- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:108.4-109.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多罗对亚里士多德《气象学》(350a24–350b22)中河流发源于山脉的论述进行注解,考察了塔奈斯河、高加索山、蓬托斯海深渊、尼罗河及希腊诸河等地理实例,探讨了水深难以测探的成因并辨析了希罗多德等人的学说,最终得出所有河流皆源自山脉的结论。
" Τούτου δ’ ὁ Τάναϊς ἀποσχίζεται." Τάναΐν φησι τὸν διορίζοντα Εὐρώπην ἀπὸ Ἀσίας. περὶ οὗ φησι Διονύσιος· Εὐρώπην δ’ Ἀσίης Τάναϊς διὰ μέσσον ὁρίζει.
“塔奈斯河从这里分流出来。” 他所说的塔奈斯河,是指区分欧洲与亚洲的[那条河]。关于它,狄奥尼修斯说:“塔奈斯河自中部分隔欧洲与亚洲。”
"Ἐκ δὲ τοῦ Καυκάσου." Ὁ Καύκασος ὄρος ἐστὶ τῆς Εὐρώπης μέγιστον κατά τε τὸ πλάτος καὶ τὸ βάθος ὑπάρχον.
“从高加索山。” 高加索是欧洲最大的山,无论在宽度还是在高度上都是如此。
"Σημεῖον δέ, ὅτι ὁρᾶται ἀπὸ τῶν καλουμένων βαθέων καὶ εἰς τὴν λίμνην εἰσπλεόντων.1" Τόπος ἐστὶ περὶ τὸν πόντον βαθύτατος, ἐν ᾧ μέλλει ἐρεῖν, ὅτι καὶ γλυκὺ ὕδωρ εὑρίσκεται. ‘βάθος’ δὲ καλεῖται, ὅτι οὐδεὶς ἠδυνήθη καταλαβεῖν τὸ βάθος αὐτοῦ. πλὴν ἐμοὶ δοκεῖ μὴ καταληφθῆναι τὸ βάθος οὐ διὰ τὸ ἄπειρον αὐτὸ εἶναι, ἀλλ’ ἐπειδὴ ἀναδίδοται ἐκεῖ γλυκὺ ὕδωρ, ὡς εἴρηται. τοῦτο δὲ μετὰ πολλοῦ πνεύματος ἀναφέρεται καὶ οὐ συγχωρεῖ τὰ βάρη κατενεχθῆναι· † ἀνωχοῦνται γὰρ ὑπὸ τῆς τοῦ πνεύματος βιαίας φορᾶς. περισκορπίζονται οὖν ἐν τῷ πλάτει τὰ ἐξαπτόμενα σχοινία τοῦ βάρους, καὶ διὰ τοῦτο καὶ πολλῶν καὶ μεγίστων σχοινίων ἐμβαλλομένων οὐ καταλαμβάνεται τὸ βάθος. ἢ οὖν τοῦτο, ἢ εἰπὲ καὶ ἄλλο. καταληφθῆναι νομίζουσιν οἱ περὶ ταῦτα ἀπησχολημένοι τὴν γῆν ἐκ τοῦ ἐν ταῖς βολίσι ταῖς παρ’ αὐτοῖς βαλλομέναις ψάμμον ἀνάγεσθαι,2 ἐξ ἧς καὶ τοὺς διαφόρους τόπους ἐν πελάγεσιν ὄντες καταλαμβάνουσι. ταύτην οὖν οὐκ ἐνδέχεται τὴν ψάμμον ἀνενεχθῆναι διὰ τὸ μὴ εἶναι ὑποστάθμην τοῦ ὕδατος, ἀλλ’ ὥσπερ ἐπὶ φρέατος ἀναβρύειν τὸ ὕδωρ, ἢ εἰ καὶ ἀναφέρεται, περισκορπίζεται διὰ τὴν κίνησιν τοῦ ὕδατος πολυειδῆ ὑπάρχουσαν.
“证据是,从所谓‘深渊’处以及对航行入湖的人们而言,[山]是可以被望见的。” 在蓬托斯海附近有一处极深之地,正如他即将说到的,在那里还能找到淡水;它被称为“深渊”,是因为无人能够测探出它的深度。然而在我看来,深度未能被探明,并非由于它是无限的,而是正如所说的那样,因为那里涌出淡水;而且这淡水伴随着强烈的气流上升,不允许重物下沉;因为它们被气流的猛烈冲击向上推托。因此系在重物上的绳索在宽度上被四处分散,由于这个原因,即使投入大量且极长的绳索,也无法探明深度。要么是这个原因,要么再说出另一种[原因]。那些从事这些事务的人认为,底部的陆地是通过他们所投掷的测深锤中带上来的沙子而被探测到的,他们即使在远海中也凭此探测不同的位置。因此,这沙子不可能被带上来,是因为水没有沉淀物,而是像在井中一样向上喷涌;或者即使被带上来,也由于水流的多样运动而被四处分散。
"Περὶ οὖν τοῦ μεγέθους λίαν εἰσὶν οἱ λεγόμενοι μυθώδεις." Ἄπιστον γὰρ μέγεθος περὶ αὐτό φασι καὶ ὅμοιον τοῖς ὑπὲρ Θούλην ἀπίστοις. ὑπὲρ Θούλην δ’ εἰσὶν ἄπιστα τὰ πάνυ διεψευσμένα· λέγονται δὲ οὕτω, διότι καὶ τὰ περὶ τῆς νήσου ταύτης λεγόμενα μυθώδη εἰσί.
“因此关于其规模,所言之事极其神话化。” 因为他们述说了关于它的令人难以置信的巨大规模,类似于图勒彼岸那些难以置信的事物;图勒彼岸那些难以置信的事物就是那些纯属虚妄之事;之所以这样说,是因为关于这座岛屿所说的事也是神话性的。
"Καὶ τοῦ Νείλου τὸ ῥεῦμα πρῶτον ἐκ τοῦ Ἀργυρέου καλουμένου ὄρους." Ὁ μὲν οὖν Ἀριστοτέλης, ὥσπερ καὶ ὁ Πτολεμαῖος, φησὶ πηγὰς ἔχειν τὸν Νεῖλον· Ἡροδότῳ δὲ μᾶλλον πιστευτέον ἐντεῦθεν λέγοντι ἐκ τῆς ἀντοικουμένης ἔχειν τὴν ἀρχὴν αὐτόν·3 διὸ καὶ θέρους πλημμυρεῖ, ὅτε ἐκεῖσε χειμών. ὅτι γὰρ οὐκ ἀπὸ πηγῆς ῥεῖ, πρόδηλον· τὴν γὰρ Μερόην φασὶ νῆσον εἶναι κυκλουμένην ὑπὸ τοῦ Νείλου, τὰ δὲ μετὰ τὴν Μερόην ἀοίκητά ἐστι· τὸ γὰρ πρῶτον κλίμα μετ’ αὐτὸ λοιπὸν ἡ ἀντοικουμένη.
“尼罗河最初的水流来自所谓的阿尔居罗斯山。” 亚里士多德就像托勒密一样,说尼罗河有源头;但更应当相信希罗多德,他由此断言它源自对蹠区;因此它在夏季泛滥,而那时那里正值冬季。因为显然它并非源自泉水;因为他们说麦罗埃是一座被尼罗河环绕的岛屿,而麦罗埃之后的地方则是无人居住的;因为在第一气候带之后,其余便是对蹠区了。
"Ὁ μὲν Ἀχελῷος ἐκ Πίνδου." Πίνδος ὄρος ἐστὶ Πελοποννήσου.
“阿刻罗俄斯河来自品多斯山。” 品多斯是伯罗奔尼撒半岛的一座山。
"Ἐκ τοῦ Σκόμβρου." Ὄρος τοῦτο Θρᾳκικόν, ὥσπερ οὖν καὶ Ἡρόδοτος αὐτὸς μέμνηται.
“来自斯科姆布罗斯山。” 这是色雷斯的一座山,正如希罗多德本人也提到的那样。
"Ἐπεὶ καὶ ὅσοι αὐτῶν ἐξ ἑλῶν, τὰ ἕλη ὑπὸ ὄρη κεῖσθαι συμβαίνει." Ἀντιπίπτοντος λύσις. ὡς τινος γὰρ ἐρωτῶντος· ‘καὶ μὴν ἐν τοῖς ἕλεσιν ὁρῶμεν ποταμούς’ ἐπάγει τὴν λύσιν, ὅτι πάντως ἐπάνω τοῦ ἕλους τούτου ὄρη εἰσίν, ἐξ ὧν ἀποστάζει ἡ ὑγρότης. πάντες οὖν οἱ ποταμοὶ ἀπὸ ὄρους ῥέουσιν.
“因为即使它们当中凡是来自沼泽的,沼泽也恰好位于山脉之下。” 对反对意见的解决。如同有人发问:“可是我们在沼泽中也确实看到了河流啊”,他由此引入解答:在这一沼泽之上无论如何都有山脉,湿气正是从这些山脉滴落下来的。因此,所有的河流都流自山脉。
"Ὅτι μὲν οὖν οὐ δεῖ νομίζειν οὕτω γίνεσθαι τὰς ἀρχὰς τῶν ποταμῶν. Τὸ συμπέρασμα."
“因此,不应当认为河流的始原是这样生成的。” 结论。
- 1.16.12καὶ εἰς τὴν λίμνην εἰσπλεόντων
属格复数分词 εἰσπλεόντων 通过连接词 καί 与前面的介词短语 ἀπὸ τῶν καλουμένων βαθέων 并列。在句法上,它承接介词 ἀπό 所蕴含的视点(“从航行入湖的人们的视界”),动作主体“航海者”在此无需先行词而由分词直接实体化。
- 1.16.12καταληφθῆναι νομίζουσιν οἱ περὶ ταῦτα ἀπησχολημένοι τὴν γῆν ἐκ τοῦ ἐν ταῖς βολίσι ταῖς παρ’ αὐτοῖς βαλλομέναις ψάμμον ἀνάγεσθαι
主句主语为带冠词的分词短语 οἱ περὶ ταῦτα ἀπησχολημένοι,谓语动词 νομίζουσιν 统辖带宾格不定式结构(被动不定式 καταληφθῆναι 及其宾格逻辑主语 τὴν γῆν)。表示依据的介词短语 ἐκ τοῦ... ἀνάγεσθαι 包含中性属格冠词不定式,其内部嵌入了状语 ἐν ταῖς βολίσι... 和不定式的主语 ψάμμον。
- 1.16.14Ἡροδότῳ δὲ μᾶλλον πιστευτέον ἐντεῦθεν λέγοντι ἐκ τῆς ἀντοικουμένης ἔχειν τὴν ἀρχὴν αὐτόν
由动形容词中性单数 πιστευτέον 构成的无人称结构(省略 [ἐστί]),支配与格 Ἡροδότῳ,分词 λέγοντι 与之保持一致。分词 λέγοντι 进而支配带宾格的不定式结构(宾格主语 αὐτόν,不定式 ἔχειν,直接宾语 τὴν ἀρχήν)。副词 ἐντεῦθεν 修饰分词,表示“由此推论”。
