- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:116.1-118.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多罗注解了亚里士多德以埃及和阿耳戈斯为例讨论土地干涸与定居变迁的段落(351b22–352a14)。针对前代注家将埃及原初解释为“海洋”的观点,奥林匹奥多罗根据亚里士多德的原文字句,论证埃及原为“沼泽地”而非海洋,并指出由此形成的陆地化过程。
" Τὸν αὐτὸν δὲ τρόπον χρὴ νομίζειν καὶ τοὺς κατοικισμοὺς λανθάνειν." Ὥσπερ γὰρ αἱ μεταναστάσεις κατὰ μέρος γίνονται, οὕτω καὶ οἱ κατοικισμοὶ κατὰ μέρος γεγόνασι. τοῦτο δέ, φησί, γίνεται διὰ τὸ ἐκ λιμνωδῶν τόπων ξηράν τε καὶ εὔκρατον γίνεσθαι τὴν χώραν, ὥσπερ οὖν καὶ αἱ μεταναστάσεις διὰ τὸ ἐναντίον. τοιοῦτον δέ, φησί, συμβέβηκε καὶ περὶ τὴν Αἴγυπτον. πάλαι γὰρ θάλαττα οὖσα διὰ τὸ ἐπιφέρειν τὸν Νεῖλον ἰλὺν γεγόνασιν ἠιόνες, ὡς λοιπὸν ἕλη γενέσθαι καὶ λίμνας, ὡς εἴρηται καὶ ἐπὶ τῆς μιᾶς Μαιώτιδος λίμνης· ἐντεῦθεν πάλιν ἐπιφερομένης ἰλύος λίμναι ἠπειρώθησαν. ὅτι δὲ Αἴγυπτος πάλαι θάλαττα ἦν καὶ ὕστερον ἠπειρώθη, δείκνυσιν ἔκ τε τοῦ χειροποίητα εἶναι τὰ στόμια καὶ ἐκ τοῦ τὸν ποιητὴν παλαιὸν ὄντα μὴ μνησθῆναι Μέμφιδος, ἅτε δὴ μήπω ἀπογαιωθείσης ταύτης τῆς πόλεως. δῆλον δὲ τοῦτο καὶ ἐκ τοῦ τῶν κογχυλίων καὶ χελυνῶν ἐκεῖ εἶναι ὄστρακα, ὅπερ ἐστὶν ἐγκαταλείμματα1 τῶν ὀστρακοδέρμων τῶν ἀπομεινάντων ἠπειρωθείσης τῆς θαλάττης. καὶ ὁ μὲν φιλόσοφος οὕτως ἐξηγήσατο, ὅτι πάλαι ἡ Αἴγυπτος θάλασσα ἦν καὶ ἠπειρώθη, ἐμοὶ δὲ μᾶλλον δοκεῖ ἑλώδεις εἶναι τοὺς τόπους καὶ διὰ τοῦτο ἀοικήτους καὶ τῆς ἰλύος ἐπιφερομένης ἀπογαιωθῆναι καὶ ξηρανθῆναι αὐτά, οἷόν τι καὶ περὶ τὸ Ἄργος συνέβη, ὡς μέλλει εἰπεῖν· κἀκεῖνο γὰρ ἑλῶδες ὂν νῦν οἰκεῖται. καὶ ταύτῃ τῇ ἐξηγήσει ἁρμόσει τὰ ἐπιχειρήματα· διὰ γὰρ τοῦτο χειροποίητα τὰ στόμια, ἐπειδὴ εἰ καὶ ἰλὺν ἐπέφερεν ὁ Νεῖλος, ἀλλ’ οὖν ἐκ τῆς πολλῆς ὑγρότητος κατακλυζόμενοι ἐπενόησαν τὰ στόμια, ἵνα ἐκρέῃ τὸ ὕδωρ. ἀλλὰ μὴν καὶ ὁ ποιητὴς Θηβῶν μέμνηται ὡς πλουσίων, Μέμφιδος δ’ οὐ μέμνηται, ἴσως διὰ τὸ καταλιμναζομένην αὐτὴν τότε μὴ οἰκεῖσθαι. εἰ δὲ καὶ εὑρίσκονται ὄστρακα κογχυλίων, ἀλλ’ οὖν οὐκ ἀναγκαῖος ὁ τοιοῦτος λόγος τοῦ πάλαι αὐτὴν εἶναι θάλασσαν·2 καὶ ἐν ὄρεσι γὰρ ὑψηλοτάτοις ἀπέχουσι πολὺ τῆς θαλάσσης εὑρίσκονται, ἴσως διὰ τὸ σφοδροτέρους ἀνέμους μετεωρίζοντας αὐτὰ ἀπὸ τῶν θαλαττίων τόπων ἐκρίπτειν ἐκεῖ. ὅτι δὲ μᾶλλον ἡ δευτέρα ἐξήγησις ἀληθής, πρόδηλον ἐξ αὐτοῦ Ἀριστοτέλους. ἐπάξει γὰρ λέγων οὕτως· ‘εἰς τὰ γινόμενα ξηρὰ ἐξ ἑλωδῶν δὲ καὶ ὑγρῶν.’ καὶ μὴν ταύτην τὴν ῥῆσίν φησιν· ‘τοιοῦτόν τι συμβέβηκε καὶ περὶ τὴν Αἴγυπτον.’ δηλονότι ὁ λόγος ἐστὶ περὶ τῆς μεταβολῆς τῆς ἀπὸ ἑλώδους ὑγρότητος εἰς ξηρότητα γινομένης.
“以相同的方式,亦应当认为定居的事情也不为人所察觉。” 因为正如流徙是局部的,定居同样也是局部发生的。依他[亚里士多德]之见,这是由于土地从沼泽之地变为干燥且温和的土地而发生的,正如流徙由于相反的情况发生一样。他说,关于埃及也发生过类似的事情。因为埃及先前曾是海洋,由于尼罗河冲刷淤泥而形成了海滨,以至于最终形成了沼泽与湖泊,正如在单一的迈奥提斯湖情形中所说的那样;此后随着淤泥再次被冲刷下来,湖泊化为了大陆。至于埃及先前曾是海洋、后来化为大陆这一点,他通过河口是人工开凿的、以及诗人〔荷马〕虽为古人却未曾提及孟菲斯来证明,因为这座城市当时尚未化为陆地。这一点也通过那里存在双壳贝与龟的甲壳而显明,这些是海洋化为大陆时所残留的有壳动物的遗骸。那位哲学家是如此解释的,即埃及先前是海洋而后来化为大陆;但依我之见,更应当认为那些地方是沼泽地,并因此无法居住,由于淤泥的冲刷而化为陆地并干涸,正如在阿耳戈斯所发生的情形一样,如他即将谈到的那样;因为那片土地先前也是沼泽,而如今已被居住。各种论据也将与这一解释相符合。因为河口之所以是人工开凿的,乃是由于即使尼罗河冲刷淤泥,但那些被过多湿润泛滥淹没的人们构想出河口,以便让水流泄出去。不仅如此,诗人提及忒拜是富庶的,却未曾提及孟菲斯,这大概是因为孟菲斯当时宛如沼泽未被居住。即便发现了双壳贝壳,证明埃及先前是海洋的这种论点也不是必然的;因为即使在远离海洋的极高山峦上也能发现贝壳,这大概是由于极其猛烈的强风将它们从海洋之处卷起并吹落至彼处。而第二种解释更为真实,从亚里士多德本人那里便已显而易见。因为他将继续如此说:“转入由沼泽和湿润之物而变为干燥之处。”况且他也说了这句话:“关于埃及也发生了类似的事情。”显然,这一论述是关于由沼泽湿润向干燥所发生的转变。
"Διὰ δὲ τὸ κατὰ μικρὸν ξηραινομένων τῶν ἑλῶν." Σημείωσαι, ὅτι οὐκ εἶπε ξηραινομένης τῆς θαλάσσης, ἀλλὰ τοῦ ἑλώδους.
“而由于沼泽逐渐干涸。” 请注意,他并没有说海洋干涸,而是说了沼泽之物[干涸]。
"Φαίνεται δὲ οὖν καὶ στόματα πάντα, πλὴν ἑνὸς τοῦ Κανωβικοῦ." Τὸ πρῶτον ἐπιχείρημα, δι’ οὗ δείκνυσιν, ὅτι οὐκ ἦν οἰκουμένη πάλαι ἡ Αἴγυπτος. ἀλλ’ ὁ μὲν φιλόσοφος, ὡς εἰρήκαμεν, θάλατταν αὐτὴν ἔλεγεν εἶναι, ἡμεῖς δὲ μᾶλλον ἑλώδη τόπον.
“无论如何,除一处即卡诺波斯河口外,所有河口显然都是[人工的]。” 这是他证明古代埃及无人居住的第一个论据。然而正如我们所说,那位哲学家称埃及曾是海洋,而我们更主张它是沼泽之地。
"Καὶ τὸ ἀρχαῖον ἡ Αἴγυπτος Θῆβαι καλούμεναι." Τὸ δεύτερον ἐπιχείρημα.
“且在古代,埃及被称为忒拜。” 这是第二个论据。
"Τοῦτο δὲ ὡς ἐοικὸς συμβαίνει· οἱ γὰρ κάτω τόποι τῶν ἄνω ὕστερον ᾠκίσθησαν." Πάλαι μὲν Θῆβαι ἦσαν, οὔπω δὲ Μέμφις, ἐπειδὴ εἰκὸς ἦν τοὺς ἄνω τόπους τῶν κάτω ταχύτερον οἰκεῖσθαι· οὗτοι γὰρ πρῶτον ἀπογαιοῦνται. ἀλλ’ εἰ μὲν θαλάττης ὑποκειμένης, ἔχεις τὴν αἰτίαν εἰρημένην ἐν τῇ θεωρίᾳ· εἰ δέ, ὡς ἡμεῖς οἰόμεθα, ἑλώδεις ἦσαν οἱ τόποι, ὅπερ καὶ Ἀριστοτέλης φησί, διὰ τοῦτο οἱ κατώτεροι τόποι ὕστερον ᾠκίσθησαν ἐκεῖ, ἐπειδὴ ὡς ἐν κοίλοις καὶ χθαμαλοῖς τόποις αἱ ὑγρότητες συρρέουσαι λιμνάζειν ἐποίουν, ἀλλ’ οὐκ ἀπογαιοῦσθαι.
“而这是合乎情理地发生的;因为低洼之地比高亢之地更晚有人定居。” 古时有忒拜,却尚无孟菲斯,因为高亢之地比低洼之地更快有人定居是合情合理的;因为高处首先化为陆地。然而,如果以海洋为前提,你便已在通论中得到了所说的原因;但如果正如我们所认为、亚里士多德亦所说的那样,那些地方原本是沼泽地,那么那里的低洼之地之所以更晚有人定居,乃是因为由于地势洼下低矮,汇聚的湿水使其化为沼泽,而未能化为陆地。
"Μεταβάλλει δὲ τοῦτο καὶ πάλιν εὐθηνεῖ." Ποῖον τοῦτο; τὸ ἑλῶδες καὶ τὸ λιμνῶδες εἰς αὐτὸ κατήντησεν, εἰρηκὼς καὶ ‘διὰ τὸ λιμνάζεσθαι ἐν ταῖς ἐσχατιαῖς μᾶλλον’. τοῦτο οὖν τὸ λιμναζόμενον χωρίον μεταβάλλον πολλάκις εἰς εὔκρατον εὐθηνεῖ, οἷόν τι συμβέβηκε καὶ περὶ τὸ Ἄργος.
“但这发生转变,再次繁盛。” 这“这”是何物?沼泽与湖泊之物归于此,因为他也曾说过“由于在边远之地更易化为沼泽”。因此,这片化为沼泽的地方多次转变为温和之境而繁盛,正如关于阿耳戈斯所发生的事情一样。
"Ὥσπερ οὖν ἐπὶ τούτου τοῦ τόπου συμβέβηκεν ὄντων μικρῶν,3 τοῦτο δεῖ νομίζειν καὶ περὶ μεγάλους τόπους καὶ χώρας ὅλας." Ὁρᾷς, ὅτι περὶ τῆς Αἰγύπτου ἔλεγεν οὐχ ὡς θάλασσαν ἀπογαιωθεῖσαν, ἀλλ’ ὡς ἑλώδους τόπου. ἰδοὺ γάρ φησιν, ὅτι ὅσον ἐπὶ Μυκηνῶν καὶ Ἄργους συνέβη, τοιοῦτον δεῖ καὶ ἐπὶ ὅλης νομίζειν χώρας † συνέβη. πρόδηλον οὖν, ὅτι χάριν τοῦ πιστώσασθαι τὰ περὶ τῆς Αἰγύπτου εἰρημένα Ἄργους καὶ Μυκήνης ἐμνημόνευσεν.
“因此,正如在这一地方所发生的那样(尽管其规模甚小),对于广袤的地方和整个地区也应当作如是观。” 你看,关于埃及,他谈论它并非作为化为陆地的海洋,而是作为沼泽之地。因为看哪,他说凡在迈锡尼与阿耳戈斯所发生的事情,对于整个地区也应当认为发生了同样的事情。因此显而易见,为了证实关于埃及所说的内容,他才提及了阿耳戈斯与迈锡尼。
- 1.17.11ὅπερ ἐστὶν ἐγκαταλείμματα
关系代词 ὅπερ 为中性单数,指代前句陈述的事实(或概括 ὄστρακα)。尽管表语名词 ἐγκαταλείμματα 为中性复数,系动词 ἐστίν 仍依主语 ὅπερ 的单数形式保持单数。
- 1.17.11τοῦ πάλαι αὐτὴν εἶναι θάλασσαν
冠词化的属格不定式短语(τοῦ ... εἶναι)。它作为同格性或说明性属格,修饰前面的名词短语 ὁ τοιοῦτος λόγος(“即它先前是海洋的这种论点”)。
- 1.17.17ὄντων μικρῶν
无显式名词主语的独立属格结构。结合上下文,此处暗指各地点(τόπων),带有让步意味:“尽管这些地方的规模较小”。
