- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:112.29-113.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多鲁斯对比了希罗多德与亚里士多德对埃及陆地化的表述,援引尼罗河人工河口及荷马对孟菲斯的沉默等论证。接着他以阿尔戈斯与迈锡尼的环境变迁为例,阐述了地形转变不为人所察觉的三个原因。
ὅθεν ὁ Ἡρόδοτος τὴν Αἴγυπτον δῶρον Νείλου ἐκάλεσεν, ὁ δὲ Ἀριστοτέλης ἔργον αὐτὴν τοῦ Νείλου καλεῖ. καὶ ἄμεινον ὁ Ἀριστοτέλης ἤπερ Ἡρόδοτος ἐκάλεσε, διότι γεωργικῷ ὀνόματι ἐκάλεσεν· οἱονεὶ γὰρ εἰργάσατο τὴν Αἴγυπτον ὁ Νεῖλος. πρέπει γὰρ τῇ γεωργίᾳ τὸ ἔργον, ὡς δηλοῖ τὸ Ἡσιόδου σύγγραμμα τὸ ἐπιγραφὲν Ἔργα καὶ ἡμέραι, διὰ τὸ γεωργικὰ εἶναι τὰ διδασκόμενα, ὡς δηλοῖ καὶ αὐτὸς ὁ ποιητὴς λέγων· * * * πλὴν οὐδὲ Ἡρόδοτος ἀπροσφόρῳ ὀνόματι ἐχρήσατο, διότι ὥσπερ δωρεὰν οἱ Αἰγύπτιοι τὸ ἀπογαιούμενον ἔχουσιν. ἀμέλει γοῦν καὶ μάχονται περὶ αὐτοῦ, ὡς καὶ φόνους ποιεῖν. διὸ δὴ καὶ ἐπινενόηται παρ’ αὐτοῖς μέτρον, ὅπερ ἄκαινον καλοῦσι παρὰ τὸ στέρησιν ποιεῖν τοῦ φόνου. ‘καίνω’ γάρ ἐστι τὸ ‘φονεύω’. ὅτι δὲ ἡ Αἴγυπτος θάλαττα ἦν καὶ ἠπειρώθη, δείκνυσιν Ἀριστοτέλης διὰ τριῶν ἐπιχειρημάτων, ὧν τὸ ἓν ἐν ἑτέρᾳ θεωρίᾳ φυλάξομεν. ἔστι δὲ τῶν δύο τὸ ἓν τοιοῦτον· εἰ τὰ στόμια τοῦ Νείλου πάντα πλὴν τοῦ Κανωπικοῦ χειροποίητά εἰσι διὰ τὸ ἐκρεῖν τὸν ποταμὸν ἐπινοηθέντα, δῆλον, ὅτι ὁ ποταμὸς ἦν ἀπογαιώσας τὴν θάλασσαν. ὅτι δὲ τὸ Κανωπικὸν στόμιον οὐκ ἔστι χειροποίητον, δῆλον, ἐπειδὴ πλέων ὁ Μενέλαος κατήντησεν ἐκεῖσε· ὅθεν καὶ Κανωπικὸν ἐκλήθη διὰ Κάνωπον, τὸν κυβερνήτην αὐτοῦ. τοῦτο τὸ πρῶτον ἐπιχείρημα. δεύτερον ἐπιχείρημα, εἰ ὁ ποιητὴς τῶν Θηβαίων μέμνηται, οὐ δήπου δὲ τῆς Μέμφιδος. μᾶλλον γὰρ ἢ οὔπω ἦν ἡ Μέμφις ἀπογαιωθεῖσα ἢ οὐ καὶ πολὺς ὁ ἀπογαιωθεὶς τόπος.1 ἔδει γάρ, εἴπερ ἦν ἡ Μέμφις, μνημονεῦσαι αὐτῆς τὸν ποιητήν· αὕτη γὰρ ἦν καὶ ἡ βασιλεύουσα. καὶ ὅτι αὕτη ἐβασίλευσε, δῆλον ἐκ τοῦ τοὺς Ἀλεξανδρεῖς τὴν τοῦ Κυνὸς ἐπιτελεῖν ἐπιτολὴν οὐχ ὅταν αὐτοῖς ὁ Κύων, ἀλλ’ ὅτε τοῖς Μεμφίταις ἐπιτέλλει. οὕτω μὲν οὖν δέδεικται, ὅτι καὶ ἀπὸ ποτίμου γῆς ξηρὰ γίνεται γῆ καὶ ἀπὸ ξηρᾶς πότιμος, ἔτι μήν, ὅτι καὶ τὸ ἁλμυρὸν ὑγρὸν εἰς ξηρότητα μεταβάλλει 〈καὶ ξηρότης εἰς ὑγρότητα〉. ὅτι δὲ καὶ ὑγρότης λιμνώδης εἰς ξηρότητα μεταβάλλει καὶ ξηρότης εἰς ὑγρότητα, δῆλον. τὸ γὰρ Ἄργος πάλαι ἐπὶ τῶν Τρωικῶν ἑλῶδες ἦν· διὸ καὶ οὐδὲ ᾠκεῖτο, ἀλλ’ ἱππόβοτον ἦν. αἱ δὲ Μυκῆναι εὔκρατοι ἦσαν· διὸ καὶ πολύχρυσος καὶ βασιλεύουσα ἦν. νῦν δὲ τοὐναντίον· τὸ μὲν Ἄργος εὔκρατον, ἡ δὲ Μυκήνη ξηροτάτη, ὥστε μηδὲ οἰκεῖσθαι σχεδὸν αὐτήν, ἀλλ’ εἶναι βοοστάσιον. ἀλλὰ ζητῆσαι ἄξιον, τί δήποτε ὁ ποιητὴς ‘πολυδίψιον’ ἐκάλεσε τὸ Ἄργος ἑλῶδες ὂν τότε. ἢ ῥητέον, ὅτι πολυδίψιον οὐ κατὰ τὴν ἄχρηστον ὑγρότητα, ἀλλὰ κατὰ τὴν χρηστήν. αὗται μὲν οὖν αἱ μεταβολαὶ γίνονται, πλὴν λανθάνουσιν διὰ τρεῖς αἰτίας· ἢ γὰρ διὰ τὸ ἐν πολλῷ χρόνῳ γίνεσθαι κατὰ τὴν ἡμετέραν ζωὴν τὰς τοιαύτας μεταβολὰς οὐ δυνάμεθα αὐτὰς γνῶναι ἢ διὰ τὰς ἀθρόας τῶν ἐθνῶν ἀπωλείας, αἵτινες γίνονται τριχῶς, ἢ διὰ πόλεμον ἢ διὰ λιμὸν ἢ διὰ ἀφορίαν καρπῶν. τρίτη αἰτία· καὶ διὰ τὸ τὰς κατὰ μέρος γινομένας οἰκίσεις τε καὶ μεταναστάσεις ἡ ἄγνοια τούτων ἕπεται·2 συμβαίνει γὰρ τὸν αὐτὸν ἄνθρωπον τὸν πάντα χρόνον αὐτοῦ τῆς ζωῆς μὴ ἐν ἑνὶ τόπῳ † ποιοῦντα ἀγνοεῖν τὰ ἐν πᾶσι τοῖς τόποις, ἐν οἷς ᾤκησεν. αὕτη ἐστὶν ἡ ἐξήγησις πάσης τῆς λέξεως. πλὴν Ἀριστοτέλης οὐ τῇ αὐτῇ τάξει κέχρηται, ᾗ καὶ ἡ θεωρία ἐχρήσατο, καὶ μὴ γένηται ἡμῖν ἐνταῦθα ἀπάτη τις.
因此希罗多德称埃及为“尼罗河的馈赠”,而亚里士多德则称其为尼罗河的“劳作[耕作]”。亚里士多德的称呼比希罗多德更为恰当,因为他是用农耕的名词来称呼的;因为尼罗河仿佛耕作了埃及一样。事实上,“劳作”一词适合于农耕,正如赫西俄德题为《工作与时日》的著作所表明的那样,因为其中所教授的内容是关于农耕的,正如诗人自己说话时所表明的那样:[……]不过,希罗多德所用的名称也并非不贴切,因为埃及人如同获得馈赠一般拥有这片陆地化的土地。至少他们为此发生争斗,甚至造成谋杀。也正因此,他们之间发明了一种尺度,称之为“阿凯农”,这是由于它能免除谋杀;因为“凯诺”意即“谋杀”。关于埃及曾是海洋并化为大陆,亚里士多德通过三个论证来阐明,其中一个我们将留待另一考察中讨论。而这两个中的一个是这样的:如果尼罗河的所有河口除坎诺普斯河口外全都是人工的、是为了让河水流出而设计出来的,那么显然正是这条河流使大海化为大陆。坎诺普斯河口并非人工,这从墨涅拉俄斯航海抵达那里即可看出;因此它也因其舵手坎诺普斯而被称为坎诺普斯河口。这是第一个论证。第二个论证是,诗人[荷马]提到了底比斯人,但绝没有提到孟菲斯。因为毋宁说,孟菲斯要么尚未陆地化,要么陆地化的区域还不大。因为如果孟菲斯存在,诗人必定会提及它;因为这正是当时的王都。而它曾作为王都,从亚历山大人庆祝天狼星偕日升不是在天狼星为他们升起时、而是在为孟菲斯人升起时庆祝这一事实中便清晰可见。于是,如此便证明了既从可饮用的大地产生干燥的大地,又从干燥的大地产生可饮用的大地,不仅如此,咸的湿润也转变为干燥〈且干燥转变为湿润〉。而沼泽的湿润转变为干燥且干燥转变为湿润,也是显然的。因为阿尔戈斯在特洛伊战争时期的古时曾是沼泽地;因此那里甚至无人居住,而是放马之地。迈锡尼则是气候适宜的;因此它既多金又是王都。但现在情况相反:阿尔戈斯气候适宜,而迈锡尼则极其干燥,以至于几乎无人居住,成了牛棚。然而值得探究的是,诗人为何将当时还是沼泽地的阿尔戈斯称为“极渴的”。或者应当说,“极渴的”不是就无用的湿润而言,而是就有用的[可饮用的]湿润而言的。总之,这些转变固然发生,但由于三个原因而未被察觉:要么是因为相对于我们的寿命而言,这类转变是在漫长的时间中发生的,我们无法认识它们;要么是因为各民族的全军覆没,这是以三种方式发生的:或因战争,或因饥荒,或因庄稼绝收。第三个原因是:由于局部的定居和迁徙,对这些转变的无知也随之而来;因为会发生同样的人没有在一个地方[度过]他一生的全部时间,从而不知道在他住过的所有地方所发生的事的情况。这就是整段文句的解释。然而,亚里士多德所用的顺序与本篇考察所用的顺序不同,而且我们不要在这里产生某种误解。
- 1.17.1μᾶλλον γὰρ ἢ οὔπω ἦν ἡ Μέμφις ἀπογαιωθεῖσα ἢ οὐ καὶ πολὺς ὁ ἀπογαιωθεὶς τόπος
副词 μᾶλλον(毋宁说)引出并列选择连词 ἤ ... ἤ ...(要么……要么……),提出了荷马未提及孟菲斯的两个并列推测:孟菲斯要么尚未陆地化,要么陆地化的范围还不大。
- 1.17.1καὶ διὰ τὸ τὰς κατὰ μέρος γινομένας οἰκίσεις τε καὶ μεταναστάσεις ἡ ἄγνοια τούτων ἕπεται
此处出现破格句(anacoluthon):介词短语 διὰ τό 后未出现通常所要求的不定式(如 ἕπεσθαι),而是直接接续了带有主语 ἡ ἄγνοια 和陈述语气动词 ἕπεται 的独立主句。宾格短语 τὰς ... οἰκίσεις τε καὶ μεταναστάσεις 可视为直接由 διά 所支配。
