- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:109.22-111.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
评注亚里士多德《气象学》350b30–351a16,论述将地下湖泊设想为河流唯一来源之不足,并解释阿卡迪亚、高加索周边(迈奥提斯湖)和利古里亚的地下潜流与涌出,以及湖泊生成的不同方式。
" Οὐ μὴν ἀλλὰ καὶ τοιούτους τόπους ἔχοντας πλῆθος ὕδατος." Ἐντεῦθεν ἐπὶ τὸ τελευταῖον μέτεισι λέγων, ὅτι οἶδα κἀγώ, ὡς ἔστιν ἐνεργείᾳ τῶν ποταμῶν ἡ ὕλη, ἀλλ’ οὐ μόνη. ἀλλὰ καὶ τὸ καθ’ ἑκάστην ἐκ τῆς γῆς γεννώμενον ὕδωρ * οἷον λίμνας οὐδὲν ἄτοπον,1 πλὴν οὐ τηλικαύτην, ὥστε ἐξ αὐτῶν ἐκρεῖν ὅλον τὸ ὕδωρ. ὥσπερ γὰρ τὰς φανερὰς πηγὰς εἴ τις ὑπονοήσει μόνας εἶναι τὰς χορηγούσας τοῖς ποταμοῖς, διασφάλλεται (οὐ γὰρ αὔταρκες τὸ ὕδωρ), οὕτως οὐδὲ ἐὰν λίμνας ὑπόθηται, οὐδὲν ἧττον διαμαρτάνει· οὐ γὰρ τοσοῦτον δύναται ἡ γῆ πᾶσα χωρῆσαι, ὅσον καὶ ἐκρεῖ.
“然而也有拥有大量水的这类地方。” 从这里起他转向最后一点,说道:我也知道河流的质料是现实存在的,但并非唯独如此;而且每日由大地所生成的水也是[存在的],[设定]诸如湖泊之类的东西绝非荒谬,只是并非规模大到所有的水都从中流出。因为正如某人若猜想唯有可见的泉水向河流供应,他便会失误(因为这些水并不自足),同样,假使他假设湖泊,他也绝不少犯错误;因为整个大地不可能容纳如同所流出的那样多的[水]。
"Περὶ τὴν Ἀρκαδίαν." Ἐπειδὴ ἡ Πελοπόννησος εἰς πέντε διῄρηται, Ἀρκαδίαν, Μεσσήνην, Ἤλιδα, Ἄργος καὶ Λακεδαίμονα, διὰ τοῦτο εἶπε περὶ τὴν Ἀρκαδίαν τῆς Πελοποννήσου. συμβαίνει οὖν ἐν αὐτῇ ἀναποθῆναι ποταμὸν καὶ ἐν ἄλλῳ τόπῳ ἐκφανῆναι· ἀνεπόθη δέ, ἐπειδὴ ὄρους παρακειμένου μὴ ἔχων διέξοδον, ἀλλὰ καὶ βιαζόμενος ἐκ τοῦ ἐπιφερομένου ὕδατος δίοδον αὑτῷ ἐπὶ τὰ κάτω ἐποιήσατο.
“在阿卡迪亚周边。” 由于伯罗奔尼撒被划分为五部分,即阿卡迪亚、美塞尼亚、伊利斯、阿尔戈斯和拉刻代蒙,因此他说了伯罗奔尼撒的“阿卡迪亚周边”。于是在那里发生了一条河流被吞没而在另一处显现出来的事;而它被吞没,是因为旁边有山阻隔而没有出口,但在涌入之水的逼迫下,它为自己开辟了一条向下的通道。
"Ἄλλην γὰρ περὶ τὸν Καύκασον λίμνην καλοῦσιν οἵαν καὶ θάλατταν." Περὶ τῆς Μαιώτιδος λίμνης λέγει, ὅτι αὐτὴ ἀνεπόθη καὶ ἡ ἔκφανσις αὐτῆς γέγονε περὶ τὸν Πόντον, ὡς ἐκεῖθεν γλυκὺ ὕδωρ ἀναβρύεσθαι, εἰς οὓς τόπους ἡ ἔκφανσις γέγονεν ἐν τῇ θαλάττῃ. ζητῆσαι δὲ ἄξιον, τί δήποτε θάλασσαν αὐτὴν ἐκάλεσε. καί φαμεν· ἢ διὰ τὸ μέγεθος (οὕτω γὰρ καὶ τὴν θάλασσαν ‘λίμνην’ ἐκάλεσεν ὁ ποιητὴς διὰ τὸ πλάτος, εἰρηκώς· Ἠέλιος δ’ ἀνόρουσε λιπὼν περικαλλέα λίμνην) ἢ διότι στάσιμόν ἐστι τὸ λιμναῖον ὕδωρ. τοιαύτη δὲ καὶ ἡ θάλασσα· εἰ γὰρ ὁλότης ἐστίν, αἱ δὲ ὁλότητες ἀΐδιοι κατὰ Ἀριστοτέλην, μόνιμός ἐστι καὶ στάσιμος ἡ θάλασσα. ἢ διὰ τοῦτο ἢ εἰπεῖν, ὅτι πάλαι θάλαττα ἦν ἐκεῖ· ἀλλ’ εἰσβάλλοντες οἱ ποταμοὶ καὶ πολλὴν ὕλην ἐπιφερόμενοι ἀπεγαίωσαν μέρος τῆς θαλάσσης καὶ ἠϊόνα ἐποίησαν. ὅθεν καὶ ἠϊὼν λέγεται παρὰ τὸ πλεονάζειν ἐν αὐτῇ τὴν γῆν. γενομένης οὖν τῆς ἠϊόνος τὸ ἐγκαταλειφθὲν ἁλμυρὸν ὕδωρ ἐξεγλυκάνθη καὶ ἐποίησε τὴν λίμνην· ἴσως οὖν πάλαι ἦν θάλαττα καὶ διὰ τοῦτο ‘θάλατταν’ αὐτὴν καλοῦσιν. ἔστι μὲν οὖν οὗτος ὁ τρόπος εἷς γενέσεως λίμνης· ἔστι δὲ καὶ ἕτερος, ἡνίκα εἰσβάλλων ποταμὸς εἰς γῆν, ἢν μὴ εὑρίσκῃ διέξοδον, εἰς πλάτος ἐξαπλωθῇ καὶ ἐξορύττων τὴν γῆν ποιήσῃ βάθος. πλὴν ὁ μὲν πρῶτος, ἐφ’ ὃν παράκειται θάλασσα, ἁρμόζει·2 ὁ δὲ δεύτερος ἐπὶ τοῖς ὀρεινοῖς τόποις, οὐ τοῖς ἐν λίμναις.
“因为他们在高加索周边把另一个湖泊也称为海。” 他谈论的是迈奥提斯湖,说它本身被吞没,而它的显现在蓬托斯海周围发生,以致从那里有淡水喷涌出来,进入在海中发生显现的那些地方。但值得探究的是,他究竟为何将其称为“海”。我们说:要么是由于其规模(因为诗人也正因其宽广而将大海称为“湖泊”,曾说:“太阳跃起,离开了美丽的湖泊”),要么是因为湖水是停滞的。大海也是如此;因为大海若是一个整体,而按照亚里士多德的观点诸整体是永恒的,大海便是常驻而停滞的。要么是因为这一缘故,要么应当说,古时那里曾是大海;但注入的河流携带大量泥沙,使海的一部分陆地化并形成了岸滩。岸滩之所以被称为岸滩,也是因泥土在其中增多之故。岸滩生成之后,被遗留下来的咸水变淡并形成了湖泊;也许古时它曾是大海,因此他们才称其为“海”。这便是湖泊生成的一种方式;而另有一种方式则是,当流入陆地的河流若找不到出口,便向广处扩展,掘出大地形成深洼。然而第一种方式适用于有海毗邻的地方,第二种则适用于多山的地方,而非湖泊之中的地方。
"Ταῦτα γάρ ἐστιν ἄπειρόν τι τῆς θαλάττης βάθος." Εἴρηται, ὅτι οὐ κατὰ ἀλήθειαν ἄπειρόν ἐστιν, ἀλλ’ ἀπάτη γίνεται, ποία δὲ ἡ ἀπάτη γίνεται.
“因为这些乃是海洋的某种无限深度。” 已经说明过,在真实上它并非无限,而是产生了错觉,以及产生了何种错觉。
"Αὕτη δὲ πόρρω τῆς γῆς σχεδὸν περὶ τριακόσια στάδια ὕδωρ ἀναδίδωσι." Τρισσαχῇ, περὶ στάδια τριακόσια. ὁ μὲν φιλόσοφος εἶπεν· ἀπὸ τῆς Μαιώτιδος λίμνης ἀριθμούντων εἰσὶ τὰ στάδια,3 ἐμοὶ δὲ δοκεῖ ἀπὸ τῆς παρακειμένης γῆς τῷ Πόντῳ ἀριθμῆσαι· ἀπὸ γὰρ τῆς Μαιώτιδος λίμνης εἰς τὸν Πόντον πάνυ πολύ ἐστι διάστημα.
“而它在距陆地很远处,大约三百斯塔德处涌出水来。” 以三种方式,大约三百斯塔德。哲学家曾说:对于从迈奥提斯湖计算的人而言,斯塔德之距正是如此;但在我看来应当从紧邻蓬托斯海的陆地起算;因为从迈奥提斯湖到蓬托斯海有着极大的距离。
"Καὶ περὶ τὴν Λιγυστικὴν οὐκ ἐλάττων τοῦ Ῥοδανοῦ καταπίνεται ποταμός." Οὐχ ὅτι Ῥοδανός, ἀλλ’ ὅτι ἄλλος ἴσος αὐτῷ καταπίνεται. οὗτος δὲ ὁ Ῥοδανὸς οὕτως ἐστὶ μέγιστος, ὥστε καὶ ναῦς ἐν αὐτῷ πλεῖν, ὅπερ ἔστι καὶ ἐπὶ τοῦ Νείλου.
“在利古里亚周边,一条不亚于罗达诺斯河的河流被吞没。” 并非罗达诺斯河本身被吞没,而是另一条与之相当的河流被吞没。这条罗达诺斯河极其巨大,以致船只都能在其上航行,这也正是尼罗河的情形。
- 1.16.19ἀλλὰ καὶ τὸ καθ’ ἑκάστην ἐκ τῆς γῆς γεννώμενον ὕδωρ * οἷον λίμνας οὐδὲν ἄτοπον
此处文本存在脱文(*)。根据上下文,ἀλλὰ καὶ τὸ ... ὕδωρ 缺少对应的述语动词,而随后的 οἷον λίμνας 则作省略的不定词(如 ὑποτίθεσθαι,“假设”)之宾语,构成 οὐδὲν ἄτοπον[ἐστί]的主语从句。
- 1.16.21πλὴν ὁ μὲν πρῶτος, ἐφ’ ὃν παράκειται θάλασσα, ἁρμόζει
名词省略与关系子句结构。主语 ὁ μὲν πρῶτος 承前省略了 τρόπος;关系词短语 ἐφ’ ὃν 隐含了表示地点的先行词(如 τόποις),与后文的 ὁ δὲ δεύτερος ἐπὶ τοῖς ὀρεινοῖς τόποις 形成并列对比。
- 1.16.23ἀπὸ τῆς Μαιώτιδος λίμνης ἀριθμούντων εἰσὶ τὰ στάδια
ἀριθμούντων 为属格分词,此处用作无显式主词的独立属格,或表示视角/基准的属格(“对于自迈奥提斯湖起算的人而言”),其功能相当于表示判断者的与格。
