← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§119.8-120.11

大冬对河流持久性的作用及海洋陆地化

注解者论证了伟大的严冬是常流之河形成的原因,并以埃及、利比亚、迈奥提斯湖和博斯普鲁斯海峡为例,证明海洋因河流淤积而陆地化、大地从湿润转变为干燥,以此结束第1卷。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.18.1#2

τὸν οὖν μέγαν χειμῶνα αἰτιατέον τῆς μεταβολῆς ταύτης, ὥσπερ οὖν καὶ † τουτέστι τοὺς μὲν ἀενάους τῶν ποταμῶν, τοὺς δὲ οὔ. οὐ γὰρ ἀποδεκτέον τοὺς αἰτιωμένους τὰ ὑπὸ γῆν χάσματα εἶναι τῶν ἀενάων ποταμῶν, ἀλλὰ τὸν μέγαν χειμῶνα. ὁπηνίκα γὰρ οὗτος ἐγένετο, τὰ ὄρη ὡς σηραγγώδη καὶ λιθώδη καὶ ψυχρὰ δεξάμενα φυλάττουσι τὴν ὑγρότητα καὶ ἐπιχορηγοῦσι1 τοῖς ποταμοῖς, ἄχρις ἂν ἐπικαταλάβῃ τὸ ἐκ τοῦ ὑετοῦ ὕδωρ. πλὴν οὐ μόνον ὅπερ ἐδέξαντο χορηγήσουσιν, ἀλλ’ ὡς καὶ ψυχρότερα καὶ γεννήσουσιν. αὕτη ἐστὶν ἡ αἰτία τοῦ εἶναί τινας τῶν ποταμῶν ἀενάους. πλὴν τὸ ἀέναον ὡς πρὸς τὸν χρόνον λέγεται, ἐπεὶ καὶ αὐτοὶ οἱ νομιζόμενοι ἀέναοι φθαρήσονται, εἴ γε ἐπ’ εὐθείας κινοῦνται· πᾶν γὰρ τὸ ἐπ’ εὐθείας κινούμενον φθαρτόν. ὅτι δὲ ἡ γῆ μεταβάλλει ἀπὸ ὑγρότητος εἰς ξηρότητα, πιστοῦται Ἀριστοτέλης ἐκ τῆς Αἰγύπτου, ἐκ τῆς Ἀμμωνιακῆς Λιβύης ἔκ τε Μαιώτιδος λίμνης καὶ ἐκ τοῦ Βοσπόρου. ἐκ μὲν τῆς Αἰγύπτου, ὅτι αὕτη πάλαι θάλαττα ἦν· ὁ Νεῖλος εἰσβάλλων εἰς αὐτὴν ἠιόνας ἐποίησε, καὶ ἐλιμνάσθησαν οἱ τόποι καὶ τέλος ἀπεγαιώθησαν. σημεῖον δὲ τούτου μέγιστον ἡ κοιλότης τῆς γῆς· κοίλη γάρ ἐστιν ἡ Αἴγυπτος. καὶ ὅτι κοίλη ἐστί, δῆλον ἐκ τοῦ Σέσωστριν τὸν Περσῶν βασιλέα πρῶτον, ὕστερον δὲ καὶ Δαρεῖον θελῆσαι ἐπισυνάψαι τὴν Ἐρυθρὰν θάλασσαν τῷ Αἰγυπτιακῷ πελάγει. πάνυ γὰρ αὐτοῖς τοῦτο συνεβάλλετο τῶν ἐπιτηδείων εἰσαγομένων τε καὶ ἐκπεμπομένων ῥᾳδίως ταῖς πόλεσι. πλὴν προέθεντο μέν, οὐκ ἐποίησαν δὲ διὰ τὸ μὴ κατακλυσθῆναι τὴν Αἴγυπτον κοίλην οὖσαν τῆς Ἐρυθρᾶς θαλάσσης ὑψηλοτέρας οὔσης.2 πλὴν ὁ τρίτος Πτολεμαῖος, ἐφ’ οὗ καὶ Ἀρχιμήδης ἐγένετο, † τῆς τοῦ ἡλίου ὑποθήκης διώρυχα ἐποίησε, δι’ ἧς δυνατόν ἐστι συνάπτεσθαι τῷ Αἰγυπτιακῷ πελάγει τὴν Ἐρυθρὰν καὶ μὴ κατακλυσθῆναι τὴν Αἴγυπτον. ἀλλ’ εἰ καὶ ἐποίησε, πάλιν ἐπέχωσε φοβηθεὶς τὴν ἀπὸ τῶν Περσῶν ἐπιβουλήν. οὕτω μὲν ἀπὸ τῆς Αἰγύπτου ἔδειξεν, ὅτι εἰς ξηρότητα ἡ ὑγρότης μεταβάλλει. ἀλλὰ μὴν καὶ τοῦτο δείκνυσιν ἀπὸ τῆς Ἀμμωνιακῆς Λιβύης· καὶ αὕτη γὰρ θάλαττα ἦν ποτε, πλὴν ἀπεγαιώθη διὰ τοὺς εἰσβάλλοντας ἐκεῖ ποταμούς, ἔνθεν καὶ κοίλη ἐστίν. ἀλλὰ μὴν τοῦτο δῆλον καὶ ἀπὸ τῆς Μαιώτιδος λίμνης. αὕτη γὰρ πάλαι θάλαττα ἦν, εἶτα ἠιόνος γενομένης διὰ τοὺς εἰσβάλλοντας ποταμοὺς γέγονε λίμνη τὸ πρῶτον μεγάλη, ὕστερον δὲ μικρὰ γέγονε διὰ τὸ ἐπάγεσθαι ἰλὺν ἐκ τῶν ποταμῶν, τέλος δὲ καὶ ἀπογαιωθῆναι μέλλει. ὅτι δὲ μικρὰ καὶ ἀβαθὴς γέγονε, δῆλον μὲν ἐκ τοῦ πάλαι μεγάλα πλοῖα φέρεσθαι ἐπὶ ταύτης, ὕστερον δὲ μικρά. ἀλλὰ μὴν καὶ ἐκ τοῦ Βοσπόρου τοῦτο δῆλον· πάλαι γὰρ πλάτος εἶχεν ἡ θάλασσα, καὶ τῶν ποταμῶν κατὰ μέρος ἀπογαιούντων γέγονε στενὸς ὁ τόπος, ὅθεν νῦν καὶ Στενὰ καλοῦνται· τέλος δὲ καὶ τελείως μέλλει ἀπογαιωθῆναι. ἐκ τούτων πάντων δῆλον, ὅτι ἀπὸ ὑγρότητος εἰς ξηρότητα μεταβάλλει ἡ γῆ. καὶ ἐν τούτοις καταπαύσομεν τήν τε παροῦσαν θεωρίαν τό τε παρὸν ᾱ γράμμα.

因此,必须将这种变化的责任归于伟大的严冬,正如……一样,也就是说,河流中有的常年流淌,有的则不然[的原因亦在于此]。因为绝不应当采信那些将常流之河归因于地下裂隙的人,而应当归因于伟大的严冬。因为每当严冬来临,山峦因多洞穴、多岩石且寒冷,承受了水分便予以蓄积,并供给河流,直到降雨之水再次接替。然而,山川不仅供给所承受的水,而且因其更加寒冷,亦会生成水分。这就是某些河流得以长流不息的原因。不过,“长流不息”乃是相对于时间而言的,因为即使那些被视为长流不息的河流本身,只要是作直线运动,也将毁灭;因为凡作直线运动者皆是可毁灭的。至于大地从湿润转变为干燥,亚里士多德根据埃及、阿蒙尼亚利比亚、迈奥提斯湖以及博斯普鲁斯海峡进行了证实。首先根据埃及,在于此地古时曾是海洋;尼罗河流入其中形成了河岸滩涂,这些地方蓄积成湖,最终化为陆地。这方面最大的证据是土地的低洼;因为埃及是低凹的。而它属于低地这一点,从波斯王塞索斯特里斯起初、后来大流士亦企图将红海与埃及海沟通一事中即可明了。因为由于城邦的日用物资得以轻易输入与运出,这极大地符合他们的利益。然而,他们虽有此企图,却并未实施,这是为了防止地势低洼的埃及被淹没,因为红海的地势更高。但是第三代托勒密——在他生活时期阿基米德亦在世——受太阳启示开凿了一条运河,通过运河使红海既能与埃及海相通,又使埃及不致被淹没。但即使他开凿了运河,由于畏惧波斯人的阴谋,又将其回填了。他就这样根据埃及表明了湿润向干燥转变。不仅如此,他也根据阿蒙尼亚利比亚表明了这一点;因为此地亦曾是海洋,但由于流入那里的诸河流而化为陆地,因此它亦是一片洼地。此外,这一点从迈奥提斯湖也是显而易见的。因为它古时曾是海洋,接着因流入的诸河流形成滩岸,起初变成了一座大湖,后来因泥沙被河流带入而变小,最终还将化为陆地。而它已变小且水浅,从古时有大船在其上航行、后来却只有小船航行即可明了。进而从博斯普鲁斯海峡也是显而易见的;因为古时这片海域颇为宽阔,随着诸河流局部地使其化为陆地,该地变得狭窄,因此如今被称为“狭道”;最终它亦将完全化为陆地。从所有这些显而易见,大地正从湿润转变为干燥。我们便以此结束当前的讲论以及当前的第1卷。

语法注2 条
  1. 1.18.1τὰ ὄρη ὡς σηραγγώδη καὶ λιθώδη καὶ ψυχρὰ δεξάμενα φυλάττουσι τὴν ὑγρότητα καὶ ἐπιχορηγοῦσι

    主语为中性复数名词 τὰ ὄρη,分词 δεξάμενα 循规采用中性复数主格,但主要动词却使用了第三人称复数(φυλάττουσι, ἐπιχορηγοῦσι)而非单数(φυλάττει)。此属晚期希腊语中中性复数主语与复数动词搭配的常见用法。

  2. 1.18.1διὰ τὸ μὴ κατακλυσθῆναι τὴν Αἴγυπτον κοίλην οὖσαν τῆς Ἐρυθρᾶς θαλάσσης ὑψηλοτέρας οὔσης

    介词 διά 统领带冠词不定式 τὸ μὴ κατακλυσθῆναι,其宾格逻辑主语为 τὴν Αἴγυπτον κοίλην οὖσαν(“低凹的埃及”)。在该不定式结构中,又嵌套了表原因背景的独立属格结构 τῆς Ἐρυθρᾶς θαλάσσης ὑψηλοτέρας οὔσης(“鉴于红海地势更高”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:119.8-120.11