- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:111.16-112.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多罗开始评注《气象学》第1卷第14章开篇(351a19),通过河流的伏流与再现、“大年”(大冬与大夏)的天文周期以及以埃及为例的河流泥沙淤积,论述了地表干湿的周期性交替。
" Οὐκ ἀεὶ δ’ οἱ αὐτοὶ τόποι τῆς γῆς καὶ τὰ ἑξῆς." Τὸ προκείμενόν ἐστι δεῖξαι, ὅτι μεταβάλλει τὰ μέρη τῆς γῆς κατὰ τὸ ξηρότερον καὶ ὑγρότερον, ἀπὸ ὑγροῦ ξηρότερα γινόμενα καὶ ἀπὸ ξηροῦ ὑγραινόμενα. τριττῆς δὲ οὔσης τῆς ὑγρότητος, ἢ ποτίμου ἢ ἁλμυρᾶς ἢ ἑλώδους, δείκνυσι πᾶσαν ὑγρότητα εἰς ξηρότητα μεταβάλλουσαν. ὅτι γὰρ ἀπὸ ποτίμου ὑγρότητος μεταβάλλει ἡ γῆ 〈εἰς〉 ξηρότητα καὶ ἀπὸ ξηρότητος εἰς ὑγρότητα πότιμον, δηλοῦσιν αἱ ἀναπόσεις καὶ αἱ ἐκφάνσεις τοῦ ποταμοῦ. οἱ γὰρ τόποι, ἐν οἷς ἀνεπόθη, πάλαι ὑγροὶ ὄντες νῦν ξηροὶ ἐγένοντο· ἐν οἷς δ’ ἀνεφάνη τόποις, πάλαι ξηρότητος οὔσης νῦν ὑγρότης ἐπλεόνασεν. οὕτω μὲν κατὰ τὴν πότιμον ὑγρότητα. ἀλλὰ μὴν καὶ κατὰ τὴν ἁλμυράν· καὶ ὅτι τοῦτο ἀληθές, δῆλον ἐκ τοῦ καὶ τὴν ἤπειρον θαλαττοῦσθαι καὶ τὴν θάλατταν ἠπειροῦσθαι· ἡ γὰρ μεταβολὴ νῦν κατὰ ξηρότητα καὶ ὑγρότητα γέγονεν, ἀλλὰ ὑγρότητα ἁλμυράν. συμβαίνει δὲ τοῦτο τὴν θάλατταν ἠπειροῦσθαι καὶ τὴν ἤπειρον θαλαττοῦσθαι διὰ τὸν μέγαν καλούμενον χειμῶνα καὶ τὸ μέγα θέρος. μέγας δέ ἐστιν ὁ χειμών, ἡνίκα πάντες οἱ πλάνητες ἐν χειμερινῷ ζῳδίῳ γένωνται, ἢ Ὑδροχόῳ ἢ Ἰχθύσι· μέγα δέ ἐστι θέρος, ὅταν πάντες ἐν θερινῷ ζῳδίῳ γένωνται, ἢ Λέοντι ἢ Καρκίνῳ. ὥσπερ γὰρ ὁ ἥλιος μόνος ἐν Λέοντι μὲν γινόμενος ποιεῖ θέρος, ἐν Αἰγοκέρωτι δὲ χειμῶνα, καὶ οὕτω γίνεται ὁ ἐνιαυτὸς οὕτω κληθεὶς διὰ τὸ εἰς ἓν καὶ τὸ αὐτὸ φέρειν τὸν ἥλιον·1 ἀπὸ γὰρ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ ἀποκαθίσταται. † τί οὖν ἐστι διὰ πολλοῦ χρόνου πάντων τῶν πλανήτων γινομένη τάξις, ἥτις ποιεῖ τὸν μέγαν ἐνιαυτόν; εἰ γὰρ πάντες οἱ πλάνητες κατὰ κορυφὴν γινόμενοι θερμαίνουσιν ὥσπερ καὶ ὁ ἥλιος, ἀφιστάμενοι δὲ τούτου ψύχουσιν, οὐκ ἀπεικὸς πάντας κατὰ κορυφὴν γινομένους ποιεῖν μέγα θέρος, ἀφισταμένους δὲ χειμῶνα. ἐν οὖν τῷ μεγάλῳ χειμῶνι ἡ ἤπειρος θαλαττοῦται, ἐν δὲ τῷ μεγάλῳ θέρει τοὐναντίον διὰ τὸ ποῦ μὲν ἔκκαυσιν καὶ πολλὴν ξηρότητα, ποῦ δὲ ὑγρότητα. εἰπὲ δὲ καὶ ἄλλην αἰτίαν2 τοῦ τὴν θάλατταν ἠπειροῦσθαι καὶ τὴν γῆν θαλαττοῦσθαι. τούτου αἴτιοί εἰσιν οἱ ποταμοί· εἰσβάλλοντες γὰρ εἰς τὴν θάλατταν τῷ ἐπιφέρειν ἰλὺν ἠιόνας ποιοῦσι, καὶ οὕτως ἀπογαιοῦται ὁ τόπος ἐκεῖνος, μὴ εἰσβάλλοντες δὲ ποιοῦσι〈τὴν〉 γῆν θαλαττοῦσθαι· καὶ γὰρ τὸ ὕδωρ τῆς θαλάττης φέρεσθαι ἐπὶ * * * τῆς γῆς ποιεῖ. πλὴν οἱ ποταμοὶ καὶ εἰσβάλλοντες καὶ μὴ εἰσβάλλοντες ἑκάτερον ποιοῦσιν, ἀλλ’ οὐ κατὰ τὸν αὐτὸν τρόπον. ἐὰν γὰρ τυχὸν εἰσβάλῃ ποταμὸς περὶ τὸ νότιον μέρος, ἠπειροῖ τὴν θάλατταν· ἀλλ’ ἐνταῦθα ἠπειρουμένη ἀνάγκῃ ὠθουμένη εἰς τὴν ἀντιπέραν ἤπειρον χωρεῖ, καὶ ἐκείνη θαλαττοῦται. οὕτω μέν, εἰ εἰσβάλλει. εἰ δὲ μὴ εἰσβάλλει, παλινοστεῖ τὸ ὕδωρ πάλιν ἐπὶ τὸν οἰκεῖον τόπον· καὶ ἠπειροῦται μὲν τὸ πάλαι θαλαττωθέν, θαλαττοῦται δὲ τὸ πάλαι ἠπειρωθέν. ὅτι δὲ καὶ θάλαττα ἠπειροῦται καὶ ἤπειρος θαλαττοῦται, πιστοῦται ὁ Ἀριστοτέλης ἐκ τῆς Αἰγύπτου. πάλαι γὰρ αὕτη θάλασσα ἦν, καὶ τοῦ Νείλου ἐπιφέροντος ἀεὶ νέαν ἰλύν (διὰ τοῦτο γὰρ καὶ Νεῖλος ἐκλήθη), τῆς ἰλύος ἐπισωρευομένης εἰς τὰ πλάγια μέρη τοῦ ποταμοῦ καὶ τῆς θαλάττης, τῆς κατὰ μέρος προσθήκης γινομένης ἡ θάλαττα ἠπειροῦτο. καὶ πάλιν τοῦ στομίου χωροῦντος ὡς ἐπὶ τὴν θάλατταν συνέβαινε τὰ παρ’ ἑκάτερα, ἐν οἷς συνήγετο ἡ ἰλύς, ἠπειροῦσθαι, ὡς πρὸς τὰ τυχόντα ἀφεστῶτα τῆς θαλάττης νῦν μέρη τῆς Αἰγύπτου ἠπειρωθῆναι.3
“然而大地的同一地方并非总是[潮湿或干燥],等等。” 当下的课题是要表明,大地的各部分就较干与较湿而言发生变化,由湿变干,由干变湿。湿润既有三种——或为可饮用的,或为咸的,或为沼泽的——他便表明每一种湿润都在向干燥转变。因为大地从可饮用的湿润转变〈为〉干燥,又从干燥转变为可饮用的湿润,河流的被吞没与显现表明了这一点。因为它被吞没的那些地方,古时曾是潮湿的,现在变干了;而在它显现的那些地方,古时曾是干燥的,现在潮湿增多了。就可饮用的湿润而言是如此。不仅如此,就咸的湿润而言亦然;而这一点是真实的,从大陆变为海洋以及海洋变为大陆即可看出;因为当下的转变也是依照干燥与湿润发生的,只不过是咸的湿润。而海洋变为大陆与大陆变为海洋这件事,是因所谓的“大冬”与“大夏”而发生的。大冬是指所有行星都处于冬天的星座中,即水瓶座或双鱼座;大夏是指所有行星都处于夏天的星座中,即狮子座或巨蟹座。因为正如唯独太阳处于狮子座时造成夏季,处于摩羯座时造成冬季,年便是由此产生的——之所以如此命名,是因为它将太阳带回到一个且同一[位置](因为它从同一处复归于同一处)。那么,经历长久时间在所有行星中产生、并构成“大年”的秩序究竟是什么呢?因为如果所有的行星处于天顶时都如同太阳一样发热,远离天顶时则致冷,那么它们全都在天顶时造成大夏,远离时造成[大]冬,就不是不可能的。于是在大冬时大陆变成海洋,而在大夏时则相反,这是由于在某处发生灼烤和剧烈干燥,在另一处则发生潮湿。你亦当陈述海洋变为大陆以及大地变为海洋的另一原因。河流便是此事的诱因:因为它们注入海洋时,由于带来淤泥而造成水滩,那处地方便由此陆地化;但它们若不注入,便使大地变为海洋;因为它使海水冲向大地之[……]。然而河流无论注入还是不注入,都会造成这二者,但不是以相同的方式。例如,假使河流恰好在南部区域注入,它便使海变为大陆;但海在那里陆地化后,必然受推挤而涌向对岸的大陆,于是那一侧便化为海洋。如果注入,情况便是如此。但如果不注入,水便再次退回其原初的处所;于是古时化为海洋之处变为大陆,而古时化为大陆之处则变为海洋。关于海洋化为大陆且大陆化为海洋,亚里士多德由埃及之事得到了证实。因为古时那里曾是大海,而随着尼罗河不断带来新的淤泥(事实上它正是因此被称为“尼罗河”),淤泥堆积在河流与海洋的两侧,随着局部的增加,海洋逐渐陆地化。而随着河口再次向海洋方向推进,聚集了淤泥的两侧区域便发生陆地化,以至于陆地化到了与如今远离海洋的埃及诸任意区域相当的程度。
- 1.17.1διὰ τὸ εἰς ἓν καὶ τὸ αὐτὸ φέρειν τὸν ἥλιον
在由介词 διά 引导的带冠词不定式结构(διὰ τὸ ... φέρειν)中,τὸν ἥλιον 既可被视为及物动词 φέρειν 的宾格宾语(“因将太阳带回到一个且同一[点]”),亦可视为不及物用法的宾格主语(“因太阳运行到一个且同一[点]”)。考虑到此处涉及对“年”(ἐνιαυτός)字源的通俗解说(溯源至 εἰς ἓν αὐτό 或 ἐν ἑαυτῷ),且后句紧接以不及物的 ἀποκαθίσταται(复归)作为说明,将其作及物动词之宾语解最为顺畅。
- 1.17.1εἰπὲ δὲ καὶ ἄλλην αἰτίαν
第二人称单数命令式 εἰπέ 在注疏语体中充当修辞性的过渡或提示语(“你亦当陈述另一原因……”或“且看另一原因……”),用于从天文原因(大年)转换引入地面原因(河流与泥沙沉积)。
- 1.17.1ὡς πρὸς τὰ τυχόντα ἀφεστῶτα τῆς θαλάττης νῦν μέρη τῆς Αἰγύπτου ἠπειρωθῆναι
连词 ὡς 带有被动不定式 ἠπειρωθῆναι,构成表示结果的从属结构(相当于 ὥστε 引导的不定式短语)。介词短语 πρὸς τὰ τυχόντα ... μέρη 表比较基准,意为“以至于陆地化到了与如今远离海洋的埃及诸任意区域相当的程度”。
