← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§120.12-122.2

大冬与大夏的周期循环与常流河成因

奥林匹奥多罗注解了亚里士多德关于局部陆海变迁并不意味着整个宇宙生灭的论述,阐释了大冬与大夏的周期性交替、阿刻罗俄斯河的地下流转、希腊人古称的重音发音,以及常流河的成因与各种土壤的性质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.18.2

" Ἔστι δὲ τούτων τὸ μὲν ἀληθές, τὸ δὲ οὐκ ἀληθές." Ἀληθὲς μέν, ὅτι πλείονες τόποι ξηραίνονται, οὐκ ἀληθὲς δέ, ὅτι ὅλος μεταβάλλει κόσμος ἐπὶ φθορὰν ἐπιγενόμενος ὡς γενομένου τοῦ οὐρανοῦ.1 ‘οὐρανὸν’ ἐκάλεσε τὸν κόσμον. οὕτω καὶ ἐν τῇ Περὶ οὐρανοῦ περὶ κόσμου διαλεγόμενος Περὶ οὐρανοῦ ἐπέγραψεν. οὕτω καὶ Πλάτων φησίν· ‘ὁ δὴ πᾶς οὐρανὸς οὗτος ἢ κόσμος τῷ συμμέτρῳ ὀνόματι χαίρει καλούμενος.’

“但是在这些说法中,一部分是真实的,另一部分则不是真实的。” 真实的是,有更多的区域正在变得干燥;不真实的是,整个宇宙正经历生成而后走向毁灭,如同天曾被生成出来一样。他把宇宙称作“天”。因此在《论天》中,他在讨论宇宙时亦题名为《论天》。柏拉图亦如此说道:“这整个天或宇宙,乐于接受与之相称的名称的称呼。”

§1.18.3

" Οὐ μὴν ἀλλὰ καὶ τοὐναντίον." Οὐ γὰρ μόνοι ξηροὶ τόποι γίνονται ἀπὸ ὑγροῦ, ἀλλὰ καὶ τοὐναντίον ξηροὶ τόποι ὑγροὶ γίνονται. οὐ χρὴ γοῦν ἐννοεῖν, ὅτι ποτὲ καταφλεχθήσεται τὸ πᾶν.

“不仅如此,相反的情况亦然。” 因为不仅干燥之地由湿润生成,相反,干燥之地亦变为湿润。因此绝不应当认为宇宙万物有朝一日会被焚毁。

§1.18.4

"Γελοῖον γὰρ διὰ μακρὰς καὶ ἀραιὰς μεταβολὰς κινεῖν τὸ πᾶν." Τὸ δεύτερον ἐπιχείρημα, ὅτι οὐ χρὴ ἐκ τῶν γινομένων περὶ τὴν γῆν ἀποφαίνεσθαι καὶ περὶ τοῦ παντός.

“因为因漫长而稀疏的变化就去动摇万物,是可笑的。” 这是第二条论证,即绝不应当根据大地周围发生的事情来对宇宙万物作出断言。

§1.18.5

"Ἀλλὰ πάντων τούτων αἴτιον ὑποληπτέον, ὅτι γίνεται διὰ χρόνου εἱμαρμένου καὶ τὰ ἑξῆς." Εἰπών, ὅτι οὐ δεῖ αἰτιάσασθαι τὴν γινομένην περὶ τὴν γῆν μεταβολὴν δηλωτικὴν εἶναι τῆς φθορᾶς τοῦ παντός,2 νῦν τὴν αἰτίαν φησί, διὰ τί ἐπὶ τὸ ξηρότερον γίνεται μᾶλλον ἡ μεταβολή. καί φησιν, ὅτι προσεχῶς γέγονεν ὁ μέγας χειμών, ὃς κατέκλυσε τὴν γῆν· καὶ κατὰ μέρος λοιπὸν ξηραίνεται ἡ γῆ, ἕως οὗ γένηται τὸ μέγα θέρος, ἐφ’ οὗ καταξηρανθῆναι μέλλει ἡ γῆ, πλὴν οὐ πᾶσα· ὥσπερ γὰρ ὁ μέγας χειμὼν οὐ πᾶσαν τὴν γῆν κατέκλυσεν, οὕτως οὐδὲ τὸ μέγα θέρος πᾶσαν τὴν γῆν ἐκφλέξει.

“然而应当认为,所有这些的原因在于它是通过注定的周期发生的,等等。” 在说明不应当认为大地周围发生的变化表明万物的毁灭之后,他如今指出了为什么变化更多地向干燥方向发生的原因。他说,不久前发生了浸没大地的严冬;因此大地正在部分地变干,直到严夏到来,在严夏之时大地注定干涸,但并非全部干涸;因为正如严冬并未淹没整个大地一样,严夏亦不会烧尽整个大地。

§1.18.6

"Οὗτος γὰρ πολλαχῇ τὸ ῥεῦμα μεταβέβληκε." Καὶ γὰρ ἀναποθεῖσα 〈κατὰ〉 τρεῖς τόπους ἀνέφυ οὐκ ἐκ διαστήματος τὴν ἀνάποσιν καὶ τὴν ἔκφανσιν ποιησαμένους.3 διὸ καὶ ἐφύλαξε τὸ ὄνομα· ἕκαστον γὰρ μέρος Ἀχελῷον καλοῦσι.

“因为这条河流在许多地方改变了流向。” 因为它被吸入地下后,在三处地方重新涌出,其吸入与显现并非相距甚远。因此它亦保持了其名称;因为人们把每一部分都称作阿刻罗俄斯河。

§1.18.7

"Τότε μὲν Γραικοί, νῦν δὲ Ἕλληνες." Τοῦτο τὸ ὄνομα οἱ μὲν Ῥωμαῖοι παροξύνουσι ‘Γραίκοι’ λέγοντες, ἡ δὲ κοινὴ διάλεκτος ὀξύνει. καθόλου δὲ οἱ Ῥωμαῖοι πᾶν ὄνομα παροξύνουσι διὰ τὸν κόμπον, ὅθεν ‘ὑπερηνορέοντες’ ἐκλήθησαν ὑπὸ τῶν ποιητῶν.

“当时被称为格赖科伊人,如今被称为希腊人。” 这一名称罗马人采用倒数第二音节重音,称作“格赖科伊”,而通用方言则将重音放在末尾。通常罗马人由于傲慢,将所有名词都读作倒数第二音节重音,因此他们被诗人们称为“刚愎傲慢者”。

§1.18.8

"Καὶ ὥσπερ νῦν τοῦ τοὺς μὲν ἀενάους εἶναι τῶν ποταμῶν, τοὺς δὲ μή, οἱ μέν φασιν ἐναντίον εἶναι τὸ μέγεθος τῶν ὑπὸ γῆν χασμάτων καὶ τὰ ἑξῆς." Μετὰ τὸ εἰπεῖν τὴν αἰτίαν, διὰ τί ἀπὸ ὑγρότητος εἰς ξηρότητα μᾶλλον γίνεται ἡ μεταβολή, βούλεται εἰπεῖν καὶ τὴν αἰτίαν τοῦ τοὺς μὲν τῶν ποταμῶν εἶναι ἀενάους, τοὺς δὲ μή. καί φησιν, ὅτι οὐχ ὥς τινες δεῖ ὑπονοῆσαι τὰ ὑπὸ γῆν χάσματα αἴτια εἶναι, ἀλλὰ τὸν μέγαν χειμῶνα· τότε γὰρ ἐσωρεύθη ἡ ὑγρότης ἐν τοῖς ὄρεσιν οἷα δὴ οὖσι σηραγγώδεσι καὶ πετρώδεσι καὶ ψυχροῖς.4 οὐ μόνον δὲ πολλὴ ἐσωρεύθη, ἀλλὰ καὶ γεννᾶται διὰ τὴν ψύξιν, ἔνθεν ἐπὶ πολὺν χρόνον αὐταρκεῖ ἀέναος ὢν ὁ ποταμός. πλὴν τῇ αἰσθήσει δοκοῦσιν ἀέναοι, ἐπεὶ τῷ χρόνῳ ἀπολείψουσι καὶ οὗτοι.

“正如现在关于河流中有的长流不息而有的则不然,有人说是由于地下裂隙的大小相反,等等。” 在指出了变化何以更多地从湿润向干燥发生的原因之后,他亦意图指出河流中有的长流不息而有的则不然的原因。他说,绝不应当像某些人那样猜测地下裂隙是其原因,而应当归因于严冬;因为当时水分积聚在山岳之中,因为山岳多孔穴、多岩石且寒冷。不仅大量积聚,而且由于冷却而不断生成,因此长流的河流能在长久时间内自足。不过,它们只是在感觉上显得长流不息,因为随着时间的推移,它们最终亦将衰竭。

§1.18.9

"Ἢ σομφαὶ καὶ λιθώδεις ἢ ἀργιλώδεις, τούτους δὲ προαπολείπειν. " Σομφὰς λέγει τὰς ἀραιάς, λιθώδεις δὲ * * * τὰς ὀστρακώδεις καὶ καταξήρους. τούτων δὲ οὐδεμία γῆ ἐπιτηδεία· ἡ μὲν γὰρ σομφὴ ἀπογαιοῖ τὸ ὕδωρ, ἡ δὲ λιθώδης οὐ δέχεται, ἡ δὲ ὀστρακώδης ἐκπίνει. καὶ μή τις εἴπῃ· τί οὖν τὰ ὄρη οὐκ εἰρήκαμεν, ὅτι ἀραιά εἰσιν; τί οὖν λέγομεν; ὅτι ἀραιὰ διὰ τὸ σηραγγῶδες, οὐχ ἁπλῶς ἀραιὰ κατ’ οὐσίαν, οἷόν ἐστιν ἡ σομφώδης γῆ.

“或者疏松多石,或者多黏土,而这些河流更早衰竭。” 他用“疏松”指代质地稀疏的土,用“多石”指代……如碎瓦般极度干燥的土。这些土壤没有一种是适宜的;因为疏松的土壤使水固化为土,多石的土壤不能容纳,而碎瓦般的土壤则将水吸干。不要有人问:“那么怎样,我们不是说过山峦是稀疏的吗?”那么我们要如何回答?山峦是由于多孔穴而稀疏,并非如疏松的土地那样在本质上纯粹是稀疏的。

语法注4 条
  1. 1.18.2ἐπιγενόμενος ὡς γενομένου τοῦ οὐρανοῦ

    主格分词 ἐπιγενόμενος 与主语 ὅλος κόσμος 一致,随后的 ὡς γενομένου τοῦ οὐρανοῦ 为属格独立结构,接 ὡς 表假设或托称(“如同天体曾被生成出来一样”)。二者共同构成从属说明,修饰有关宇宙整体生成而后走向毁灭的错误断言。

  2. 1.18.5Εἰπών, ὅτι οὐ δεῖ αἰτιάσασθαι τὴν γινομένην περὶ τὴν γῆν μεταβολὴν δηλωτικὴν εἶναι τῆς φθορᾶς τοῦ παντός

    在依赖于分词 Εἰπών 的 ὅτι 从句中,动词 αἰτιάσασθαι 统辖一个宾格加不定式结构,其中 τὴν γινομένην ... μεταβολήν 为主格性宾格,δηλωτικὴν εἶναι 为谓词宾格,意为“认为大地周围发生的变化是表明宇宙万物毁灭的标志”。

  3. 1.18.6οὐκ ἐκ διαστήματος τὴν ἀνάποσιν καὶ τὴν ἔκφανσιν ποιησαμένους

    阳性宾格复数分词 ποιησαμένους 修饰前述的 τρεῖς τόπους(被赋予以处所作为主体的意义)或指代水流的各个分段。介词短语 οὐκ ἐκ διαστήματος 意为“并非相距甚远”,说明潜流吸入与重新涌出的空间间隔并不大。

  4. 1.18.8οἷα δὴ οὖσι σηραγγώδεσι καὶ πετρώδεσι καὶ ψυχροῖς

    小词组合 οἷα δή 结合与格分词 οὖσι 及形容词,表原因(“因其为……之物”),修饰前文的与格名词短语 τοῖς ὄρεσιν(山峦),说明山岳具备蓄水性质的根由。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:120.12-122.2