- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:114.1-115.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
基于亚里士多德《气象学》第一卷第十四章的引文(351a19–351b8),奥林匹奥多鲁解释了大地与海洋如何依据河流的增减及“大年”的秩序交替演变,并阐明了由于时间跨度漫长等原因人类未能察觉这些转变的理由。
" Οὐκ ἀεὶ δὲ οἱ αὐτοὶ τόποι τῆς γῆς οὔτε ὑγροί εἰσιν οὔτε ξηροί." Εἴρηται, ὅτι μεταβάλλει ἡ γῆ κατὰ τὸ ξηρὸν καὶ ὑγρόν, καὶ ὅτι τὸ ὑγρὸν ἢ πότιμον ἢ ἁλμυρὸν ἢ ἑλῶδες. διὰ τί δὲ ἄρα εἰς τοῦτο ἦλθεν; οὐ μάτην, ἀλλ’ ἐπειδὴ περὶ ἀναπόσεως καὶ ἐκφάνσεως προσεχῶς εἶπε, διὰ τοῦτο ζητεῖ τὴν γινομένην μεταβολήν· καὶ γὰρ ἐπὶ ἐκφάνσεως καὶ ἀναπόσεως μεταβολή τις γίνεται.
“然而大地的相同地方并非总是湿润,亦非总是干燥。” 已经说明过,大地依据干燥与湿润而转变,且湿润要么是可饮用的,要么是咸的,要么是沼泽的。那么,他究竟为何谈及此点?并非徒劳,而是因为他刚刚论及了吸收与显现,正是为此他探究所发生的转变;因为在显现与吸收的情形下,确实发生着某种转变。
"Ἀλλὰ μεταβάλλουσι κατὰ τὰς τῶν ποταμῶν γενέσεις καὶ ἀπολείψεις." Ἰδοὺ τὸ πρῶτον εἶδος τῆς μεταβολῆς τῆς ἀπὸ ποτίμου ὑγρότητος εἰς ξηρότητα γινομένης, ὡς ἐπὶ ἐκφάνσεως καὶ ἀναπόσεως ποταμῶν. γένεσιν γὰρ καλεῖ τὴν ἔκφανσιν, ἀπόλειψιν δὲ τὴν ἀνάποσιν.
“而是依据河流的生成与消竭而转变。” 看哪,从可饮用的湿润转变为干燥的这一第一种转变,正如同在河流的显现与吸收的情形中那样。因为他将显现称为“生成”,而将吸收称为“消竭”。
"Διὸ καὶ τὰ περὶ τὴν ἤπειρον μεταβάλλει καὶ τὴν θάλατταν." Τὸ δεύτερον εἶδος τῆς μεταβολῆς τὸ κατὰ τὴν ἁλμυρὰν ὑγρότητα μεταβάλλειν εἰς ξηρότητα, ὡς ἔχει ἐπὶ θαλάττης ἠπειρουμένης καὶ ἠπείρου θαλαττουμένης. διὰ δὲ τοῦ εἰπεῖν διό ἐδήλωσε καὶ τὴν αἰτίαν, διὰ τὴν τῶν ποταμῶν γένεσίν τε καὶ ἀπόλειψιν. διὰ τοῦτο μὲν θάλαττα, ὡς εἴρηται, ἠπειροῦται, ἤπειρος δὲ θαλαττοῦται.
“因此关于大陆与海洋的情形也发生转变。” 第二种转变是依据咸的湿润而转变为干燥,正如在海洋化为大陆与大陆化为海洋的情形中所见。通过说“因此”,他也指明了原因,即由于河流的生成与消竭。由于这一原因,如前所述,海洋化为大陆,而大陆化为海洋。
"Καὶ μέντοι τινὰ τάξιν χρὴ νομίζειν ταῦτα γίνεσθαι." Διὰ τούτου ἐνδείκνυται ἡμῖν τὴν τοῦ μεγάλου ἐνιαυτοῦ τάξιν. ὅταν οὖν γένηται μέγας χειμών, τότε ἤπειρος θαλαττοῦται, καὶ ὅταν δὲ μέγα θέρος, τότε ἡ θάλαττα ἠπειροῦται· ὅταν γὰρ χειμὼν γένηται, πλεονεξία ἐστὶν ὑδάτων, ὅταν δὲ θέρος, σπάνις.
“然而应当认为这些事情是以某种秩序发生的。” 通过这句话,他向我们指出了“大年”的秩序。因此,每当大冬来临时,大陆便化为海洋;而每当大夏来临时,海洋便化为大陆;因为冬日来临时水流过剩,夏日来临时水流匮乏。
"Ἀρχὴ δὲ τούτων καὶ αἴτιον καὶ τὰ ἑξῆς." Τὴν αἰτίαν βούλεται εἰπεῖν, δι’ ἣν ἐν τῇ τάξει τοῦ μεγάλου ἐνιαυτοῦ συμβαίνει θέρους μὲν γινομένου τὴν θάλατταν ἠπειροῦσθαι, χειμῶνος δὲ τοὐναντίον· ἐπειδή, φησί, τὰ μέρη τῆς γῆς ἀκμάζει τε καὶ φθίνει, καθάπερ καὶ τὰ ἔμψυχα. καὶ ἀκμάζει μὲν δεχομένη ὑγρότητα, φθίνει δὲ ξηραινομένη· ὑγραίνεται δέ, ὅταν [ἡ] ψύξις ᾖ, τουτέστιν ὅταν γένηται χειμών, ξηραίνεται δέ, ὅταν ᾖ θερμασία, τουτέστιν ὅταν γένηται θέρος. ἐντεῦθεν, εἰ μὲν καταξηρανθῇ, μὴ ἔχουσαι αἱ πηγαὶ ὕδωρ οὐ πέμπουσι τοῖς ποταμοῖς τοῦτο, καὶ μὴ δεχομένων, ἀλλὰ ξηραινομένων1 συμβαίνει τοὺς μὲν τόπους, οὓς πάλαι ἠπείρουν διὰ τὸ ἐπιφέρειν ἰλύν, θαλαττοῦσθαι εἰς τὸν οἰκεῖον τόπον τῆς θαλάττης φερομένης· οὓς δὲ πάλαι διὰ τὴν ὤθησιν τοῦ ὕδατος ἐθαλάττουν, νῦν ἀνάγκη ἠπειρωθῆναι μὴ ὄντος τοῦ ἐκεῖ ἐξωθοῦντος τὴν θάλασσαν. ταῦτα μέν, εἰ ξηρανθῇ ἡ γῆ· εἰ δὲ ἀκμάζει, πλημμυροῦσαι αἱ πηγαὶ αὔξονται οἱ ποταμοί. θάλασσα δέ, ἐν ᾗ εἰσβάλλουσιν, ἠπειροῦται, ἤπειρος δέ, ἐν ᾗ ἐξωθεῖται ἡ θάλασσα, θαλαττοῦται.
“而这些事情的始基与原因等等。” 他意在说明,为何在大年的秩序中,夏日来临时海洋化为大陆,而在冬日则相反;因为他说,大地的各部分正如具生命之物一样繁盛与衰落。大地通过接纳湿润而繁盛,因干燥而衰落;当有寒冷时,即冬日来临时,大地变湿润;而当有热气时,即夏日来临时,大地变干燥。由此,如果大地完全干燥,泉源无水便不再将水输送给河流,当河流不能接纳水而干涸时,以前由于带来淤泥而化为大陆的地方,便因海洋涌入其固有之处而化为海洋;而以前由于水流推挤而化为海洋的地方,如今由于不再有将海洋向外推挤者而必然化为大陆。如果大地干燥,情况便是如此;而如果大地繁盛,泉源泛滥,河流就会增大。河流注入其中的海洋化为大陆,而海洋被推挤至其中的大陆则化为海洋。
"Πλὴν ἐκείνοις μὲν οὐ κατὰ μέρος." Τὸ γὰρ τοῦ ἀνθρώπου, φέρε εἰπέ, σῶμα ὅλον ὡς ὅλον ἀκμάζει τε καὶ φθίνει, ἡ δὲ γῆ οὐχ ὅλη, ἀλλὰ κατὰ διάφορα μέρη. τοῦτο δὲ γέγονεν, ἵνα μεταξὺ τῶν πάντῃ ἀιδίων καὶ τῶν πάντῃ φθαρτῶν εἴη μέσον τι μήτε καθ’ ὅλον φθαρτόν, μήτε καθ’ ὅλον ἄφθαρτον.
“只是在那些东西中并非局部的。” 因为比如人的整个身体是作为一个整体繁盛与衰落的,但大地则并非作为整体,而是依据不同的部分。之所以如此,是为了在完全永恒之物与完全可灭之物之间存在某种居间物,它既非全盘可灭,亦非全盘不灭。
"Διὰ ψύξιν καὶ θερμότητα." Οὐ διὰ ταῦτα δὲ μόνον ἁπλῶς ἕπεται ἀκμὴ καὶ φθίσις, ἀλλὰ καὶ κατὰ ξηρότητα καὶ ὑγρότητα, ὅθεν καὶ οἱ νεκροὶ ‘ἀλίβαντες’ ὡς κατάξηροι.
“由于寒冷与炎热。” 然而繁盛与衰落并非单单绝对随这些[寒冷与炎热]而来,而是也依据干燥与湿润而来,因此死者由于完全干枯也被称为“无津液者”。
"Ταῦτα μὲν οὖν αὔξεται καὶ φθίνει ὡς διὰ τὸν ἥλιον." Ὁ μὲν Ἀριστοτέλης· τὰ μέρη τῆς γῆς, οἷον τυχὸν τὰ ὄρη, διὰ τὸν ἥλιον, φησί, καταξηραινόμενα καὶ ἐκκαιόμενα συμπίπτει· πλὴν οὐκ ἔστιν ἱκανὸς ὁ ἥλιος μόνος τοῦτο ποιῆσαι, ἀλλ’ ἡ σύνοδος πάντων τῶν πλανήτων ἢ τυφῶνες καὶ πρηστῆρες καὶ κεραυνοί· ταῦτα γὰρ ἱκανά εἰσιν ἐκφλέξαι ὄρη καὶ διαφθεῖραι.
“因此这些东西正如因太阳而增盛与衰落。” 亚里士多德说:大地的各部分,例如山峦,由于太阳而干枯、灼烧并崩塌;然而单单太阳不足以造成此事,而是所有行星的会聚,抑或旋风、热风与雷霆;因为这些才足以焚毁山峦并使其毁灭。
"Ἀλλὰ διὰ τὸ γίνεσθαι πᾶσαν τὴν φυσικὴν γένεσιν καὶ τὰ ἑξῆς." Τὰς αἰτίας λέγει τῆς ἀγνοίας τῆς μεταβολῆς μήπω τὸ ἄλλο μὲν εἶδος εἰρηκὼς τὸ κατὰ τὴν ἑλώδη ὑγρότητα γινόμενον. εἰσὶ δὲ τρία· ἢ γὰρ διὰ τὸ εἶναι ὀλίγον ἡμῶν τὸν χρόνον ἢ πρὸς τὴν μεταβολὴν κατὰ μέρος γινομένην,2 ἢ διὰ τὰς ἀθρόας ἀπωλείας, ἢ διὰ τὰς μετοικίσεις καὶ μεταναστάσεις.
“但由于一切自然生成发生等等。” 他在尚未谈及依据沼泽湿润而发生的另一种转变之前,先说明了对这种转变无知的原因。原因有三:要么是由于我们的时间短暂,抑或相对于局部发生的转变而言时间微不足道;要么是由于一举覆灭;要么是由于迁居与流徙。
- 1.17.6καὶ μὴ δεχομένων, ἀλλὰ ξηραινομένων
属格独立结构,所省略的逻辑主语为前文的“河流”(ποταμοί)。该结构承接前句中泉源无水“不输送给河流”(οὐ πέμπουσι τοῖς ποταμοῖς τοῦτο),表述河流未接纳水源而干涸的情形。
- 1.17.10ἢ γὰρ διὰ τὸ εἶναι ὀλίγον ἡμῶν τὸν χρόνον ἢ πρὸς τὴν μεταβολὴν κατὰ μέρος γινομένην
在 διὰ τὸ εἶναι ὀλίγον ἡμῶν τὸν χρόνον 之后的 ἢ 并非引导完全并列的另一种原因,而是起修正或补充限定的作用(“抑或相对于局部发生的转变而言”)。πρὸς 支配宾格,表示“与……相比”。
- 1.17.8ἀλίβαντες
死者的古老称谓。注解者依据词源学解释将其视为否定前缀 ἀ- 与 λιβάς(滴、水汽)的复合词,意为“缺乏水汽者”或“干枯者”,以此作为论据。
未在正文中定位
