← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§118.4-119.8

局部干涸与宇宙毁灭论的驳斥

奥林匹奥多鲁斯驳斥了从大地局部干涸推断整个地球或宇宙终将毁灭的观点(如赫拉克利特或伊索寓言所述),指出大地相对于诸天的微不足道,并说明大冬与大夏的周期性原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.18.1#1

" Οἱ μὲν οὖν βλέποντες ἐπὶ μικρὸν αἴτιον οἴονται." Εἰπὼν ὁ Ἀριστοτέλης, ὅτι μεταβάλλουσιν τὰ μέρη τῆς γῆς κατὰ ξηρότητα καὶ ὑγρότητα καὶ μᾶλλον κατὰ ξηρότητα ἤπερ κατὰ ὑγρότητα διὰ τὸ γενέσθαι τὸν Ἀριστοτέλην μετὰ τὸν ἐπὶ Δευκαλίωνος κατακλυσμόν, νῦν ἐκκόπτει τὴν ὑπόνοιαν τῶν πολλῶν. ἴσως γὰρ ἄν τις ὑπέλαβε κατὰ μέρος τῆς γῆς ἐπὶ τὸ ξηρότερον μεταβαλλούσης τέλος καταληφθῆναι καὶ φθαρῆναι πᾶσαν τὴν γῆν καὶ ὅλον τὸν κόσμον διὰ τοῦτο φθαρτὸν εἶναι. οὐ χρὴ οὖν, φησί, διὰ τὴν κατὰ μέρος ταύτην γινομένην μεταβολὴν νομίζειν τὸν ὅλον κόσμον φθαρτὸν εἶναι. πρῶτον μὲν γάρ, εἰ καί τινα μέρη κατὰ τὰ ξηρὰ γίνονται, ἀλλ’ οὖν ἕτερα ὑγραίνονται. καὶ μαρτυρεῖ τοῦτο Ἀμμώνιος ὁ μέγας φιλόσοφος· ἔλεγε γὰρ οὗτος ἐπὶ πέντε στάδια τὴν γῆν θαλαττωθῆναι περὶ τὸ Ἡράκλειον καὶ τὸν Κάνωπον, ὡς δηλοῦσιν ἔτι ἐν μέσῳ τῆς θαλάττης οἰκήματα ὄντα καὶ νήσους μιμούμενα. ἔπειτα δὲ οὐ χρὴ ἐκ τῶν μερικῶν καὶ περὶ τῶν καθόλου ἀποφαίνεσθαι οὐδὲ ἐκ τῶν γινομένων περὶ τὴν γῆν καὶ περὶ τὸν οὐρανὸν συλλογίζεσθαι, πρὸς ὃν παραλαμβανομένη ἀμεγέθης ἐστίν· σημείου γὰρ λόγον πρὸς αὐτὸν ἐπέχει. καὶ τί λέγω πρὸς τὸν οὐρανόν, ὅπου γε αὐτὸς ὁ ἥλιος ποδιαῖος νομιζόμενος διὰ τὸ διάστημα τῆς γῆς ἑκατονταεβδομηκονταπλασίων ἐδείχθη εἶναι.1 οὐ χρὴ οὖν ἐκ τῆς γῆς ἀποφαίνεσθαι ὡς φθαρησόμενον τὸν κόσμον,2 ὅπου γε ἐν τῇ Μετὰ τὰ φυσικὰ ὁ Ἀριστοτέλης εἶπε πρὸς τοὺς ἐφεκτικοὺς ἀποτεινόμενος, ὅτι οὐ χρὴ ἀκαταληψίαν νοεῖν διὰ τὰ ἐν γενέσει καὶ φθορᾷ ῥευστά, τοὐναντίον δὲ ἐπιστήμην διὰ τὰ οὐράνια ἀεὶ ὡσαύτως ἔχοντα, ὡς καὶ ἀπὸ πολλοῦ χρόνου προειπεῖν τὴν μέλλουσαν γίνεσθαι ἔκλειψιν. τοῦτο καὶ νῦν δεῖ λέγειν, ὅτι οὐ διὰ τὴν γῆν κατὰ μέρος ἐπὶ τὸ ξηρότερον μεταβάλλουσαν καὶ ὅλος ὁ κόσμος φθαρήσεται κατὰ τὸν Ἡράκλειτον εἰρηκότα τέλος τὸν κόσμον καταφλεχθῆναι, οὐδὲ πάλιν δεῖ ὑπονοεῖν τὸ ἐν τοῖς Αἰσωπείοις μύθοις λεγόμενον. ὁ γὰρ Αἴσωπος εἰσάγει τινὰ στρατιώτην πρός τινα πορθμέα διαλεγόμενον καὶ λέγοντα, ὅτι πάλαι οὗτος ὁ τόπος θάλαττα ἦν· εἶτα ἡ Χάρυβδις ἀναρροιβδήσασα ἐποίησε τὰς ἀκρωρείας τῶν ὀρῶν· εἶτα δὶς ἀναρροιβδήσασα ἐποίησε καὶ τὰς νήσους, ὡς εἴ γε τρίτον ἀνερροίβδησε, ξηραίνει πάντα τὰ ὧδε. καὶ περιττὸν ἡμῖν ἐστι τὸ ἐπιτήδευμα, οὐ χρὴ ταῦτα ἐννοεῖν· στρατιώτῃ γὰρ θυμουμένῳ οὐκ ἀπεικὸς ταῦτα ῥηθῆναι, φιλοσόφῳ δὲ μὴ θυμουμένῳ κατὰ τοῦ παντὸς οὐ θεμιτὸν φθορὰν αὐτοῦ μελετᾶν. οὐ χρὴ οὖν διὰ τὴν κατὰ μέρος ἐπὶ τὸ ξηρότερον μεταβολὴν τοῦ παντὸς φθορὰν κατηγορεῖν, ἀλλ’ αἴτιον δεῖ τούτου λέγειν τὸν μέγαν χειμῶνα εἶναι. μετὰ γὰρ τοῦτον κατακλυζομένης τῆς γῆς λοιπὸν μεταβολή τις ἐπὶ τὸ ξηρότερον γίνεται, ἕως ὅτε γένηται τὸ μέγα θέρος, ὅπερ εἰ καὶ γένηται, οὐ ποιήσει πάσης τῆς γῆς φθοράν. οὐδὲ γὰρ οὐδὲ αὐτὸς ὁ κατακλυσμὸς ὁ ἐπὶ Δευκαλίωνος κοσμικὸς ἐγένετο· μᾶλλον γὰρ ἐν τῇ Ἑλλάδι συνέβη.

“因此,那些眼界狭小的人便以为[某种全局事件]是原因。” 亚里士多德在阐明大地各部分依干燥与湿润而发生变化——且由于亚里士多德生活在丢卡利翁洪水之后,更多是向干燥而非向湿润转变——之后,现在排除了大众的猜度。因为也许有人曾设想,由于大地局部地向更干燥转变,整个大地最终将被席卷并毁灭,因此整个宇宙也是可毁灭的。所以他说,绝不应当由于这种局部发生的变化而认为整个宇宙是可毁灭的。因为首先,即使某些部分化为干燥,另一些部分却也在变湿。伟大的哲学家阿摩尼奥斯亦为此作证;因为他曾说,在赫拉克勒斯神庙与卡诺波斯一带,大地曾有五斯塔德的范围被海洋吞没,正如海中央至今仍有类似岛屿的建筑所表明的那样。其次,不应当根据个别事物对普遍事物下断言,也不应当根据大地周围发生的事情去推论诸天;与诸天相比,大地微无体量,对诸天而言仅居于一个点的比例。且何必谈论诸天,就连太阳自身因距离缘故被认为只有一尺大小,却已被证明是地球的一百七十倍。因此,不应当根据大地就断言宇宙仿佛将要毁灭,既然亚里士多德在《形而上学》中针对存疑派曾说,不应当由于处于生成消灭中的流变事物而认定不可把握,反而应当由于始终处于同一状态的天体而认定科学知识的存在,以至于能从很久以前便预言即将发生的日月食。如今也应当说这一点,即大地局部地向更干燥转变,并不意味着整个宇宙也将毁灭,如赫拉克利特所称宇宙最终将被焚尽;亦不应当揣度伊索寓言中所说的事情。因为伊索引入了一名士兵与一名渡夫对话并说道,从前这地方曾是海洋,后来卡律布狄斯吞吸了一次便形成了山峦之巅,接着吞吸了两次便形成了岛屿,若她吞吸第三次,就会让这里的一切干涸。对我们而言,这种做法是多余的,不应当存有此类念头;因为由一位动怒的士兵说出这番话并非不近情理,但对于不对整个宇宙动怒的哲学家来说,研求它的毁灭则是不正当的。因此,不应当由于向更干燥的局部转变而对整个宇宙断言毁灭,而应当说其原因是伟大的严冬。因为在严冬之后大地遭受洪水泛滥,此后便发生向更干燥的某种转变,直到伟大的盛夏降临;而即使大夏降临,也不会导致整个大地的毁灭。因为即便丢卡利翁时代的那场洪水本身也绝非全宇宙性的,而宁可说只发生在希腊。

语法注2 条
  1. 1.18.1ὅπου γε αὐτὸς ὁ ἥλιος ποδιαῖος νομιζόμενος διὰ τὸ διάστημα τῆς γῆς ἑκατονταεβδομηκονταπλασίων ἐδείχθη εἶναι

    ὅπου γε 在论辩语境中引出表强调的让步或理由(“既然……/连……尚且”)。属格 τῆς γῆς 并非作 διάστημα 的定语(“距大地的距离”),而是作为与 ἑκατονταεβδομηκονταπλασίων 搭配的比较属格(“地球的一百七十倍”)。语序上虽紧接在 διάστημα 之后,句法上却直接与紧随其后的数词结合。

  2. 1.18.1ὡς φθαρησόμενον τὸν κόσμον

    从属于主句谓语 οὐ χρὴ οὖν ἐκ τῆς γῆς ἀποφαίνεσθαι(“故不应根据大地作出断言”)。ὡς 与将来时分词宾格 φθαρησόμενον 及其主语 τὸν κόσμον 结合,构成表示主观假定或声称的宾格绝对结构(“仿佛宇宙将要毁灭那样”),亦可视为充当 ἀποφαίνεσθαι 之断言内容的补足成分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:118.4-119.8