← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§103.17-105.2

作为河流源头的山脉及各大名山的疑难

针对亚里士多德以河流发源于山脉作为第四个论证,解释了山脉适于容纳、保存和生成水的原因,并探讨了关于亚洲的帕耳那索斯山以及欧洲的高加索山的地理与天文学疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.16.1#1

" Διὸ καὶ τὰ ῥεύματα τῶν ποταμῶν ἐκ τῶν ὀρῶν φαίνονται ῥέοντα." Δείξας διὰ τριῶν ἐπιχειρημάτων τῇ προτεραίᾳ1 ὁ Ἀριστοτέλης μὴ οὖσαν τὴν ὕλην τῶν ποταμῶν ἐνεργείᾳ ὑπὸ γῆν σωρευθεῖσαν καὶ οὕτως ὥσπερ ἀπὸ πηγῆς ῥεῖν, ἔτι πρὸς τούτοις τὸ αὐτὸ τοῦτο δείκνυσι διά τετάρτου ἐπιχειρήματος. ὅτι γὰρ οὐκ ἐνεργείᾳ, φησί, δῆλον ἐκ τοῦ τοὺς ποταμοὺς ἐκ τῶν ὀρῶν ἔχειν τὴν ἀρχήν· ἐξ αὐτῶν γὰρ ἀπολειβομένη καὶ ἀποστάζουσα ἡ ὑγρότης ποιεῖ τοὺς ποταμούς. ὅτι δὲ ἀπὸ τῶν ὀρῶν εἰκότως ῥέουσιν οἱ ποταμοί, δῆλον· τὰ γὰρ ὄρη ἐπιτήδεια καὶ πρὸς τὸ δέξασθαι πολλὴν ὑγρότητα διὰ τὸ σηραγγῶδες αὐτῶν, ἀλλὰ μὴν καὶ πρὸς τὸ φυλάξαι· ὡς πετρώδη γὰρ ὄντα οὐκ ἀπογαιοῦσι τὸ ὕδωρ, ἀλλὰ φυλάττουσιν. ἔτι γε μὴν ἐπιτήδειά εἰσι καὶ πρὸς τὸ γεννῆσαι· ψυχρὰ γὰρ ὄντα τὴν ἀναγομένην ἀτμίδα εἰς ὕδωρ μεταβάλλουσιν. ὥστε οὖν δῆλον ἐκ τούτων, ὅτι οὐκ ἔστιν ἐνεργείᾳ ἡ ὕλη τῶν ποταμῶν ἀποκειμένη. ἀλλ’ ἴσως τις ἀπορεῖ λέγων, ὅτι τὰ ὄρη ἀνεπιτήδειά εἰσι πρὸς τὸ δέξασθαι· περιφερῆ γὰρ καὶ στρογγύλα, τὰ δὲ τοιαῦτα ὑετῶν ἀνεπιτήδειά εἰσι. λέγομεν οὖν, ὅτι διὰ τὸ σηραγγῶδες οὐκ ἐμποδίζεται δέξασθαι. ὥσπερ τὸ σπόγγος ἐν οἱῳδήποτε σχήματι εἰ τεθείη, οὐκ ἐμποδίζεται πρὸς τὸ δέξασθαι κατὰ τὰς σήραγγας δεχόμενος, οὕτως ἔχει καὶ ἐπὶ τοῦ ὄρους. ἐφ’ οἷς ὁ Ἀριστοτέλης ἐπειδὴ εἶπεν, ὅτι οἱ μέγιστοι ποταμοὶ ἐκ τοῦ ὄρους ῥέουσι, πιστοῦται αὐτὸ ἐκ τῆς ἱστορίας. τῷ γὰρ λόγῳ ἐκπεριέρχεται τὴν οἰκουμένην καὶ πάντας τοὺς ἐν αὐτῇ ποταμοὺς ἀπαριθμεῖται, διαιρῶν αὐτὴν οὐχ ὥσπερ οἱ παλαιοὶ εἰς δύο, εἰς Εὐρώπην καὶ Ἀσίαν, ἀλλ’ εἰς τρία, εἰς Εὐρώπην, Ἀσίαν καὶ Λιβύην. τῆς γὰρ Ἀσίας διαιρεῖ τὴν Λιβύην κατὰ τὸν Νεῖλον, ὡς διακρίνεσθαι τὴν Ἀσίαν ἀπὸ Εὐρώπης μὲν κατὰ τὸν Τάναϊν, ἀπὸ δὲ Λιβύης κατὰ τὸν Νεῖλον. καὶ ἄρχεται ἀπὸ τῆς Ἀσίας λέγων, ὅτι ἀπὸ τοῦ Παρνασοῦ ὄρους πολλοὶ μὲν καὶ ἄλλοι ποταμοὶ ῥέουσι· μέγιστος δὲ ὁ Χοάσπης καὶ ὁ Βάκτρος καὶ ὁ Ἀράξης. οὗτοι δὲ ποταμοί εἰσι Περσικοί, καλῶς δὲ εἶπεν αὐτοὺς τῆς Ἀσίας· πάλαι γὰρ πρὸ τοῦ Ἀλεξάνδρου καὶ ἡ Ἀσία ὑπὸ τὴν Περσίδα ἐτέλει. ἀποροῦσι δέ τινες, τί δήποτε τὸν Παρνασὸν τῆς Ἀσίας λέγει. οὗτος γὰρ πλησίον ἐστὶ Δελφῶν, οἱ δὲ Δελφοὶ τῆς Ἑλλάδος, ἡ δὲ Ἑλλὰς τῆς Εὐρώπης, παρ’ ἱστορίαν δοκεῖ εἶναι τὸ λεγόμενον. λέγομεν οὖν, ὅτι οὐκ εἶπε τὸν Παρνασὸν Ἀριστοτέλης εἶναι τῆς Ἀσίας, ἀλλ’ † ἐκ τοῦ τοὺς ἐν τῇ Ἀσίᾳ διαιρεῖν ποταμούς. πλὴν τοῦτο ἀτοπώτερον.2 πῶς γὰρ ἐνδέχεται τοῦτο γενέσθαι μεταξὺ τῶν δύο ἠπείρων οὔσης θαλάσσης; ἔστιν οὖν, ὡς ἐμοὶ δοκεῖ, ἴσως ἕτερον ὄρος Παρνασὸς καλούμενον. οὐ γὰρ τοῦτο λέγει τὸ πλησίον Δελφῶν. φησὶ γάρ· οὗτός ἐστιν ἐν τῷ πρὸς τῇ Ἐρυθρᾷ θαλάσσῃ· ὑπερβάντες γὰρ τοῦτο ὁρῶμεν, φησί, τὴν Ἐρυθρὰν θάλασσαν. ἔστι δὲ καὶ ἄλλο ἄπορον περὶ τούτου τοῦ ὄρους. φησὶ γὰρ Ἀριστοτέλης, ὅτι ὁ Παρνασὸς πάντων τῶν πρὸς τὴν ἕω τὴν χειμερινὴν μέγιστόν ἐστιν. πῶς οὖν φησι τοῦτο πρὸς τὴν ἕω εἶναι τὴν χειμερινήν, εἴ γε αὐτὴ ἡ ἀντοικουμένη ἐστίν; ἡμεῖς γὰρ τὰ περὶ τὴν ἕω τὴν θερινὴν οἰκοῦμεν, οἱ δὲ ἐν τῇ ἀντοικουμένῃ τὰ περὶ τὴν χειμερινήν. ῥητέον οὖν, ὅτι ‘χειμερινὴν ἕω’ λέγει οὐ πρὸς τὸ πᾶν, ἀλλ’ ὡς πρὸς τὴν οἴκησιν· ἐπὶ γὰρ ἑκάστης οἰκήσεώς ἐστι καὶ θερινὸς καὶ χειμερινός. τῆς οὖν καθ’ ἡμᾶς οἰκήσεως πάντων τῶν ὀρῶν τῶν πρὸς τὴν χειμερινὴν ἀνατολὴν μεῖζόν ἐστιν, ἐπεὶ οὗτος μὲν ἐν τῇ Ἀσίᾳ, ἐν δὲ τῇ Εὐρώπῃ ἐστὶν ὁ Καύκασος μέγιστος καὶ μεγέθει καὶ πλάτει. τεκμήριον δὲ τοῦ μὲν ὕψους αὐτοῦ τὸ πρὸ τεσσάρων ὡρῶν τοῦ ἀνατεῖλαι τὸν ἥλιον φωτίζεσθαι καὶ μετὰ τέτταρας ὥρας πάλιν τοῦ δῦναι. ὥστε ἀκρώρειαν αὐτοῦ εἶναι τὴν νύκτα ἤτοι τὸ σκότος ἐν αὐτῇ τεσσάρων ὡρῶν καιρικῶν.3 οὐ τοῦτο δὲ ἁπλῶς λέγω, ὅτι ἡ νὺξ τέσσαρας ἔχει ὥρας (ἐπεὶ εὑρεθήσεται ἡ ἡμέρα εἴκοσιν ὡρῶν καὶ ἔστιν ὑπὲρ γῆν δέκα ζῴδια, ὅπερ ἄτοπον), ἀλλ’ ὅτι εἴκοσι μένει ὥρας φωτιζόμενον. εἰ δὲ καὶ φωτίζεται, ἀλλ’ οὐδαμῶς ἡμέρα λέγεται. ἔοικε γὰρ ὁ ἀὴρ εἶναι, πρὶν ἀνατεῖλαι τὸν ἥλιον, οἷόν ἐστιν περὶ τὸ λυκόφως.

“因此河流的水流也显出是从山脉流出的。” 亚里士多德前一天通过三个论证表明河流的质料并非积聚在地下现实地存在并从而宛如从泉水中流出那样,除了这些之外,他又通过第四个论证表明这同一观点。他说,〔河流的质料〕并非现实地存在,这从河流发源于山脉即可明了;因为从山脉中滴落渗出的湿气形成了河流。而河流从山脉流出是合乎情理的,这也是显而易见的:因为山脉不仅由于其多孔空隙的性质适于容纳大量湿气,而且也适于保存它;因为作为岩石之物,它们不会把水变成泥土,而是加以保存。此外,它们也适于生成水;因为它们作为寒冷之物,把上升的蒸气转变为水。因此从这些显而易见的是,河流的质料并非现实地储藏着的。 然而或许有人提出疑难说,山脉不适于容纳[水分];因为它们是弯曲且浑圆的,而这种形状不适于承接雨水。因此我们说,由于它们的多孔空隙,并不妨碍它们容纳。正如海绵无论被置于何种形状下,都不会妨碍其容纳,因为它是按照其孔穴来容纳的,在山脉的情形中也是如此。在这些之后,既然亚里士多德说最大的河流从山脉流出,他便通过历史地理记述证实了这一点。因为他在论述中巡览了有人居住的世界,列举了其中的所有河流,但他并不像古人那样将其分为欧洲和亚洲两部分,而是分为欧洲、亚洲和利比亚三部分。因为他沿着尼罗河把利比亚从亚洲划分开来,以致亚洲沿着塔奈斯河与欧洲区分,沿着尼罗河与利比亚区分。他从亚洲开始说,从帕耳那索斯山不仅流出许多其他河流,而且最大的是霍阿斯佩斯河、巴克特罗斯河和阿拉克塞斯河。这些是波斯的河流,而他恰当地称它们属于亚洲;因为在古代,在亚历山大之前,亚洲也是受波斯统辖的。 但有些人提出疑难,究竟为何他说帕耳那索斯山属于亚洲。因为这座山邻近德尔斐,而德尔斐属于希腊,希腊属于欧洲,所说的话似乎有悖于历史地理事实。因此我们说,亚里士多德并不是说帕耳那索斯山属于亚洲,而是[……]通过区分亚洲的河流[而这样说]。然而这更为荒谬;因为在两块大陆之间有海相隔,这怎么可能发生呢?因此正如我所认为的那样,或许存在另一座被称为帕耳那索斯的山。因为他说的并不是德尔斐附近的那座山;因为他说:“这座山位于朝向红海的区域;因为翻越了这座山,我们就看到了红海。” 关于这座山还有另一个疑难。因为亚里士多德说,帕耳那索斯山是所有朝向冬至日出的山脉中最大的。那么,如果那片区域本身是对居地的话,他怎么说这座山朝向冬至日出呢?因为我们居住在朝向夏至日出的一带,而对居地的人们则居住在朝向冬至日出的一带。因此应当说,他所谓的“冬至日出”不是相对于全宇宙而言,而是相对于居住地而言的;因为对于每一个居住地来说,既有夏至日出,也有冬至日出。因此,在我们这片居住地朝向冬至日出的所有山脉中,这座山是更大的;既然这座山在亚洲,而在欧洲,高加索山在高度和宽度上都是最大的。它高度的证据是,在太阳升起前四小时它就被照亮,在太阳落下后又被照亮四小时。以致在其山顶上,夜间——也就是其中的黑暗——为四个时令小时。我并不是单单说夜间有四个小时(否则昼间就会被发现有二十个小时,并且地平之上会有十个黄道星座,这是荒谬的),而是说它保持被照亮达二十个小时。即便它被照亮,但也决不被称为白昼。因为在太阳升起之前,空气宛如处于薄明之时那样。

语法注3 条
  1. 1.16.1τῇ προτεραίᾳ

    时间与格,意为“在前一天”(指注疏的前一次日课讲义 praxis)。

  2. 1.16.1ἀλλ’ † ἐκ τοῦ τοὺς ἐν τῇ Ἀσίᾳ διαιρεῖν ποταμούς. πλὴν τοῦτο ἀτοπώτερον.

    底本中带有剑号的文字。ἀλλʼ 之后可能存在脱落,结构上与前文的 οὐκ εἶπε(“并未说帕耳那索斯属于亚洲”)相对,提出了一个解释尝试(“因区分亚洲的河流[而被如此理解]”),紧接着通过 πλὴν... 将其斥为更为荒谬。

  3. 1.16.1ὥστε ἀκρώρειαν αὐτοῦ εἶναι τὴν νύκτα ἤτοι τὸ σκότος ἐν αὐτῇ τεσσάρων ὡρῶν καιρικῶν.

    由 ὥστε 引导的结果从句,后接不定式宾格构式。ἀκρώρειαν 作处所宾格(“在其山顶”)。不定式 εἶναι 的主语是 τὴν νύκτα ἤτοι τὸ σκότος ἐν αὐτῇ(“夜间,即其中的黑暗”),τεσσάρων ὡρῶν καιρικῶν 是表性质或度量的表语属性属格(“为四个时令小时”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:103.17-105.2