← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§125.4-126.29

第二卷的论题与关于大海盐分的诸说

在《气象学》第二卷开篇,奥林匹奥多罗从烟状蒸发气的角度统摄本卷的各项论题(海、风、地震、雷、电),并着重探讨神学家与自然哲学家关于大海的盐分究竟是生成还是非生成的见解及其反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1.1#1

" Περὶ δὲ θαλάττης καὶ τίς ἡ φύσις αὐτῆς." Ὁ σκοπὸς τοῦ δευτέρου λόγου ἤτοι βιβλίου, περὶ τίνων διαλεχθῆναι βούλεται· περὶ θαλάττης, περὶ ἀνέμων, περὶ σεισμῶν, περὶ βροντῶν, περὶ ἀστραπῶν. περὶ μὲν θαλάττης, ἵνα συνεχῆ ποιήσῃ τὸν περὶ αὐτῆς λόγον τοῖς περὶ ποταμῶν λόγοις. περὶ δὲ ἀνέμων, ἐπειδὴ περὶ αὐτῶν ἀρξάμενος λέγειν ἐνέκοψε τὸν περὶ αὐτῶν λόγον τῷ λόγῳ τῷ περὶ ποταμῶν· νῦν δὲ πάλιν ἐπὶ αὐτὸν ἀνατρέχει. περὶ δὲ σεισμῶν, ἐπειδὴ καὶ ὁ σεισμὸς ἄνεμός ἐστιν ὑπόγειος. περὶ δὲ βροντῆς, 〈ἐπειδὴ * * * περὶ δὲ ἀστραπῆς,〉 ἐπειδὴ συνέπεται τῇ βροντῇ. καὶ ἆρα οὐκ ἄτοπον μικροῦ βιβλίου πέντε ποιῆσαι σκοπούς;1 ῥητέον οὖν, ὅτι σκοπὸν ἔχει ἐνταῦθα ὁ φιλόσοφος διαλεχθῆναι περὶ τῶν γινομένων ἐκ τῆς καπνώδους ἀναθυμιάσεως ἀμεταβλήτου μενούσης. ἀλλ’ ἐνταῦθα διαδέχονται ἡμᾶς δύο ἀπορίαι, ὧν ἡ πρώτη τοῦτον ἔχει τὸν τρόπον· εἰ σκοπὸν ἔχει ὁ Ἀριστοτέλης διαλεχθῆναι περὶ τῶν γινομένων ἐκ τῆς καπνώδους ἀναθυμιάσεως ἀμεταβλήτου μενούσης, τί δήποτε ἐνταῦθα διαλέγεται περὶ βροντῆς; αὕτη γὰρ οὐκ ἐκ τῆς καπνώδους ἀναθυμιάσεως γίνεται, ἀλλὰ τῶν νεφῶν εἰς ἄλληλα συναρασσομένων, ὡς εἴρηται, * * * περὶ ἧς ἐν τῷ τρίτῳ βιβλίῳ διαλέγεται. † ἡ δὲ ἐκ τῆς καπνώδους ἀναθυμιάσεως ἐν τῷ νέφει ἀποκλειομένης καὶ τοῦ νέφους ἔξωθεν πυκνουμένου διὰ τὴν ψῦξιν ἐκπυρηνιζομένης βιαίως καὶ νέφη τινὰ πληττούσης καὶ πάταγον φοβερὸν ποιούσης, περὶ ἧς ἐνταῦθα διαλέγεται * * * εἴ γε ἡ ἀστραπὴ μεταβαλλομένης καπνώδους ἀναθυμιάσεως γίνεται. ἢ ῥητέον, ὅτι κατὰ συμβεβηκὸς νῦν αὐτῆς ἐμνημόνευσεν, ἐπειδὴ παρέπεται ἀεὶ τῇ βροντῇ. * * * αὗται μὲν αἱ ἀπορίαι καὶ αἱ τούτων ἐπιλύσεις. ἀλλ’ ἰστέον, ὅτι πρῶτον ὁ φιλόσοφος περὶ θαλάττης διαλαμβάνει διὰ τὸ ποιῆσαι συνεχῆ τὸν περὶ αὐτῆς λόγον τῷ περὶ ποταμῶν. καὶ ζητεῖ, πότερον γενητή ἐστιν ἢ ἀγένητος ἡ θάλασσα. ‘γενητήν’ δὲ καὶ ‘ἀγένητον’ φημὶ οὐ κατὰ τὴν οὐσίαν αὐτῆς ἢ τὴν ὕπαρξιν· ὡμολόγηται γὰρ τοῦτο παρὰ Ἀριστοτέλει, ὅτι ἀγένητός ἐστι καὶ ἀΐδιος ἡ θάλασσα ὡς ὁλότης οὖσα τοῦ ὕδατος, εἴ γε καὶ πᾶσα ὁλότης ἀΐδιός ἐστιν. ἀλλὰ ζητεῖ, πότερον γενητή ἐστιν ἢ ἀγένητος κατὰ τὴν ἁλυκότητα, τουτέστι πότερον ἅμα τῷ εἶναι θάλασσα2 ἁλμυρὰ ἦν ἢ ὕστερον γέγονεν ἁλμυρὰ πρότερον πότιμος οὖσα. ἐνταῦθα γὰρ διάφοροι γεγόνασι δόξαι τῶν παλαιῶν περὶ τούτου. οἱ μὲν γὰρ θεολόγοι ἔφασκον ἀγένητον αὐτὴν εἶναι κατὰ τὴν ἁλυκότητα, ἐπειδὴ πηγὰς ἔχει τοιαύτας ἁλμυρὰς εἰς αὐτὴν εἰσβαλλούσας, ἐξ ὧν συνέστηκεν. οἱ δὲ φυσικοὶ φιλόσοφοι γενητὴν λέγοντες αὐτῆς τὴν ἁλυκότητα, τουτέστιν ὕστερον ἐπιγεγενημένην, διαφόρους δόξας εἰρήκασιν. οἱ μὲν γὰρ αὐτῶν ἔλεγον, ὅτι πρώην γλυκεῖα οὖσα ἁλμυρὰ γέγονεν ὕστερον τοῦ ἡλίου καὶ τῆς σελήνης καὶ τῶν ἄλλων ἀστέρων ἐξατμιζόντων αὐτῆς τὸ λεπτομερέστατον καὶ πότιμον· ἔνθεν γὰρ καὶ ‘ἅλιος’ λέγεται ὁ ἥλιος παρὰ τὸ ἐκ τῆς ἁλὸς τρέφεσθαι. τοῦ οὖν ἡλίου τὸ λεπτομερὲς καὶ πότιμον ἀναρπάζοντος μένει τὸ τρυγῶδες καὶ δριμύ, καὶ τούτου χάριν ἁλυκή ἐστιν ἡ θάλασσα. ὅθεν καὶ μεγάλα βάρη βαστάζει τὸ ταύτης ὕδωρ ὡς παχύ. καὶ τούτου σημεῖον· ἐπειδὴ τὸ ἑψόμενον ὕδωρ ἁλμυρὸν γίνεται, εἰ ἐπὶ πολὺ ἑψηθείη, οὕτω καὶ τὸ τῆς θαλάσσης ὕδωρ ὑπὸ τῆς τοῦ ἡλίου καὶ τῶν ἄλλων ἀστέρων θερμασίας ἑψόμενον ὁσημέραι γίνεται ἁλυκόν. ἀλλὰ ψευδὴς ἡ τοιαύτη ὑπόθεσις· ὅσον γὰρ κατὰ τοῦτο, ἐχρῆν καὶ πάντας τοὺς ποταμοὺς καὶ τὰς λίμνας ἁλυκὸν ἔχειν ὕδωρ, ἐπειδὴ καὶ ἀπὸ τούτων ὁ ἥλιος ἀναρπάζει τὸ λεπτομερέστατον· ἄλλως δὲ εἰ τοῦτο ἦν, ἐπειδὴ πάντες οἱ ποταμοὶ γλυκεῖς ὄντες εἰσβάλλουσιν εἰς τὴν θάλασσαν, ἐχρῆν αὐτὴν γλυκανθῆναι.3

“关于大海,以及它的本性究竟为何。” 第二篇论述即第二卷的主旨,关于他意图讨论哪些事物:关于大海、关于风、关于地震、关于雷鸣、关于闪电。关于大海,是为了使关于它的讨论与关于河流的讨论相连续。关于风,是因为他虽已开始谈论它们,却以关于河流的讨论中断了关于风的讨论,而如今又重新回溯到风上。关于地震,是因为地震也是一种地下的风。关于雷鸣,〈因为……关于闪电,〉因为闪电伴随着雷鸣。那么,为一部小书确立五个主旨,难道不是荒谬的吗?因此应当说,哲学家在此处的主旨是讨论由烟状蒸发气在保持未变时所生成的事物。但在此处,有两个疑难等待着我们,其中第一个是这样的:如果亚里士多德的主旨是讨论由烟状蒸发气在保持未变时所生成的事物,那他为何在此讨论雷鸣?因为雷鸣并非由烟状蒸发气生成,而是如前所述,由于云层相互撞击而生成,……关于此点他在第三卷中进行讨论。†而那由烟状蒸发气封闭在云中,由于云因冷却而从外部凝聚,从而像核一样被强行挤出,击打某些云层并造成可怖轰鸣而生成之物,关于此点他在此处进行讨论……倘若闪电是由发生变化的烟状蒸发气生成的。或者应当说,他如今提及闪电乃是出于偶性,因为它总是伴随着雷鸣。……这些便是疑难及其解答。但必须明白的是,哲学家首先探讨大海,是为了使关于它的讨论与关于河流的讨论相连续。他探究大海究竟是生成的还是非生成的。然而我所说的“生成的”与“非生成的”,并非就其本体或存在而言;因为这在亚里士多德看来是无可争议的,即大海作为水的总体是非生成的和永恒的,倘若一切总体皆是永恒的。相反,他是就盐分而言探究它是生成的还是非生成的,即探究它是否在成为大海的同时就是咸的,抑或是起初可饮用而在后来变成了咸的。因为关于此事,古人产生了不同的见解。神学家们主张它就盐分而言是非生成的,因为它拥有注入其中的、构成它的那种咸泉。而那些主张其盐分是生成的——即后来附加生成的——自然哲学家们,则提出了不同的见解。他们中有人说,大海起初是甘甜的,后来由于太阳、月亮以及其他星辰蒸发了它最微细且可饮用的部分,才变成了咸的;因此太阳也被称为“halios”,源自它靠盐海滋养。因此,由于太阳攫取了微细且可饮用的部分,渣滓般辛辣的部分便残留下来,为此缘故大海才是咸的。由此,由于其水浓密,亦能承载巨大的重量。此事的表征是:正如被煮沸的水若长时间煮沸便会变咸,同样,海水由于每日受到太阳与其他星辰的热力煮沸,亦变成了咸的。然而这种假说是虚妄的;因为仅就此而言,一切河流与湖泊亦理应拥有咸水,因为太阳亦从它们那里攫取最微细的部分;此外如果真是这样,既然所有的河流都是甘甜地注入大海,大海理应早已变甜了。

语法注3 条
  1. 2.1.1μικροῦ βιβλίου πέντε ποιῆσαι σκοπούς

    在非人称结构“ἆρα οὐκ ἄτοπον [ἐστι]”引出的不定词短语“ποιῆσαι σκοπούς”中,属格短语“μικροῦ βιβλίου”充当修饰“σκοπούς”的所属属格,或者充当表示“对于一部小书而言”的关涉属格。在句法上理解为“为一部小书确立五个主旨”最为自然。

  2. 2.1.1ἅμα τῷ εἶναι θάλασσα

    介词“ἅμα”与定冠词带不定词的与格“τῷ εἶναι”连用,构成表示“与……存在的同时”的时间性结构。谓语补足语“θάλασσα”采取主格形式,乃是因为不定词的逻辑主语(大海本身)与主句主语一致,从而采用了述谓主格。

  3. 2.1.1ἐπειδὴ πάντες οἱ ποταμοὶ γλυκεῖς ὄντες εἰσβάλλουσιν εἰς τὴν θάλασσαν, ἐχρῆν αὐτὴν γλυκανθῆναι

    未完成过去时直说语气动词“ἐχρῆν”表示与事实相反的推论(“理应被变甜,然而实际上并非如此”),承接前文假设“ἄλλως δὲ εἰ τοῦτο ἦν”。伴随分词“γλυκεῖς ὄντες”与原因从句“ἐπειδὴ... εἰσβάλλουσιν”陈述了公认的客观事实,由此推导对方学说所必然导致的荒谬推论。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:125.4-126.29