← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§105.2-106.19

各大河流的水源与河流之水的双重起源

奥林匹奥多鲁总结了发源于高加索山、比利牛斯山、赫西尼亚山脉和利比亚诸山的大河地理记述,解释了亚里士多德关于河流质料既包含现实积聚的水也包含每日生成的水这一观点,并结合伏流再现与海中淡水现象加以阐述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.16.1#2

τοῦ μὲν ὕψους τεκμήριον τοῦτο· τοῦ δὲ πλάτους τεκμήριόν ἐστι τὸ εἶναι αὐτὸ ἀπείρων ἐθνῶν οἰκήσεις. πάντων οὖν τοῦτο τῶν πρὸς τὴν ἕω τὴν θερινὴν μεῖζόν ἐστιν, ὡς ἐκ τούτου ἀναφαίνεσθαί σοι, ὅτι Εὐρώπη Ἀσίας διαφέρει κατὰ τὸ χειμερινὸν καὶ θερινόν· μᾶλλον γὰρ Εὐρώπη περὶ τὰς θερινάς ἐστιν ἀνατολάς, ἡ δὲ Ἀσία μᾶλλον πρὸς τὰς χειμερινάς, εἴ γε τῆς μὲν Εὐρώπης ἐστὶν ὁ Καύκασος, τῆς δὲ Ἀσίας ὁ Παρνασός. ἐκ τούτου, φησί, τοῦ Καυκάσου πολλοὶ μὲν καὶ ἄλλοι ῥέουσι ποταμοί. ῥεῖ δὲ καὶ ὁ Φάσις, οὗ μέμνηται Ἀπολλώνιος ὁ τὰ Ἀργοναυτικὰ γράψας. ποταμὸς δέ ἐστιν οὗτος περὶ τὴν Σκυθίαν. ἀπὸ δὲ τῆς Πυρήνης1 — ὄρος δὲ καὶ τοῦτο τῆς Εὐρώπης· ἔφη γὰρ αὐτὸ μέγιστον εἶναι τῶν ὀρῶν τῶν ὄντων πρὸς τὰς ἰσημερινὰς δυσμάς, ἐκεῖ δὲ Εὐρώπη ἐστίν· οὐ γὰρ μόνον ἀρκτωτέρα Εὐρώπη ἐστὶ τῆς Ἀσίας, ἀλλὰ καὶ δυτικωτέρα — ῥέουσιν οὖν ἐκ τῆς Πυρήνης ἄλλοι τε πολλοί, ῥεῖ δὲ ἐξ αὐτῆς ὁ Ταρτησὸς καὶ ὁ Ἴστρος. ἀλλ’ ὁ Ἴστρος δι’ ὅλης τῆς Εὐρώπης περὶ τὸ Βυζάντιον φέρεται, τούτου δὲ ἡ ἐπιφάνεια πήγνυται, ὥστε διοδεύεσθαι, καὶ κίνδυνον οὐ τὸν τυχόντα ἐπάγει τοῖς ὁδοιποροῦσι διαλυόμενος. εἰσβάλλει δὲ οὗτος εἰς τὸν Εὔξεινον πόντον, οὗ μέμνηται Ἀπολλώνιος. Εὔξεινος δὲ ἐκλήθη κατὰ εὐφημισμὸν διὰ τὸ κακῶς αὐτὸν τοῖς ξένοις κεχρῆσθαι. πάντων οὖν τῶν περὶ τὴν ἄρκτον ποταμῶν σχεδὸν αἱ πηγαί εἰσιν ἐν τοῖς Ἀρκυονίοις ὄρεσιν, ὄρη δέ εἰσι ταῦτα τῆς Κελτικῆς. οὗτοι μὲν οὖν ἐν τῇ Εὐρώπῃ ῥέουσιν καὶ ἐν τῇ Ἀσίᾳ. καὶ ἐν τῇ Λιβύῃ δὲ μέγιστοι ποταμοὶ ἀπὸ ὀρῶν ἔχουσι τὴν ἀρχήν. ἀπὸ γὰρ Αἰθιοπικῶν ὀρῶν Αἴγων καὶ ὁ Νύσσης, ἔτι γε μὴν καὶ ὁ Χρεμέτης. ὁ δὲ Νεῖλος ῥεῖ ἀπὸ τῶν Ἀργυρέων ὀρῶν. Ἀργύρεα δὲ ὄρη καλοῦνται διὰ τὸ ἔχειν μέταλλον ἀργυροῦν· ὥσπερ οὖν Χρυσορρόας λέγεται ποταμὸς διὰ τὸ ψήγματα χρυσοῦ καταφέρειν, οὕτως ἴσως καὶ ὁ Νεῖλος διὰ τὸ καταφέρειν ἀργύρου ψήγματα λέγεται ἀπὸ τῶν Ἀργυρέων ὀρῶν ῥεῖν. Πτολεμαῖος δέ φησιν αὐτὸν ῥεῖν ἀπὸ τῶν Σεληναίων ὀρῶν καὶ οὐ διαφωνεῖ Ἀριστοτέλει· ἴσως γὰρ τὰ Ἀργύρεα ὄρη Σεληναῖα καλοῦνται διὰ τὸ τῇ σελήνῃ ἀνακεῖσθαι τὸν ἄργυρον ἢ διὰ τὸ χρῶμα τῆς σελήνης λευκόν, οὐ τὸ ἴδιον (τοῦτο γὰρ ἀνθρακῶδες), ἀλλ’ ὅπερ δέχεται ἐκ τοῦ ἡλίου. οὕτω μὲν οὖν ῥέουσιν ἐν τῇ Ἀσίᾳ καὶ ἐν τῇ Εὐρώπῃ καὶ ἐν τῇ Λιβύῃ. τὰ μετὰ ταῦτα δὲ ἐπανατρέχει ἐπὶ τὴν Εὐρώπην· ἐκδιηγεῖται γάρ, πόθεν ῥέουσιν οἱ περὶ τὴν Ἑλλάδα ποταμοί, ἡ δὲ Ἑλλὰς τῆς Εὐρώπης. τοῦτο δὲ ποιεῖ δεικνύων, ὅτι ἡμεῖς τῆς σαφηνείας χάριν διαιροῦμεν τὴν γῆν εἰς Ἀσίαν καὶ Εὐρώπην καὶ Λιβύην, ἐπεὶ αὕτη σφαιρικὴ οὖσα οὐδαμῶς διαιρεῖται. οὗτοί εἰσιν οἱ ποταμοί. καὶ μεμαθήκατε, ὅτι οἱ μέγιστοι ἀπὸ τῶν μεγίστων ἐξέρχονται. καὶ εὖ γε λόγοι, ὅτι ἐπὶ θρόνου καθήμενοι ἐν βραχυτάτῳ πᾶσαν τὴν οἰκουμένην ἐκπεριήλθομεν. ἐφ’ οἷς ὁ Ἀριστοτέλης, ἐπειδὴ διὰ τεσσάρων ἐπιχειρημάτων ἔδειξε μὴ εἶναι ἐνεργείᾳ τὴν ὕλην τῶν ποταμῶν (ὁρῶμεν δέ, ὅτι καὶ ἔστιν ἐνεργείᾳ), ἐπάγει λέγων, ὅτι οἶδα, ὡς ἔστιν ἐνεργείᾳ σωρευθὲν ὕδωρ. ἀλλ’ οὐ τοῦτο μόνον ὕλη τῶν ποταμῶν, ἀλλὰ καὶ τὸ καθ’ ἑκάστην γινόμενον, οὐδὲ τοῦ ὑετοῦ ὕλη μόνον ἡ ἐν τῷ θέρει γεννηθεῖσα, ἀλλὰ καὶ ἡ καθ’ ἑκάστην ἐν αὐτῷ τῷ χειμῶνι γινομένη. ὅτι δὲ ἔστιν ἐνεργείᾳ τὸ ὕδωρ, δείκνυσι ἐκ τῶν ἀναπόσεων τῶν ποταμῶν καὶ ἐκ τῶν ἐκφάνσεων καὶ ἐκ τούτων ἐν μέσῳ τῆς θαλάττης ὕδωρ γλυκὺ εὑρίσκεσθαι.2 τούτου δὲ ἤδη τὰς αἰτίας εἰρήκαμεν, πλὴν ἔστιν εἰπεῖν καὶ ἑτέραν αἰτίαν τοῦ εἶναι γλυκὺ ὕδωρ ἐν τῇ θαλάττῃ, τὸ ῥεῖν ποταμοὺς περὶ αὐτήν. οὕτως ὁ ἐπὶ Γάζαν πλοῦς ἔχει ὕδωρ γλυκὺ διὰ τὰ στόμια τοῦ Νείλου. πλὴν εἰ καὶ ἔστιν ὕδωρ, ἀλλ’ οὖν οὐκ ἐν μέσῳ τῆς θαλάσσης. ἀλλ’ οὐ πανταχοῦ ὑπὸ θαλάσσης κυκλοῦνται· τῇ γὰρ ῥύμῃ καὶ τῇ ὁρμῇ ἐκβάλλων ὁ ποταμὸς εἰς τὴν θάλασσαν οἱονεὶ ῥύακά τινα ποιεῖ, ὃς ἄχρι τοῦ ποταμοῦ περιέχει γλυκὺ ὕδωρ. ἐκ πλαγίων οὖν καὶ κατὰ τὸ πέρας ἐκ θαλάττης περιέχεται, οὐ δήπου δὲ καὶ κατὰ τὴν ἀρχήν. ὅτι δὲ γίνονται ἐκφάνσεις καὶ ἀναπόσεις, καὶ ὅτι ἔστιν ἐν μέσῳ τῆς θαλάσσης ὕδωρ, δείκνυσιν ἐκ τῆς ἱστορίας. ταῦτα ἔχει ἡ θεωρία.

高度的证据就是这;而宽度的证据则是,它是无数民族的居住地。因此,在所有朝向夏至日出的山脉中,这是更大的,以致从这里对你显明,欧洲与亚洲在冬至和夏至的方面有所不同;因为欧洲更多是在夏至日出的一带,而亚洲则更多是朝向冬至日出的一带,如果高加索山确实属于欧洲,而帕耳那索斯山属于亚洲的话。他说,从这高加索山流出许多其他河流,并且也流出法西斯河,写了《阿尔戈英雄纪》的阿波罗尼奥斯提到了这条河。这是在斯基泰附近的一条河流。而从比利牛斯山——这同样也是欧洲的一座山;因为他说它是所有朝向春秋分日没的山脉中最大的,而那里正是欧洲;因为欧洲不仅比亚洲更偏北,而且也更偏西——从比利牛斯山流出许多其他河流,从它流出的有塔尔提索斯河和伊斯特罗斯河。但伊斯特罗斯河穿过整个欧洲流向拜占庭一带,它的水面结冰以致可以通行,而在解冻时则给行路人带来非同寻常的危险。它流入厄克辛海,阿波罗尼奥斯提到了该海;由于它严酷对待异邦人,依委婉之法被称为“厄克辛”(款待客人的)海。在北方一带几乎所有河流的源头都在赫西尼亚山脉,这些是凯尔特地区的山脉。因此,这些河流在欧洲和亚洲流淌。 在利比亚,最大的河流也是从山脉发源;因为从埃塞俄比亚的山脉流出埃贡河和纽塞斯河,此外还有赫雷梅特斯河。而尼罗河发源于银山。之所以被称为银山,是因为拥有银矿;正如一条河因携带金屑而被称为克律索罗阿斯河(流金河)一样,或许尼罗河也因为携带银屑而被说成发源于银山。托勒密则说它发源于月亮山,这与亚里士多德并不矛盾;因为或许银山之所以被称为月亮山,是由于银奉献给月亮,或者由于月亮的白色——不是它固有的颜色(因为固有颜色如木炭般),而是它从太阳接受的颜色。河流就是这样在亚洲、欧洲和利比亚流淌的。 在这些之后,他又返回到欧洲;因为他详细叙述希腊周围的河流从何处流出,而希腊属于欧洲。他这样做是为了表明,我们为了清晰起见才把大地划分为亚洲、欧洲和利比亚,因为大地作为球形绝不是被划分的。这些就是河流。你们也已经学到,最大的河流发源于最大的山脉。而且言辞真是妙哉,因为我们坐在座椅上,就在极短的时间内巡览了整个有人居住的世界。在这些之后,亚里士多德既然通过四个论证表明河流的质料并非现实地存在(然而我们看到它实际上也是现实地存在的),便接着说:“我知道存在着现实地积聚的水;但并非只有这是河流的质料,每天生成的水也是,雨水的质料不仅是在夏季生成的水,而且在冬季本身每天生成的水也是。”至于水是现实地存在的,他从河流被吞没的现象、从它们的再次涌现,以及基于这些而在大海中央发现淡水证明了这一点。关于这一点的原因我们已经说过,不过还可以说出大海中有淡水的另一个原因,即河流向它周围流动。因此驶向加沙的航程因尼罗河的河口而拥有淡水。然而即便有淡水,但终究不是在大海中央。但[河水]并非处处被海水环绕;因为河流凭借其奔流与冲力注入大海,造成了宛如一条小河般的溪流,直至河流自身为止都保有淡水。因此,它在侧面和末端被海水环绕,但显然在源头处并非如此。涌现和吞没的发生,以及大海中央存在淡水,他是从历史地理记述中加以证明的。总论的内容就是这些。

语法注2 条
  1. 1.16.1ἀπὸ δὲ τῆς Πυρήνης

    句首的介词短语 ἀπὸ δὲ τῆς Πυρήνης 被其后插入的长插入语(ὄρος δὲ καὶ τοῦτο ... δυτικωτέρα)打断,随后通过带有复指小词 οὖν 及同义介词短语的 ῥέουσιν οὖν ἐκ τῆς Πυρήνης 重新接续主句(复指构词)。

  2. 1.16.1καὶ ἐκ τούτων ἐν μέσῳ τῆς θαλάττης ὕδωρ γλυκὺ εὑρίσκεσθαι

    此句与前文的名词性短语 ἐκ τῶν ἀναπόσεων τῶν ποταμῶν καὶ ἐκ τῶν ἐκφάνσεων 并列。ἐκ τούτων 是指代前两项(吞没与涌现)的代词短语,随后的“宾格加不定式”结构 ὕδωρ γλυκὺ εὑρίσκεσθαι 由主动词 δείκνυσι 支配,表示由这些现象推导出的事实——“基于这些,在大海中央发现淡水”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:105.2-106.19