← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§106.20-108.3

河流泉水与井水的区分及山岳生水原理解析

逐句注解亚里士多德《气象学》350a2–350a22。阐明河流、泉水与井水的异同,山脉结构与冷却作用生成水的原理,并解析有关地理志记载、帕尔纳索斯山及外海(红海)的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.16.2

" Διὸ καὶ τὰ ῥεύματα τῶν ποταμῶν." Ἐντεῦθεν καὶ τὸ πρῶτον ἐπιχείρημα.

“因此河流的水流也是如此。” 第一条论证也由此[开始]。

§1.16.3

"Ὁμοίως δὲ καὶ αἱ κρῆναι." Κρηνῶν καὶ ποταμῶν τὸ ἀπὸ γῆς ἔχειν τὴν ἀρχὴν διάφορον1 διὰ τὸ ποσόν· ὁ μὲν γὰρ ποταμὸς ἀπὸ μεγάλης πηγῆς, ἡ δὲ κρήνη ἀπὸ μικρᾶς. καὶ τὰ φρέατα δὲ ἀπὸ τῆς γῆς ἔχουσι τὴν ἀρχήν, ἀλλὰ διαφέρουσιν, ὅτι ποῦ μὲν ἐπὶ τοῦ φρέατος ἀπὸ τοῦ βάθους τῆς γῆς ἐκδίδοται τὰ ὕδατα, ποῦ δὲ ἐπὶ πηγῶν καὶ κρηνῶν ἀπὸ τοῦ ἐπιπολῆς. διὸ ποταμοὶ μὲν καὶ κρῆναι ῥευστὰ ἔχουσι τὰ ὕδατα, τὰ δὲ φρέατα στάσιμα· οὐ γὰρ ἐκρέουσι· πλὴν εἰ καὶ στάσιμά εἰσι τὰ φρεατιαῖα ὕδατα, ἀλλ’ οὖν ὅμως οὐχ ὅμοια τοῖς λιμναίοις· ἐκεῖνα γὰρ ὑπόστασιν ἔχουσι, ταῦτα δὲ οὐκ ἔχουσιν ὑπόστασιν, διὸ ἀεὶ ἐκδίδοται ὕδωρ ἐκ τῶν κάτω τῆς γῆς.

“泉水同样也是如此。” 对于泉水与河流而言,源自大地是由于数量而有所不同;因为河流[始于]巨大的水源,而泉水则[始于]微小的水源。井水同样也源自大地,但区别在于,在井的情况下,水是从大地的深处涌出,而在水源和泉水的情况下,则是从地表涌出。因此河流与泉水拥有流动之水,而井水则拥有停滞之水;因为它们不向外流出。然而即使井水是停滞的,但终究不同于沼泽之水;因为沼泽之水有沉淀物,而井水则没有沉淀物,因此水总是从大地深处涌出。

§1.16.4

"Ἐν δὲ τοῖς πεδίοις ἄνευ ποταμῶν ὀλίγοι γίνονται." Διότι ἡ γῆ αὕτη οὐ δέχεται πολὺ ὕδωρ οὔτε ἔχει σήραγγας. ἀλλὰ μὴν καὶ ἀπο<γαιοῖ〉 ὡς μὴ πετρώδης, ὡς δὲ μὴ πάνυ ψυχρὰ οὐ γεννᾷ. πλὴν εἰ καὶ εὑρίσκονται πηγαί, ἀλλ’ οὖν μικρόταταί εἰσιν αὗται, οἷαί εἰσιν αἱ ἐπὶ τῶν φρεάτων.

“在平原上,若是没有河流,则极少产生。” 因为这片土地既不接纳大量的水,也没有洞穴空隙。此外,由于不是多石的,它会风化为泥土,由于并非十分寒冷,它不生成[水]。然而即使能找到泉水,它们也是极微小的,就如井中的泉水一样。

§1.16.5

"Τί γὰρ διαφέρει κοῖλον καὶ ὕπτιον εἶναι;" Ἀντιπίπτοντος λύσις. εἰ καὶ περιφερὴς 〈ἢ〉 ὑπτία ἐστίν, † ἀλλ’ οὖν τὸ διάφορον σχῆμα διαφέρει πρὸς τὸ δέξασθαι σηραγγώδους ὄντος τοῦ ὄρους.

“因为凹陷还是平坦仰卧有什么区别呢?” 对反对意见的解决。即使它是圆凸的或是平坦仰卧的,鉴于山脉是多洞穴的,不同的形状在接纳[水]方面终究是有所区别的。

§1.16.6

"Καὶ τὴν ἀνιοῦσαν ἀτμίδα ψύχουσι." * * * οὐ μόνον συνάγουσι τὸ ἐκ τοῦ χειμῶνος ὕδωρ τὰ ὄρη, ἀλλὰ καὶ γεννῶσι διὰ τὴν ψύξιν, ὥστε οὐκ ἐνεργείᾳ πᾶσα ἡ ὕλη τῶν ποταμῶν.

“并且冷却上升的蒸气。” [……]山脉不仅汇集来自冬季的水,而且通过冷却也生成水,所以并非河流的全部质料都是现实存在的。

§1.16.7

"Δῆλον δέ ἐστι τοῦτο θεωμένοις ἡμῖν τὰς τῆς γῆς περιόδους." Ἐντεῦθεν ἡ ἱστορία. πλὴν οἱ τοῖς περὶ Θεόπομπον καὶ τοῖς ἄλλοις ἱστοριογράφοις ἀπησχολημένοι πράγματα παρέχουσιν Ἀριστοτέλει, διότι πολλὰ λέγει παρ’ ἱστορίαν· πλὴν Ἀριστοτέλης οὐδενὸς τούτων φροντίζει καταφρονῶν τοῦ παραδείγματος. περιόδους δὲ λέγει τῆς γῆς τὰ διάφορα αὐτῆς μέρη. περίοδοι δὲ λέγονται διὰ τοὺς περινοστήσαντας καὶ συγγραψαμένους· συνεγράψαντο γὰρ τὴν τῆς γῆς θέσιν ὡς καὶ τῶν ποταμῶν καὶ τῶν λοιπῶν πάντων τὰς διαφορὰς τῶν μὲν αὐτόπται γενόμενοι, τῶν δὲ αὐτήκοοι.

“这一点对考察大地周游记的我们来说是显而易见的。” 历史地理记述由此[开始]。然而那些热衷于泰奥彭波斯一派及其他历史学家的人给亚里士多德制造麻烦,因为他说了很多违反历史记载的话;但亚里士多德不在意这些,轻视具体的实例。而他所说的“大地周游记”,是指大地的各个不同部分。之所以被称为“周游记”,是因为那些四处游历并著书立说的人;因为他们记述了大地的方位以及河流和所有其余事物的差异,有些是亲眼所见,有些是亲耳所闻。

§1.16.8

"Ἐκ τοῦ καλουμένου Παρνασοῦ." Ἠπόρηται, διὰ τί τοῦτο τὸ ὄρος τῆς Ἀσίας λέγει καὶ διὰ τί πρὸς τὰς χειμερινὰς ἀνατολάς, καὶ λέλυται ἑκάτερον.

“来自所谓的帕尔纳索斯山。” 此前曾有疑问,为何他说这座山属于亚洲,为何说它朝向冬至日出,而这两点都已得到解决。

§1.16.9

"Ἡ ἔξωθεν θάλαττα, ἧς τὸ πέρας οὐ δῆλον τοῖς ἐνταῦθα." Ἔξω θάλατταν τὴν Ἐρυθρὰν2 διὰ τὸ μὴ ἔχειν πέρας. πλὴν νῦν μέν φησιν, ὅτι ἔν τινί ἐστι τόπῳ ἰσθμὸς συνάπτων τὰς δύο ἠπείρους. πλὴν εἰ καὶ ἔστιν, ἀλλ’ οὖν καὶ αὐτὸς ὁ ἰσθμὸς ἔχει ἐπιβεβλημένην θάλασσαν. εἰ καὶ διοδεύεται οὖν, ἀλλ’ οὖν διὰ θαλάττης διὰ τὸ ἀβαθὲς καὶ ἐπιπόλαιον.

“外海,其界限对当地人并不明了。” 由于没有界限,[他把]外海[指为]红海。不过现在他说,在某处有一条连接两块大陆的地峡。然而即使有,那座地峡本身也覆盖着海水。因此,即使可以通行,也是由于水浅且浮于表面而穿过海水通行的。

语法注2 条
  1. 1.16.3Κρηνῶν καὶ ποταμῶν τὸ ἀπὸ γῆς ἔχειν τὴν ἀρχὴν διάφορον

    句首的属格 Κρηνῶν καὶ ποταμῶν 是限定/关系属格(意为“关于泉水和河流”),用于限定作主语的带冠词不定式短语 τὸ ἀπὸ γῆς ἔχειν τὴν ἀρχήν(源自大地)。谓语为形容词 διάφορον(有所不同),省略了系动词 ἐστί。

  2. 1.16.9Ἔξω θάλατταν τὴν Ἐρυθρὰν

    省略了支配动词(如 φησί 或 λέγει)的双重宾格结构,意为“[他称/指]外海为红海”。接下来的短语 διὰ τὸ μὴ ἔχειν πέρας 说明了如此称呼的原因。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:106.20-108.3