将毁灭。

§1.18.11

"Ἐπεὶ δὲ ἀνάγκη γενέσθαι τοῦ ὅλου τινὰ μεταβολήν, μὴ μέντοι γένεσιν καὶ φθοράν." Τὸ συμπέρασμα. ἐπειδὴ γίνεται τῆς γῆς μεταβολή, οὐ τοῦ παντὸς φθειρομένου (ἀΐδιον γάρ), ἀνάγκη οὐκ ἄλλως πως γίνεσθαι τὴν μεταβολήν, εἰ μὴ καθάπερ ἡμεῖς εἰρήκαμεν. καὶ ‘διαξήρους’ ἀντὶ τοῦ ‘καταξήρους’, προθέσει ἀντὶ προθέσεως ἐχρήσατο.1

“但是,既然宇宙整体必然发生某种变化,然而并非生成与毁灭。” 这是结论。既然是大地的变化在发生,而不是万物在毁灭(因为它是永恒的),那么变化必然只能按照我们所说的方式发生。此外,他用“彻底干枯”代替了“极端干枯”,乃是以一前缀替代了另一前缀。

§1.18.12

"Δηλοῖ δὲ τὸ γινόμενον." Ἐντεῦθεν δεύτερον ἐπιχείρημα τοῦ πιστώσασθαι ἐκ τῆς Αἰγύπτου καὶ ἐκ τῆς Ἀμμωνιακῆς Λιβύης καὶ ἐκ τῆς Μαιώτιδος λίμνης καὶ τοῦ Βοσπόρου, ὅτι ἀπὸ ὑγρότητος εἰς ξηρότητα γίνεται ἡ μεταβολή.

“而正在发生的情形表明了这一点。” 从这里开始是第二条论证,以埃及、阿蒙地方的利比亚、迈奥提斯湖以及博斯普鲁斯为据,确证变化是由湿润向干燥发生的。

§1.18.13

"Οὓς γάρ φαμεν ἀρχαιοτάτους εἶναι τῶν ἀνθρώπων Αἰγυπτίους." Ἀρχαιότατοί εἰσιν Αἰγύπτιοι, ἐπειδὴ οὔπω ὑπὸ κατακλυσμοῦ ἀπόλλυνται· ξηροτέρα γὰρ ἡ χώρα. ἀλλ’ οὐδὲ μὴν ὑπὸ πολλῆς ξηρότητος· ἔχουσι γὰρ τὸν Νεῖλον καθυγραίνοντα τὴν χώραν. ὅτι δὲ ἀρχαιότατοί εἰσι, δῆλον ἐκ τοῦ ἐν τοῖς πίναξιν αὐτῶν πολλὰς ἀναγεγράφθαι μυριάδας ἐτῶν.

“因为关于我们称之为人类中最古老的埃及人。” 埃及人之所以最古老,是因为他们尚未被洪水毁灭;因为他们的地域更为干燥。但也绝不被过度干燥〔毁灭〕;因为他们有滋润地域的尼罗河。他们是最古老的,这一点从他们的刻板上记录有数万年之久便昭然若明。

§1.18.14

"Κατά τε τὴν χώραν αὐτὴν ὁρῶντι δῆλόν ἐστι." Δι’ ἣν αἰτίαν; ἐπειδὴ κοίλη ἐστί, τοιοῦτοι δὲ πάντες οἱ ἀπογαιούμενοι τόποι ὑπάρχουσι.

“对于观察该地域本身的人来说,这也是显而易见的。” 出于何种原因?因为它是低洼之地,而所有淤积为陆地的地方皆是如此。

§1.18.15

"Διὸ καὶ τὰ περὶ τὴν Λιβύην τὴν Ἀμμωνιακήν." Ἐντεῦθεν ἐξ ἑτέρου πίστις.

“因此阿蒙地方的利比亚周围亦是如此。” 从这里开始是由另一事例得出的论据。

§1.18.16

"Ἀλλὰ μὴν καὶ τὰ περὶ τὴν Μαιῶτιν." Τρίτη πίστις ἐκ τῆς Μαιώτιδος λίμνης. αὕτη γὰρ πάλαι μὲν ἦν θάλαττα· ἠιόνος δὲ γενομένης λίμνη γέγονε μεγάλη, ὡς καὶ ἀπροσδιορίστως λέγεσθαι ‘λίμνην’. τῶν δὲ ποταμῶν ἐπιφερόντων ἰλὺν μικροτέρα γινομένη,2 ὡς μὴ δύνασθαι τὰ αὐτὰ ἐν αὐτῇ πλοῖα φέρεσθαι. καλῶς δὲ Ἀριστοτέλης ἀνωτέρω μὲν ‘λίμνην’ αὐτὴν ἐκάλεσε, νῦν δὲ ὡς σμικρυνθεῖσαν ‘Μαιῶτιν λίμνην’.

“不仅如此,迈奥提斯周围亦是如此。” 来自迈奥提斯湖的第三条论据。这片水域往昔本是海;但由于沙洲形成,遂变为大湖,以致人们不加限定地直接称其为“湖”。但由于河流运送淤泥,它逐渐变小,以至于昔日相同的船只已无法在其中航行。亚里士多德在上面适当地将其称为“湖”,而如今因其变小而称其为“迈奥提斯湖”。

§1.18.17

"Ἔτι δὲ Βόσπορος." Τετάρτη πίστις ἐκ τοῦ Βοσπόρου. Βόσπορον δὲ καλεῖ τὰ ‘Στενὰ’ νῦν ‘τοῦ Βυζαντίου’ καλούμενα.

“此外还有博斯普鲁斯。” 来自博斯普鲁斯的第四条论据。他所说的博斯普鲁斯,即如今被称为“拜占庭海峡”的水道。

§1.18.18

"Ἀνάγκη χρόνου προϊόντος ὥσπερ ποταμὸν γενέσθαι." Ἐπειδὴ στενὸς γέγονεν ὁ Βόσπορος, τοῦτο δὲ ἴδιον ποταμοῦ καὶ οὐ θαλάττης (ταύτης γὰρ τὸ πλατὺ οἰκεῖον), τούτου χάριν εἶπεν οἷον ποταμὸς μὲν διὰ τὴν στενότητα, οἷον δὲ διὰ τὸ μὴ εἶναι γλυκὺ ὕδωρ.3

“随着时间的推移,必然仿佛变成一条河流。” 因为博斯普鲁斯变得狭窄,而狭窄是河流特有的,并非大海特有的(因为广阔本属于大海),为此缘故,他因其狭窄而称其如同河流,但因其并非淡水而称其“仿佛”。

§1.18.19

"Φανερὸν τοίνυν, ἐπεὶ οὔτε ὁ χρόνος ὑπολείψει καὶ τὸ ὅλον ἀΐδιον, ὅτι οὐ Τάναϊς οὔτε ὁ Νεῖλος ἀεὶ ῥεῖ." Ὅπερ ἐλέγομεν, καὶ αὐτοὶ οἱ νομιζόμενοι ἀέναοι ποταμοὶ καὶ αὐτοὶ χρόνῳ ἐκλεῖψαι μέλλουσιν· φθαρήσονται γάρ, εἴ γε πᾶν ἐπ’ εὐθείας κινούμενον φθαρτόν. εἰπὲ δὲ καὶ ἄλλην αἰτίαν· εἰ ἐν τοῖς ὄρεσίν εἰσιν αἱ πηγαί, ταῦτα δὲ φθείρονται ὑπὸ σεισμῶν καὶ πρηστήρων, ἀνάγκη καὶ τὰς πηγὰς ἀπολέσθαι, τούτων δὲ ἀπολλυμένων καὶ τοὺς ποταμοὺς καταξηρανθῆναι.

“因此显而易见,既然时间不会穷尽,整体亦是永恒的,那么塔奈斯河与尼罗河都不是永久流淌的。” 正如我们此前所言,即便那些被认为经久不息的河流本身,亦注定随时间衰竭;因为倘若一切作直线运动之物皆是可灭的,它们亦必将毁灭。且说明另一原因:若水源处于山岳之中,而山岳因地震与烈风而毁坏,则水源亦必然消亡,而水源消亡时,河流亦必然干涸。

§1.18.20

"Τὸ γὰρ ἔργον ἔχει αὐτῶν πέρας." Ἡ αἰτία, διὰ τί φθαρήσονται· ἐπειδή, φησί, τὸ ἔργον αὐτῶν πέρας ἔχει (ἐπ’ εὐθείας γὰρ κινοῦνται), ὁ δὲ χρόνος οὐκ ἔχει πέρας· ἀΐδιον γὰρ τὸ πᾶν.

“因为它们的作用有其极限。” 这是它们必将毁灭的原因:他说,因为它们的作用有其极限(因为它们作直线运动),而时间则没有极限;因为宇宙万物是永恒的。

§1.18.21

"Ἀλλὰ μὴν εἴπερ καὶ οἱ ποταμοὶ γίνονται καὶ φθείρονται καὶ τὰ ἑξῆς." Ἐντεῦθεν λεληθότως βούλεται εἰσβαλεῖν καὶ εἰς τὸν περὶ θαλάττης λόγον ἀψοφητὶ τὰς βάσεις ποιούμενος· οὗτος γὰρ διδασκαλίας ἄριστος τρόπος, ἵνα τὸ πέρας τῶν φθασάντων ἀρχὴν τῶν μελλόντων ποιήσηται.

“然而,倘若河流亦既生成又毁灭,等等。” 从这里开始,他意图在不知不觉中悄然移步,进入关于大海的讨论;因为使先前之事的终点成为后继之事的开端,这是最佳的讲授方式。

§1.18.22

"Ὁμοίως δὲ καὶ διὰ τί οἱ μὲν ἀέναοι, οἱ δὲ οὒ τῶν ποταμῶν." Ὡς πρὸς αἴσθησιν, δῆλον, ἐπεὶ δέδεικται, ὅτι οὐδεὶς ποταμὸς ἀέναος, εἴ γε πάντες φθαρήσονται. ΟΛΥΜΠΙΟΔΩΡΟΥ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΜΕΤΕΩΡΟΛΟΓΙΚΩΝ

“同样,关于河流中何以有的经久不息而有的则不然。” 显然是对感觉而言的,因为既然所有的河流皆将毁灭,便已证明没有任何河流是经久不息的。奥林匹奥多罗对亚里士多德《气象学》的注解。

语法注3 条
  1. 1.18.11προθέσει ἀντὶ προθέσεως ἐχρήσατο

    此处针对亚里士多德在正文(352b17)中使用的复合词 διαξήρους 作出语法和词汇层面的说明,指出前缀(πρόθεσις)διά- 替代了具有相同强意含义的 κατά-(如 καταξήρους,意为“彻底干枯”)。

  2. 1.18.16τῶν δὲ ποταμῶν ἐπιφερόντων ἰλὺν μικροτέρα γινομένη

    在属格绝对结构(τῶν δὲ ποταμῶν ἐπιφερόντων ἰλὺν)之后,紧接着修饰前文主语 αὕτη(迈奥提斯湖)的阴性主格单数分词 μικροτέρα γινομένη。全句省略了主要限定动词,通过分词从句延续了前文的叙述结构。

  3. 1.18.18οἷον ποταμὸς μὲν διὰ τὴν στενότητα, οἷον δὲ διὰ τὸ μὴ εἶναι γλυκὺ ὕδωρ

    对亚里士多德“ὥσπερ ποταμὸν γενέσθαι”(仿佛变成河流)一句的解释。前一个 οἷον 用作副词修饰(“如同河流般”,省略系动词),后一个 οἷον 则是引用作为限定语的“仿佛”,二者通过 μέν... δέ 与由 διά 引导的两个原因介词短语形成对比对应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:122.3-125.1